- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.42-8.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略以多首铭诗赞颂其母亲农娜在圣台旁祈祷时安息并蒙召升天的神圣离世,将她虔诚的一生与终局同旧约义人及殉道者相提并论。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Νόννʼ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα, μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.
纳齐安的额我略,致同一位母亲: 神圣的农娜啊,你将整个生命奉献给神, 最后将灵魂作为纯洁的祭品献上; 因为正是在这里祈祷时你离别了生命;我的母亲啊, 那圣台为你的离世赋予了荣耀。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν τῆσδε πατήρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης μήτηρ δʼ εὐχομένη πὰρ ποσὶ λῆξε βίου, Γρηγόριος Νόννα τε μεγακλέες· εὔχομʼ ἄνακτι τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.
纳齐安的额我略,致同一位母亲: 我的父亲是这圣台伟大的事奉者, 母亲则在祈祷中于其足旁终结了生命, 名扬四海的额我略与农娜;我向主祈求, 使我也能得着这般的生命与结局。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν “πολλά, τράπεζα φίλη, Νόννης καὶ δάκρυʼ ἐδέξω· δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην.” εἶπε καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δʼ ἄρα μοῦνον, παῖδʼ ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.
纳齐安的额我略,致同一位母亲: “心爱的圣台啊,你领受了农娜许多的泪水; 也请领受这灵魂吧,最后的祭品。” 她说罢,心便从肢体中飞去;然而只有一件事, 她仍在切念着子女中尚留于世的孩子。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἔνθα ποτʼ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης, μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ·1 εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ. γράψατʼ ἐπερχομένοις θαῦμα τόδʼ, εὐσεβέες.
纳齐安的额我略,致同一位母亲: 曾在此处祈祷的农娜,其心智高飞至此, 以至连灵魂也随同被接引的心智而去; 而这祈祷之人的遗体正卧在神圣的圣台旁。 敬虔的人们啊,请为后来之人记录下这件奇迹吧。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν τίς θάνεν ὡς θάνε Νόννα, παρʼ εὐαγέεσσι τραπέζαις, τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη; τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.
纳齐安的额我略,致同一位母亲: 有谁如农娜这般死去,在洁净的圣台之旁, 双手抚摸着神圣的木案? 有谁曾解开这祈祷中的农娜的姿态?就连遗体也秉持敬虔, 曾何等切望长久留在那处!
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἔνθα ποτʼ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν ἔρχεο· ἡ δʼ ἐλύθη σώματος ἀσπασίως, χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν, τῇ δʼ ἔτι λισσομένη· ἵλαθι, Χριστὲ ἄναξ.
纳齐安的额我略,致同一位母亲: 曾在此处祈祷的农娜,神自天上对她说: “来吧!”; 她便欣然从肉躯中脱离, 两手之中一只紧握圣台, 另一只仍在祈求:“主基督啊,施恩怜悯吧!”
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος,2 καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα, πάντʼ ἐκένωσα φέρουσα· τὸ δʼ ἔσχατον, ἔνθεν ἀέρθην νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.
纳齐安的额我略,致同一位母亲: 我生自敬虔之根,成了司祭之骨肉, 亦为母亲;向着基督,我将身躯、生命与眼泪 全然倾倒献上;而在这最后,我从此处被接引升天, 在圣殿中留下了衰老的躯体,我农娜。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ μητέρʼ ἐμὴν πρώτην οἶδε τράπεζα τόδε, ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη εἰσέτι λισσομένη σώματι Νόννα φίλη.
纳齐安的额我略,致同一位母亲: 信心迁移了以诺与以利亚,而在妇人之中, 圣台深知此事以我的母亲为第一人, 心爱的农娜伴随着无血的祭献从此处被接引升天, 肉身之中仍在不住祈求。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν οὐ νόσος, οὐδέ σε γῆρας ὁμοίιον, οὔ σὲ γʼ ἀνίη, καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν ἀλλʼ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης, εὐχομένη Χριστῷ, Νόννʼ, ἀπέδωκας ὄπα.
