← 希腊诗选

希腊诗选 卷二

§8.211-8.228

对贪金盗墓暴行的告发与诅咒

额我略痛斥对黄金的盲目贪婪及其诱发的盗墓暴行,抒发了被毁陵墓的冤屈与正义女神的离弃,并对毁墓盗贼发出了严厉的诅咒与悲叹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
211

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς ὦ χρυσοῦ δολίοιο,1 πόσον κακὸν ἔπλεο θνητοῖς· ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν, τῶνδʼ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.

纳齐安的额我略,致同一些人: 虚妄的黄金啊,你对凡人而言是何等深重的祸患! 你在不义之中向生者与死者同样伸出了强夺之手; 因为我曾将自己的陵墓与白骨托付给他们看守, 如今我却覆灭于他们那污秽的双手之下。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς πάντʼ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτʼ αἰδὼς ἐκ ζώντων φθιμένοις· δέρκεο τόνδε τάφον, ὃν γʼ ἐλπὶς χρυσοῖο διώλεσε, τόσσον ἐόντα θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν.

纳齐安的额我略,致同一些人: 对于死者来说,一切都已逝去。我们何必自欺?生者对亡魂 再无丝毫敬畏。看一看这座陵墓吧, 仅仅是对黄金的贪念便将它彻底毁坏,而它曾是过路人的惊叹、 近邻之人的奇迹,如此宏伟壮丽。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν ῥίψατε, ἠὲ πυρὶ δάψατε παντοφάγῳ· λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι. δείδια, τόνδε τάφον τοῖα παθόνθʼ ὁρόων.

纳齐安的额我略,致同一些人: 我恳求你们:若我死去,请将我的尸身抛入江河或掷给恶犬, 或是让吞噬一切的烈火将它焚化; 这总好过丧生于贪恋黄金者的手中。 目睹这座陵墓遭受如此厄运,我满心恐惧。

​Gregorius Nazianzenus ἄλλο. δήποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδʼ εὗρε μόνον οἴγειν ἀπλήστοιο τάφους χερός.2 ὣς δὲ σὺ τόσσον σῆμα τόδʼ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις.

纳齐安的额我略,另一首: 当年居鲁士国王为了黄金掘开王家陵墓时, 只发现了这一行铭文: “开掘坟墓乃贪得无厌之手所为。” 而你,人啊,正是如此用不洁的双手开启了这座如此巍峨的墓标。

215

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς ὃς κακὸς οὐ φθιμένοισι, τάχʼ ἂν φθιμένοισιν ἀρήγοι ὃς δʼ οὐδὲ φθιμένοις, οὔποτʼ ἂν οὐ φθιμένοις. ὣς δὲ σὺ τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας, οὔποτʼ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην.

纳齐安的额我略,致同一些人: 对生者作恶之人,或许还会襄助死者; 但连死者都不肯襄助之人,绝不可能襄助生者。 既然你洗劫了死者的陵墓, 你就绝不会向生者伸出洁净之手。

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς Μαρτύρομʼ· οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι· μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις· οὐδὲ γὰρ οὗτος ἔχεν;χρυσὸν τάφος, ἀλλʼ ἐδαΐχθη· πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε Δίκη.

纳齐安的额我略,致同一些人: 我指天起誓:我一无所有;我作为贫寒的死者躺卧在此; 不要用你那屠戮坟墓的双手羞辱我; 因为即便是这座坟墓也没有黄金,却仍被摧毁; 贪财之人无孔不入。正义女神啊,快逃跑吧!

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς οἱ τύμβοι φθιμένοισιν ἀρήξατε εἶπον ἅπαντες, ἡνίχʼ ὁ λυσσήεις τόνδʼ ἐτίνασσε τάφον. οἱ νέκυες τύμβοισι· “ῥέξομεν; αὖθις ἀέρθη ὡς ἐπὶ βουκτασίῃ3 γαῖαν ἀφεῖσα Δίκη.”

纳齐安的额我略,致同一些人: 当那个狂暴之徒摇撼这座陵墓时, 所有的坟墓都呼喊道: “快去援救死者!” 死者对坟墓回答:“我们能做什么呢?正义女神如同当年因屠牛之罪离开尘世一般, 再次舍弃大地,升天而去了。”

​Gregorius Nazianzenus ὁμοίως ἤλυθεν εἰς Ἀίδην τις· ὁ δʼ ἔπτατο· ἄλλος ὄλεσσε θῆρας· ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον τούτων οὗτος ἀνήρ οὐ δεύτερον ἔργον ἔρεξεν, τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.

纳齐安的额我略,同前: 有人曾下入冥府;有人曾展翅飞翔;另有人曾诛灭 野兽;还有人曾为儿子建造曲折迷宫: 这个男人所做下的恶业绝不亚于那些伟绩, 他竟用不洁的双手击碎了这座陵墓。

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα· εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν καὶ σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς, τύμβον ἀναρρήξανθʼ, ὃν καὶ τρομέουσι φονῆες.

