- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.57-8.77
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在一组赞颂母亲农娜在圣殿祈祷中敬虔离世的简短碑铭之后,本段收录了父母为孝子额我略献上的祝福与感恩之祈求,最后以铭刻全家合葬之墓的诗篇作结。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ὦ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων1 ὦ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι ποῦ ποτʼ ἔην, νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον.
纳齐安的额我略,致同一位母亲: 叹息、泪水与夜间的忧思啊, 圣洁的农娜那因劳碌而精疲力竭的四肢啊。 曾经的一切身在何处?圣殿将顽强的衰老从劳碌中解脱出来。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν α. Νόννη Φιλτατίου. β. καὶ ποῦ θάνε; α. τῷδʼ ἐνὶ νηῷ. β. καὶ πῶς; α. Εὐχομένη. β. πηνίκα; α. Γηραλέη. β. ὦ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.
纳齐安的额我略,致同一位母亲: 甲:斐尔塔提奥斯之女农娜。乙:她死于何处?甲:在这圣殿之内。 乙:如何死去的?甲:在祈祷中。乙:何时?甲:在衰老之时。 乙:啊,何其美善的生命,何其圣洁的死亡!
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν Νόνναν δʼ εὐχομένην Πνεῦμʼ ὑπέδεκτο μέγα.
纳齐安的额我略,致同一位母亲: 以利亚乘火战车升上天庭, 而伟大的圣灵接纳了祈祷中的农娜。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον, ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ.
纳齐安的额我略,致同一位母亲: 在此处,心爱的农娜沉入了深睡, 和顺地追随其夫额我略。
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον.
纳齐安的额我略〈致同一位母亲〉: 惊惧与欢喜交织!农娜从此处被接引升天, 在祈祷的中途辞别了生命。
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα μάρτυς ἀφʼ ἧς ἤρθη ἄπνοος ἐξαπίνης.
纳齐安的额我略〈致同一位母亲〉: 祈祷与生命对农娜而言同归于终结;那圣台 便是见证,她在此处猝然断息,被接引升天。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν ἔχριμψʼ οὐρανίαις, πρὶν βιότοιο λυθῇ.2
纳齐安的额我略,致同一位母亲: 我是谨慎明理的农娜之墓,在脱离生命之前, 她便已临近了天庭的门户。
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως ὡς Νόννʼ εὐχομένη κάτθανεν, οὐ δακρύω.
纳齐安的额我略〈致同一位母亲〉: 凡人啊,你们为凡人哭泣吧;但若有人 如农娜那样在祈祷中死去,我绝不哭泣。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη.
纳齐安的额我略,致同一位母亲: 敬畏农娜纯洁生命的人啊,更当敬畏 她的结局:她正是在圣殿中祈祷时死去的。
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 ἔνθα ποτʼ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή νῦν δʼ ἄρʼ ἐν εὐσεβέων λίσσεται ἱσταμένη.
纳齐安的额我略〈致同一位母亲〉: 曾在此处祈祷时,光耀的农娜俯卧而亡; 如今她正立在敬虔者之中祈求。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα, Νόννα, παρʼ ᾗ λύθης εὐχομένη πύματα.
纳齐安的额我略,致同一位母亲: 农娜啊,这圣台正是你甘甜死亡的碑记, 在其身旁,你在最后的祈祷中得享解脱。
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον ἀλλʼ ἄρα καὶ τὸ Νόννʼ ἀπέδωκε Θεῷ ἔνθα ποτʼ εὐχομένη.
纳齐安的额我略〈致同一位母亲〉: 生命尚余一丝气息,然而即便是那一丝, 农娜也曾在此祈祷时交还给了神。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες, πρέσβειραν μεγάλην πέμψατʼ ἀειρομένην.
纳齐安的额我略,致同一位母亲: 众人都来从圣殿中送别如神一般的农娜吧, 送别这位被接引升天的大中保。
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ Νόνναν, ἐπειγομένην οὐρανίοις πελάσαι.
纳齐安的额我略〈致同一位母亲〉: 神将我从洁净的圣殿接引至天庭, 我农娜,正急切地走向天上的圣者。
Gregorius Nazianzenus —εἰς τὴν αὐτήν Νόννʼ ἀπανισταμένη νηοῦ μεγάλου τόδʼ ἔειπε· τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.
纳齐安的额我略,致同一位母亲: 农娜从宏伟的圣殿离去时,留下了这番话: “比起诸多辛劳,我得着了更大的奖赏。”
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται· Νόννα ποτʼ εὐχομένη τῇδʼ ἐλύθη βιότου.
