- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.14-8.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略为其父老额我略作墓志铭,赞颂其圣洁生涯、牧养之功及职分之传承(14-23),继而悼念在祭坛前虔敬离世的母亲农娜之德行与终局(24-27)。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος, ὅν ποτε τηλόθʼ ἐόντα χάρις μέγαν ἀρχιερῆα θήκατο νῦν δʼ ἱερῆς ἐγγὺς ἔχει Τριάδος.
纳齐安的额我略,致同一位父亲: 若有人自山岭之上成为纯全之声的秘仪领受者, 摩西便是如此,伟大额我略的心灵亦然; 恩典曾将身在远处的他立为伟大的大司祭, 如今更将他留于神圣三位一体的身旁。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν αὐτὸς νηὸν ἔρεψα Θεῷ, καὶ δῶχʼ ἱερῆα Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι, ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν, ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.
纳齐安的额我略,致同一位父亲: 我亲自为神建造了圣所的屋顶,并将闪耀着 纯洁三位一体光辉的司祭额我略奉献, 他是真理响亮的使者,信众的牧人, 兼通两种智慧的年轻领袖。 纳齐安的额我略,致同一位父亲:
Gregorius Nazianzenus εἰς τὸν αὐτόν τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης, τὴν δʼ ἀγανοφροσύνην ἄξιος1 ʽοὔ τι πλέον εὔξασθαι θέμις ἐστἴ· καὶ ἐς βαθὺ γῆρας ἵκοιο, τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.
我的孩子,在其他事上但愿你胜过父亲, 而在仁厚方面则无愧于他(再作祈求 便是不合神意了);愿你得享高寿, 蒙得这样一位照料者,福乐的人啊。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐκ ὄις, εἶτʼ ὀίων προφερέστατος· αὐτὰρ ἔπειτα ποιμήν, εἶτα πατήρ, καὶ νομέων νομέας, θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων, κεῖμαι Γρηγόριος Γρηγορίου γενέτης. ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;
纳齐安的额我略,致同一位父亲: 起初连羊也不是,继而成为群羊中最杰出者;在此之后 成为牧人,再后成为父亲,并成为牧人们的牧人, 将凡人与不死的大神聚为一体, 我额我略,额我略之父,安卧于此。 幸福、享尽天年、得育佳儿而死,作为大司祭的 大司祭之父,额我略;更有何求?
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον, ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.
纳齐安的额我略,致同一位父亲: 我虽未曾清晨就来到丰饶的葡萄园, 然而比先到之人却获得了更丰厚的工价, 我额我略,作为良牧,以温和的性情 为基督培育了更为庞大的羊群。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος· ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.
纳齐安的额我略,致同一位父亲: 我虽非圣洁之根的嫩枝,却成为虔敬 婚姻的首领,以及三位子女的父亲; 我曾统领同心同德的羊群;自此离去, 享尽了属地与属天的岁月。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Γρηγόριος, τὸ δὲ θαῦμα,2 χάριν καὶ πνεύματος αἴγλην ἔνθεν ἀειρόμενος ῥῖψʼ ἐπὶ παιδὶ φίλῳ.
纳齐安的额我略,致同一位父亲: 额我略——这是奇迹——自此升天之时, 将恩典与圣灵的光辉抛向了他所爱的儿子。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει, τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος· ὣς δʼ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομʼ, ἄγοις.
纳齐安的额我略,致同一位父亲: 珍珠虽小,却称雄于诸石; 伯利恒虽小,却承载了基督; 同样,我额我略亦领受了微小而至佳的羊群, 我所爱的孩子啊,我恳求你去牧养它。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα Γρηγόριος· σὺ δέ μοι τέκνον ἐπισταμένως σημαίνειν3 ζωῆς δὲ θύρας πετάσειας ἅπασιν, ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.
纳齐安的额我略,致同一位父亲: 牧人的长笛已由我额我略 置于你的双手;孩子啊,你当通晓 如何吹奏它;当为众人敞开生命之门, 并在顺时之日来到父亲的墓旁。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Στράψε μὲν οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη, στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, τῆμος ὅτʼ εἰδώλων ἔφυγε ζόφον ὡς δʼ ἐκαθάρθη, ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτʼ ἄγει.
纳齐安的额我略,致同一位父亲: 正如当初光芒照耀在山上基督变容之时的人们身上, 它亦照耀在纯洁额我略的心灵中, 正在他逃离偶像幽暗的时刻;既已得蒙洗净, 他至今仍以自己的祭献引导着他的子民。
Gregorius Nazianzenus εἰς τὴν μητέρα ἐκ τοῦ θυσιαστηρίου προσληφθεῖσαν παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον ἦμαρ κυριακόν. πένθεϊ πένθος ἅπαν, μῆτερ ἐμή, τίουσα, μόναις ὑπόεικες ἑορταῖς. εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις· χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.
