← 希腊诗选

希腊诗选 卷二

§8.28-8.41

赞颂母亲农娜虔敬一生的墓铭

额我略将异教哲学家的虚饰与神话同其母农娜的真正虔敬作对比,多方面歌颂了她在圣殿中祈祷而逝的安详结局、为家人代求所显的奇迹,以及将遗体托付于殉道者身旁的纯全牺牲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
28

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκʼ ἐτώσια φυσιόωντα καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν Νόννα δʼ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ τῇδέ ποτʼ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη, καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι, Σουσάννῃ, Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.

纳齐安的额我略,致同一位母亲: 恩培多克勒啊,埃特纳烈火的喷口立时显明了 你不过是在徒然傲慢喘息的凡人; 农娜却未曾跳入火口,而是在这圣台 之旁祈祷,作为纯洁的祭品从这里被接引升天, 如今在虔诚的妇女中大放异彩, 在苏撒拿、玛利亚与诸位哈拿之中,成为巾帼的柱石。 纳齐安的额我略,致同一位母亲:

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,1 καὶ σὺ γʼ Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε· ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι· θυμῷ δʼ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον, χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, ἥλατʼ ἐπουρανίην εἰς ἄντυγα ὡς ποθέεσκεν, τρίσμακαρ ἐν νηῷ σῶμʼ ἀποδυσαμένη.

赫拉克勒斯、恩培多蒂谟、特罗丰尼俄斯啊,从神话中退却吧, 还有虚夸的阿里斯泰俄斯不可信的傲慢啊; 你们终究是凡人,在所受之苦中并非有福; 农娜却以男儿般的英气斩断了生命的旅程, 承载基督,事奉十字架,傲视尘世, 如她所热望的那般纵身跃入属天的天穹, 在圣殿中卸下了身躯,三倍福乐之人啊。

30

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Γρηγόριον βοόωσα παρʼ ἀνθοκόμοισιν ἀλωαῖς ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι,2 χεῖρας δʼ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι, Γρηγόριον βοόωσα· τὸ δʼ ἔζεεν αἷμα τεκούσης ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς· τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.

纳齐安的额我略,致同一位母亲: 在百花修剪的园囿之旁呼喊着“额我略!”, 我的母亲啊,你迎接着自异邦归来的人们, 向心爱的孩子们伸出慈爱的双手, 呼喊着“额我略!”;母亲的热血 为两个儿子而沸腾,尤为她乳哺长大的骨肉; 因此,母亲啊,我也以如此多的铭诗回报了你。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν, ἄλλη δʼ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης, ἄλλη δʼ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις, δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις· Νόννα δʼ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.

纳齐安的额我略,致同一位母亲: 有的妇人因持家的辛劳而享有盛名, 有的因温婉与持重, 有的因虔敬之功与肉身的克苦, 因眼泪、祈祷以及周济穷人的双手; 农娜却在诸事上皆受歌颂;若可以称此为 终局,她是在祈祷中安然离世。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὡς ἐπόθησα, οἴχομαι εἰς ζωήν, Γρηγόριʼ, οὐρανίην καὶ γὰρ πόλλʼ ἐμόγησας ἐμὸν κομέων πατέρος τε γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη· ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα δεξόμεθʼ ἡμετέροις φάεσι προφρονέως.

纳齐安的额我略,致同一位母亲: “我乳哺的孩子,神圣的嫩枝,正如我所热望的, 我正前往属天的生命中去,额我略啊; 因为你照料我和你父亲的晚年备尝艰辛, 这一切基督伟大的卷册亦皆记录; 然而,爱儿啊,跟随你的双亲而来吧,我们必当即刻 极其欣然地在我们自己的光辉中迎接你。”

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης, σῶμα δʼ ἄρʼ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα. Μάρτυρες, ἀλλʼ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην, αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.

纳齐安的额我略,致同一位母亲: 农娜生着双翼的灵魂飞向了天空, 而她的身躯我们自圣殿中移出,安放在殉道者们身旁。 殉道者们啊,请接纳这盛大的祭品吧,那经历了千辛万苦、 追随你们血迹的肉躯, 追随你们的血迹,因为她以经久的劳苦, 消解了那毁灭灵魂者巨大的权势。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν οὐ μόσχων θυσίην σκιοειδέα, οὐδὲ χιμάρρων, οὐδὲ πρωτοτόκων Νόννʼ ἀνέθηκε Θεῷ· ταῦτα νόμος προτέροισιν, ὅτʼ εἰκόνες· ἡ δʼ ἄρʼ ἑαυτὴν δῶκεν ὅλην βιότῳ, μάνθανε, καὶ θανάτῳ.

