- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.229-8.254
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略在一连串短诗中谴责盗墓者的暴行与对黄金的盲目贪婪,阐明墓中唯有白骨与灰烬的虚妄,并对亵渎死者之人发出神谴与诅咒。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τίπτε μʼ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις.
纳齐安的额我略,致同一些人: 为何你要撬开我这一座空冢?对于来犯者, 我所掩藏的唯有白骨与尘灰。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλʼ ἐμὲ ᾦξεν, ὥς τινα τῶν πολλῶν, ἀνδροφόνος παλάμη· ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων, θνητοί, καὶ κτερέων. δεῦτʼ ἐπὶ νεκρά, κύνες· δεῦτʼ ἐπὶ νεκρά, κύνες. χρυσοῦ διφήτορες ἄνδρες ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.
纳齐安的额我略,致同一些人: 我曾是一座陵墓,诸墓中最巍峨者;然而屠夫之手 将我开启,如同对待凡庸众冢一般; 屠夫之手毁灭了我。凡人啊,莫再建造陵墓, 莫再置办随葬之物!恶犬啊,快来扑向死尸; 恶犬啊,快来扑向死尸!寻觅黄金的凶徒, 如今竟也从亡者的尘灰中搜刮黄金。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς ἄλλος τύμβον ἔγειρε, σὺ δʼ ὤλεσας· ἄλλος ἐγείροι σὸν τάφον, εἴγε θέμις· ἄλλος ἔραζε βάλοι.
纳齐安的额我略,致同一些人: 一人筑起陵墓,你却将它摧毁。若合乎天道,愿另一人 筑起你的坟墓,再由另一人将它打落于地。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι· φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι.
纳齐安的额我略,致同一些人: 贪财之徒如今甚至对死者下手; 亡魂啊,若你们还有力气,快从坟墓中逃离吧。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τίπτε μʼ ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας.
纳齐安的额我略,致同一些人: 为何撬开我?我所承载的 唯有死者无力的头颅;白骨即是坟墓全部的财富。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας.
纳齐安的额我略,致同一些人: 当避开盘踞于我身上的亡灵;因为作为陵墓,我别无他物; 白骨即是坟墓全部的财富。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε, οὔποτʼ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις.
纳齐安的额我略,致同一些人: 贪恋黄金之徒啊,即使整座坟墓原是一座黄金之殿, 你也绝不该对死者施以这等暴行之手。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς λήθη καὶ σιγὴ νεκύων γέρας· ὃς δʼ ἀλάπαξεν, οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.
纳齐安的额我略,致同一些人: 遗忘与寂静乃是死者的尊荣;但那洗劫它的凶徒, 却使我的陵墓成了众人口中的唱词。
Gregorius Nazianzenus ὁμοίως πάντʼ ἔχετε ζώοντες· ἐμοὶ δʼ ὀλίγοι τε φίλοι τε λᾶες τῷ φθιμένῳ· φείδεο τοῦ νέκυος.
纳齐安的额我略,同前: 生者啊,你们拥有一切;而对于已死的我, 唯有几块亲爱的乱石。怜悯死者吧!
Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς οὐ χρυσοῦ δόμος εἰμί· τί τέμνομαι; αὐτὸς ἔγωγε τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες.
纳齐安的额我略,致同一些人: 我并非黄金之殿;为何要将我凿裂?我自己便是 你所撬动的陵墓;我的财富便是死者。
Gregorius Nazianzenus ὁμοίως τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων νῦν δʼ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.
纳齐安的额我略,同前: 我曾是一座陵墓,是近邻之人的荣耀; 如今我却成了极恶之手的罪证之柱。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν χρυσὸν1 ἐμοὶ δʼ οὐδὲν πλὴν φθιμένων κτερέων.
纳齐安的额我略,致同一些人: 若你怀有极度贪金之心,理当去开掘别处的黄金; 对于我,除了死者的随葬之物外一无所有。
Gregorius Nazianzenus ὁμοίως μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ.
纳齐安的额我略,同前: 莫将赤裸的死者暴露于凡人眼前,否则他人也将使你 赤裸受辱;而黄金往往不过是一场梦。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν, ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν;
纳齐安的额我略,致同一些人: 凡人对生者施以强暴难道还不够吗, 你们竟急于从死者身上榨取黄金?