纳齐安的额我略,致在祭坛前被接引的母亲: 对你而言,主日胜过了一切的言语与作为。 以悲悯敬重一切忧伤, 我的母亲啊,你唯独向节日俯首。圣所是你喜乐 与苦痛的见证; 整座殿宇皆被你的泪水封印,母亲啊, 唯独在十字架前泪水才得以凝固。
Gregorius Nazianzenus εἰς τὴν αὐτὴν μητέρα Νόνναν οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα,4 οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος· οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς. σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους. καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δʼ ἔκτοθι πᾶσι πέφανται· τοὔνεκα καὶ θείῳ σῶμʼ ἀπέλειπες ἕδει.
纳齐安的额我略,致同一位母亲农娜: 奉献祭礼的圣台从未见过你的背影, 亵渎之词亦从未出自你的唇齿; 笑容从未停留在你柔和的面颊上,秘仪领受者啊。 福乐之人啊,我对你隐秘的劳苦保持沉默。 内在既是如此,外在亦显明于众人; 因此你将肉躯留在了神圣的席位而离去。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν πῶς ἐλύθη Νόννης καλὰ γούνατα; πῶς δὲ μέμυκεν χείλεα; πῶς ὄσσων οὐ προχέει λιβάδας; ἄλλοι δʼ αὖ βοόωσι παρʼ ἠρίον ἡ δὲ τράπεζα οὐκέτʼ ἔχει καρποὺς τῆς μεγάλης παλάμης· χῶρος δʼ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δʼ ἱερῆες οὐκέτʼ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. χῆραι δʼ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ καὶ γάμος εὐζυγέων, κέρσατʼ ἄπο πλοκάμους, τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, τῆμος ὅτʼ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας,
纳齐安的额我略,致同一人: 农娜美好的双膝何以松脱?双唇 何以紧闭?何以不再自眼目倾注泉流? 其他人反而在墓旁号啕;但圣台 已不再拥有她那双慈爱大手的果实; 此地已失去圣洁的足迹,司祭们 亦不再将颤抖的手置于她头上。 寡妇与孤儿们啊,你们将如何是好?贞洁的女子们 与美满婚配的新妇们啊,剪下你们的发辫吧, 将她头上所夸耀的一切全都抛向尘土, 在那时,她在圣殿中卸下了衰朽的身躯。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν Σάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ, πρῶτα Χριστιανόν, εἶθʼ ἱερῆα μέγαν, σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα. Ἄννα, σὺ δʼ υἷα φίλον καὶ τέκες εὐξαμένη, καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ ἡ δʼ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν Νόννα δʼ ἀμφοτέρων ἔλαχε κλέος· ὑστάτιον δὲ νηῷ λισσομένη πάρθετο σῶμα φίλον.
纳齐安的额我略,致同一人: 聪慧的撒拉敬重她心爱的丈夫;然而母亲啊, 你将原本远离光明的崇高丈夫, 先使之成为基督徒,继而成为伟大的大司祭。 哈拿啊,你祈求便生下了爱子, 并作为纯洁的仆人撒母耳将他献于圣殿; 而另一位女子则在怀中接纳了伟大的基督; 农娜却兼得了二者的荣耀;在生命的最后, 在圣殿中祈祷着安放了她所爱的身躯。
- 8.16τὴν δʼ ἀγανοφροσύνην ἄξιος
τὴν ἀγανοφροσύνην 是限定宾格(关系宾格),修饰形容词 ἄξιος(“相称的”、“配得上的”)。它与前文的 πατρὸς καὶ φέρτερος εἴης(“愿你在其他方面胜过父亲”)相对立,表示“在温厚方面则当与父亲相称”。
- 8.20τὸ δὲ θαῦμα
作为副词性宾格(或整句的同位语)插入,意为“令人惊叹的是”。此处典引以利亚向以利沙投掷外衣的旧约事迹,强调父亲将圣灵恩赐传给儿子的非凡奇事。
- 8.22σημαίνειν
用于表示命令的不定式(命令性不定式),带有代词主语 σὺ。它与随后的愿望祈愿式 πετάσειας 和 ἀντιάσαις 并列,构成父亲对儿子的嘱托与劝勉。
- 8.25οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα
主语是 τράπεζα θυηδόχος(“承接祭物的圣台”),宾语为 νῶτα(“背影”),谓语动词为 ἔδρακε(“看见”)。此拟人手法(“圣台从未见过你的背影”)意指农娜在祈祷中从未背对圣坛,始终保持全然的虔敬。