纳齐安的额我略,致同一位母亲: 既非牛犊如影般的祭祀,亦非山羊, 更非头生的牲畜,农娜未曾将这些献于神; 那是古人的律法,当时皆为预表;而她,当明了, 在生时与死时皆将自己全然奉献。

35

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν εὐχομένη βοόωσα παρʼ ἁγνοτάτῃσι τραπέζαις Νόννα λύθη, φωνὴ δʼ ἐδέθη καὶ χείλεα καλὰ γηραλέης. τί τὸ θαῦμα; θεὸς θέλεν ὑμνήτειραν γλῶσσαν ἐπʼ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι· καὶ νῦν οὐρανόθεν μέγʼ ἐπεύχεται ἡμερίοισιν.

纳齐安的额我略,致同一位母亲: 在最神圣的圣台旁出声祈祷时, 农娜得以解脱,而老妇人的声音与美丽的双唇 被封存。有何可奇?神定意让这唱赞歌的 舌头在留下吉言之后落锁关闭; 如今她自天上正极力为凡人代祷。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας, μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρός· λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ.

纳齐安的额我略,致同一位母亲: 敬畏神的农娜以祈祷为心爱的儿女 平息了大海,并出人意料地将他们从东方与 西方的极处召聚而来——这是母亲的爱,伟大的荣耀; 她又为丈夫驱除了苦痛的疾疫; 更奇妙的是,她在祈祷中辞世于圣殿之内。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν, σεισμῶν τε κρυερῶν, καὶ ἄγρια κυμαίνοντος οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες· ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι, καὶ σύ, τεκοῦσα, μάκαιρα ἐν εὐχωλῇσι θανοῦσα.

纳齐安的额我略,致同一位母亲: 你曾多次从疾病、痛苦的骚乱、 凄厉的地震以及狂暴翻腾的 波涛中拯救了我,因你蒙神眷顾; 然而父亲啊,如今仍请以大能的祈祷救我, 而你,生我的母亲,在祈祷中死去的福乐之人,亦当如此。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Νόνναν ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι, καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα, Γρηγορίου ἱερῆος ὁμόζυγα, καὶ πραπίδεσσιν εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω.

纳齐安的额我略,致同一位母亲: 因属天的光辉而欢欣的农娜, 圣洁之根常青的枝条, 司祭额我略的伴侣,在明哲中 作为圣洁儿女的母亲,我这坟墓正拥抱着她。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι, καὶ νηοῖο πέδον δάκρυσι δευόμενον, σοί, Νόννα ζαθέη, τοίην βιότοιο τελευτὴν ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.3

纳齐安的额我略,致同一位母亲: 祈祷、所爱的叹息、不眠的长夜, 以及被泪水浸湿的圣殿地面, 神圣的农娜啊,赋予了你如此的生命终局: 在圣殿中领受死亡的判决。

40

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή, πάνθʼ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλοις, ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλʼ ἄρα καὶ τὴν ὑστατίην νηῷ λεῖπες ἀειρομένη.

纳齐安的额我略,致同一位母亲: 光耀的农娜啊,只剩下声音留给了你, 在你将一切作为自纯洁心灵而出的圣洁祭品 全然倾入巨大的榨坊之后;然而甚至这 最后的声音,你亦在升天之际留在了圣殿中。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα, φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι τόνδε βίον πάσης ἁγνότερον θυσίης.

纳齐安的额我略,致同一位母亲: 农娜亦未在芬芳的圣殿之外死去; 君王基督抢先夺去了 祈祷之人的声音;因为她切望在祈求中完成 这比一切祭献更为纯洁的生命。

语法注3 条
  1. 8.29εἴξατε μύθων

    动词 εἴξατε(源自 εἴκω,退让、让路)支配表示分离的属格 μύθων(神话、虚构)。意为“从神话中退却”或“让出神话之席”,指这些异教传说的虚妄之谈在基督教真正德行面前应当退避。

  2. 8.30ξείνης ἄπο νισσομένοισι

    带介词短语 ξείνης ἄπο(自异乡)的现在分词阳性与格复数 νισσομένοισι 由动词 ἤντεο(ἀντάω 的史诗/伊奥尼亚式未完成过去时,意为‘迎接’,支配与格)所支配,指代自异乡归来的额我略与其弟凯撒里俄斯。

  3. 8.39ψῆφον ἑλεῖν θανάτου

    第二不定过去时不定词 ἑλεῖν(源自 αἱρέω)带宾语 ψῆφον(投票的石子、判决)及说明属格 θανάτου(死亡),构成习语表达,意为“领受死亡的判决/抽中死亡之签”(即经历死亡)。它充当解释性不定词,具体说明前文的宾格短语 τοίην βιότοιο τελευτήν(生命的如此终局)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.28-8.41