Gregorius Nazianzenus ὁμοίως ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδʼ ὁρῶντες σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην.
纳齐安的额我略,同前: 看见这巍峨墓标遭受何等毁坏的人们啊, 保护你们自己的坟墓吧!用乱石砸死这盗墓凶顽!
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν;
纳齐安的额我略,致同一些人: 是谁将自古便掩埋于坚石之下、贫寒如我的死者, 暴露在凡人眼前?
Gregorius Nazianzenus ὁμοίως τίπτε τάφον διέκερσας ἐμόν, τάλαν; ὣς διακέρσαι σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.
纳齐安的额我略,同前: 不幸的恶徒啊,为何将我的坟墓斩断摧毁?愿神同样 斩断你的性命,你这贪恋黄金的灾殃!
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν2 οὗτος ἀνήρ οἴμοι, ὡς βραδύπους σύ, Δίκη.
纳齐安的额我略,致同一些人: 深渊地狱原不过是神话虚言,否则这恶徒怎敢撬开坟墓。 哀哉,正义女神啊,你的脚步何其迟缓!
Gregorius Nazianzenus ὁμοίως ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός· οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδʼ ἀνέῳξε τάφον.
纳齐安的额我略,同前: 正义女神啊,你的脚步何其迟缓,深渊地狱也不再令人畏惧; 否则这恶徒绝不会撬开这座陵墓。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς ὤμοσα τοὺς φθιμένους, καὶ ὤμοσα Τάρταρον αὐτὸν, μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.3
纳齐安的额我略,致同一些人: 我指着亡魂起誓,我指着深渊本身起誓, 绝不向毁墓凶徒投以慈悲之眼。
Gregorius Nazianzenus ὁμοίως οὔρεα καὶ πρῶνες τὸν ἐμὸν τάφον ὥς τινʼ ἑταῖρον κλαύσατε· πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος.
纳齐安的额我略,同前: 群山啊,山岭啊,请如为同伴一般为我的陵墓哀哭; 愿每一块碎石都砸落在砍伐陵墓之人的身上。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος· ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον.
纳齐安的额我略,致同一些人: 我是富有的贫者:墓表宏伟,内无黄金; 当知你正在羞辱一具最不可侵犯的尸骸。
Gregorius Nazianzenus ὁμοίως κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων, μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.
纳齐安的额我略,同前: 纵使你一路挖掘直至我深处的底端, 你的辛劳终究也只能收获白骨。
Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις.
纳齐安的额我略,致同一些人: 凿吧,就在这里凿开吧!因为对于渴望石块的人而言, 这座陵墓满是黄金;但其余一切皆是尘土。
Gregorius Nazianzenus ὁμοίως γαῖα φίλη, μὴ σοῖσι θανόνθʼ ὑποδέχνυσο κόλποις τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον.
纳齐安的额我略,同前: 亲爱的大地啊,当那沉湎于盗墓之利的人死后, 切莫将他接纳进你的怀抱。
Gregorius Nazianzenus ὁμοίως ὑβριστὴς ἐπʼ ἔμʼ ἦλθε τὸν οὐ ζώοντα σίδηρος· καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.
纳齐安的额我略,同前: 狂妄的铁刃侵犯了我这已无气息之人; 它企图得到黄金,却只发现了一具贫寒的尸身。
- 8.240ἄλλον ὀρύσσειν χρυσὸν
不定式 ὀρύσσειν 具有命令语气功能(命令性不定式),作为条件从句 εἰ ... ἔχεις 的归结主节:“理当去开掘别处的黄金!”(亦可视为省略了 δεῖ 等无人称动词,但以祈使/命令性不定式理解最为直截)。
- 8.246ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν
连词 ἐπεί 后接 ἄν 与过去直陈式(不定过去时)ἔῳξεν,构成与事实相反的归结从句,表达反事实的前提推论:“因为[否则的话]此人断不至于开掘陵墓”。
- 8.248ὤμοσα ... μήποτε ... φέρειν
表示起誓的动词 ὤμοσα(ὄμνυμι)后接否定词 μήποτε 与不定式 φέρειν,构成誓约从属结构,意为“发誓决不投以……”。