纳齐安的额我略,致同一些人: 你若为亡者筑起这般宏伟的纪念碑,算不得惊人之举; 但若你毁坏了如此巨大的工程,你在后世之人中必将臭名昭彰, 人们定会把你列入滔天恶徒之列, 因为你砸开了一座连杀人凶手都为之战栗的陵墓。

220

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δʼ ἀπὸ τύμβων χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει· ὄρυσσ’ ὄρυσσε πάντας· ἦ τάχʼ ἂν σέ τις τύμβος κʼ ἐξολέσειε πεσών, νεκύεσσι δʼ ἀρήγοι.

纳齐安的额我略,致同一些人: 黄金曾如雨般倾注给罗得岛人;但对你而言,铁刃从坟墓中 带来黄金,而铁刃带来的是祸患; 挖吧,把所有的坟墓都挖开吧!终会有某座坟墓 塌陷下来将你毁灭,从而为死者伸冤复仇。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τύμβος ἔην νῦν δʼ εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος. ταῦτα φιλοχρύσοις εὔαδε· ποῖα δίκη.

纳齐安的额我略,致同一些人: 我曾是一座陵墓;如今我不过是一堆乱石,不再是坟墓。 贪图黄金者以此为乐。这是何等正义!

​Gregorius Nazianzenus ἄλλο αἰαῖ καὶ τέφρη γενόμην, καὶ χεῖρας ἀλιτρῶν οὐκ ἔφυγον χρυσοῦ τίπτε χερειότερον;

纳齐安的额我略,另一首: 哀哉,我甚至化作了灰烬,却仍未能逃脱 罪人的双手。世间何物能比黄金更为险恶?

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σε τις ἔτλη, τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.

纳齐安的额我略,致同一些人: 若有人胆敢用不洁的双手将你推倒在地, 坟墓啊,我真为人类这整个族类感到惊怖颤栗。

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς τύμβος ἐγώ, σκοπιή τις ἀπʼ οὔρεος· ἀλλά με χεῖρες θῆκαν ἴσον δαπέδῳ· τίς τάδʼ ἄνωξε νόμος;

纳齐安的额我略,致同一些人: 我曾是一座陵墓,宛若山上的一座瞭望台;但众手 却将我夷为平地。何等法令吩咐过这等行径?

225

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος ἦλθʼ ἐπʼ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι.

纳齐安的额我略,致同一些人: 这曾是我死后的居所;然而铁刃 却临到了我的陵墓上。愿他人夺去你的居所!

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τὴν σκαπάνην ἐπʼ ἄρουραν, ἐμῷ δʼ ἐπὶ σήματι βάλλειν δάκρυα, μὴ παλάμας·4 ἥδε δίκη φθιμένων.

纳齐安的额我略,致同一些人: 当把铁锹用于田亩;而在我的墓标之上,当倾注 泪水,而非伸出双手:这才是属于死者的正道。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τὴν σκαπάνην ἐπʼ ἄρουραν ἐμοῦ δʼ ἀποχάζεο τύμβου, χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων.

纳齐安的额我略,致同一些人: 把铁锹用于田亩吧,从我的坟墓前退去, 退去吧!除了暴怒的死者,我这里一无所有。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς εἴ σ’, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν, πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο.

纳齐安的额我略,致同一些人: 贪婪之徒啊,若我早料到你会成为如此残害坟墓的凶徒, 这里早就会高高悬挂起木桩与酷刑轮盘了。

语法注4 条
  1. 8.211ὦ χρυσοῦ δολίοιο

    感叹词 ὦ 之后的感叹属格(genitive of exclamation)。其后动词 ἔπλεο 的主语是黄金本身,在此以呼告法哀叹其带来的灾祸。

  2. 8.214οἴγειν ἀπλήστοιο τάφους χερός

    格言式的名词谓语结构。不定式短语 οἴγειν τάφους 作为主语,属格 ἀπλήστοιο... χερός 作表示特征或所有的述语属格(“乃贪得无厌之手所为”),系动词 ἐστί 被省略。此句引用了传说中居鲁士开棺所见的铭文。

  3. 8.217ὡς ἐπὶ βουκτασίῃ

    介词 ἐπί 支配与格,表示动机、起因或契机(“因杀牛这一行径”)。典故出自赫西俄德与阿拉托斯的传统神话:在青铜时代,正义女神狄刻见人类开始杀食耕牛(βουκτασίη),遂决意舍弃人间升入天界。

  4. 8.226τὴν σκαπάνην ἐπʼ ἄρουραν, ἐμῷ δʼ ἐπὶ σήματι βάλλειν / δάκρυα, μὴ παλάμας

    不定式 βάλλειν 用作命令不定式(infinitive for imperative)。前半句省略了动作动词(如让锄头向着田亩),与后半句“向我的墓标倾注眼泪而非双手”形成工整的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.211-8.228