纳齐安的额我略〈致同一位母亲〉: 心爱祈祷之祭牲农娜安息于此; 农娜曾在此祈祷中脱离了生命。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἔνθα ποτʼ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας.
纳齐安的额我略,致同一位母亲: 此处祈祷的农娜之灵魂曾离弃肉身, 从此处农娜撇下肉身被接引升天。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Ἐκ νηοῦ μεγάλοιο θύος μέγα Νόννʼ ἀπανέστη· νηῷ Νόννʼ ἐλύθη· χαίρετε, εὐσεβέες.
纳齐安的额我略,致同一位母亲: 农娜作为大祭礼从宏伟的圣殿中起行; 农娜在圣殿中得蒙解脱;敬虔之人啊,欢欣吧!
Gregorius Nazianzenus 〈εἰς τὴν αὐτήν〉 ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.
纳齐安的额我略〈致同一位母亲〉: 这圣台将如神般的农娜送交给了神。
Gregorius Nazianzenus εὐχὴ παρὰ τῶν γονέων εἰς τὸν μέγαν Γρηγόριον εἴη σοι βίος ἐσθλὸς ἐπʼ εὐλογίῃσιν ἁπάσαις ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις· καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς, οἵην ἡμετέρῳ γήραϊ δῶκεν ἄναξ, ἠιθέων λογίων τὸ μέγα κράτος, ἠδʼ ἱερήων, καὶ πολιῆς σκίπων, Γρηγόριʼ, ἡμετέρης.
纳齐安的额我略,父母为伟大的额我略献上的祈祷: 愿你得享美善的生命,伴随着全部的祝福, 正如父母赐予养老扶疾之孝子的祝愿; 愿你得着轻省且圣洁的生命终局, 正如主赐予我们迟暮之年的结局, 才华横溢的青年人与司祭们的大能力者, 我们白发苍苍之年岁的拐杖,额我略啊!
Gregorius Nazianzenus παρὰ τῶν γονέων ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς ἑσσάμεθʼ3 εὐσεβέος Γρηγορίου τοκέες· ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν ἡμέτερον, καὶ νῦν ἀμφιέπει θυσίαις. ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων Γρηγόριʼ, εὐαγέας Μάρτυσι παρθέμενος σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρʼ ἵλαον εἶναι, πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.
纳齐安的额我略,来自父母: 我们敬虔的额我略之父母,欣然在心爱之子的 手中披戴了这片泥土; 他曾以自己的劳苦减轻了我们的迟暮之衰, 如今又以祭礼侍奉着我们。 从赡养父母的劳苦中歇息吧,众子中最优秀的 额我略啊,因你已将圣洁的父母托付给殉道者; 伟大的天父仁慈施恩,以及 得享属灵且敬虔的后裔,便是你的报偿。
Gregorius Nazianzenus εἰς τὸν πάντων αὐτῶν τάφον λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη, ἀμφοτέρους ἱερῆας· ὁ δʼ4 εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ. τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη, πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης.
纳齐安的额我略,题他们所有人的墓: 这一块石碑,我收存着荣耀的父亲与儿子 两位额我略,一块石头容纳着平等的两道光芒, 两位皆为司祭;另一块,我接纳了出身名门的 农娜与伟大的儿子凯萨里奥斯。 他们便这般分开了陵墓与儿子;然而那归途, 全都是向上而去:唯有一个对天上生命的渴慕。
- 8.57ὦ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων
由感叹词 ὦ 引领的感叹属格(genitive of exclamation),意为“啊,叹息与泪水……”,带着强烈的悲悯与惊叹回忆农娜生前敬虔祈祷中的劳碌与忧患。
- 8.63πρὶν βιότοιο λυθῇ
连词 πρίν 直接接续被动过去时虚拟语气(λυθῇ,无 ἄν,系史诗与挽歌体诗歌的常见用法),意为“在脱离生命之前”。βιότοιο 为分离属格。
- 8.76χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς / ἑσσάμεθʼ
动词 ἕννυμι(“穿上、披戴”)的直陈式第一过去时中动语态第一人称复数(ἑσσάμεθα 发生元音省音),带宾格 χθόνα 作直接宾语。“披戴泥土”是诗歌中表达被安葬入土的隐喻手法。
- 8.77λᾶας ὁ μὲν ... ὁ δʼ
拟人化家族墓中两块墓碑(或墓石的两面)的对比句式。λᾶας ὁ μέν(“其中一块石头,我……”)与后文的 ὁ δέ(“另一块石头,我……”)相呼应,分别道出父子两位额我略与母子农娜、凯萨里奥斯的安葬之所。