纳齐安的额我略,致同一位母亲: 疾病、残酷的衰老与悲苦, 虽已年迈,我的母亲啊,皆未曾将你压垮; 但在圣台纯洁的足旁,你未受损伤、未曾屈折, 向着基督祈祷时,农娜啊,你交出了声息。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην μῆτερ ἐμή, σὺ δʼ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον.
纳齐安的额我略,致同一位母亲: 亚伯拉罕将儿子献为神的祭牲,闻名的耶弗他 亦献上了女儿,二者皆为伟大的牺牲; 我的母亲啊,你献上了圣洁的生命,并在最后 献上了灵魂,农娜啊,那祈祷中可悦的祭物。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἦ ποθέουσα τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι, Νόννα, Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.
纳齐安的额我略,致同一位母亲: 心爱的撒拉啊,你为何抛下了自己的以撒?难道是切望 尽快投入神圣心志的额我略——亚伯拉罕的怀抱之中吗, 农娜啊?甚至未曾死在圣殿与祭献之外, 这确是何等重大的奇迹。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ· τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς, εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.
纳齐安的额我略,致同一位母亲: 殉道者们啊,愿你们施恩眷顾;在劳苦上,心爱的农娜绝不逊色, 无论是在隐秘还是公开的交战之中; 正因如此,她得享了如此的生命终局, 使祈祷与生命归于同一个终点。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἡ Τριὰς ἣν ποθέεσκες, ὁμὸν σέλας, ἕν τε σέβασμα, ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα, εὐχομένην ζωῆς δὲ τέλος καθαρώτερον εὗρες. οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνά, οὐδʼ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς, μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.
纳齐安的额我略,致同一位母亲: 你所热望的三位一体,同一光辉与同一敬拜, 在你祈祷时将你从大殿中接引至天庭,农娜啊, 你得着了更为纯洁的生命终局。 你从未将纯洁的双唇与不洁的双唇相接, 乃至进餐亦未将洁净之手与不信的掌心相握, 我的母亲啊;在祭献中离世,正是你的赏报。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα, ἔνθα ποτʼ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε· καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δʼ ἐνθάδε κάλλιπε νηῷ.
纳齐安的额我略,致同一位母亲: 辉煌且极明耀的天使接引了你,农娜啊, 当你曾在此处祈祷、肢体与心智皆洁净之时; 他带走了你的一部分,而将另一部分留在此处圣殿中。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν νηὸς ὅδʼ (οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι), ψυχῆς οἰχομένης, μοῦνον ἐπέσχε δέμας, ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ, σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.
纳齐安的额我略,致同一位母亲: 这圣殿——因留住农娜的全身是不合天理的—— 在灵魂离去后仅留下了躯体, 为使她复苏之时能从此处更洁净地被接引升天, 使那多受劳苦的身躯披戴上荣耀。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι, εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστὶν τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.3
纳齐安的额我略,致同一位母亲: 圣洁者中或有人可与农娜其他的崇高美德相较, 但与她祈祷的程度相竞是不合宜的: 那在祈求中解脱的生命终局正是明证。
- 8.45μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ
μέσφʼ ὅτε 是表示“直至……时”的连词。ἀειρομένῳ 为阳性与格分词,承接前一行的 νόος(心智、精神);意指她在祈祷中心智飞扬得如此崇高,以致连灵魂(ψυχή)也随同这被接引升空的心智而去。
- 8.48ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος
诗中的叙述者转变为已故母亲农娜的第一人称(拟墓碑自述)。ῥίζης 为表来源的属格(“我生自敬虔之根”),σὰρξ ἱερῆος(“司祭之肉躯”)则用作表语,借用了创世记中夫妻成为“一体”的圣经表达。
- 8.56τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος
τέκμαρ(“凭证、印记”)用作同格宾语(apposition to the sentence),承接前文“不可与她的祈祷相竞”之意。随后的 βιότοιο τέλος(“生命的终局”)与 τέκμαρ 同格,表明她在祈求中安息的结局(λιτῇσι λυθέντος)本身就是其祈祷无与伦比的明证。
