← 希腊诗选

希腊诗选 卷二

§8.194-8.210

谴责为财盗墓的恶邻并呼求神罚

额我略痛斥因贪恋黄金而洗劫并破坏坟墓的近邻,严厉谴责其甚至不配领受圣餐的不敬恶行,并呼求神圣正义对盗墓者施以降罚与复仇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
194

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες τοῦθʼ ὅπερ εἰλήφεις; ἢ κακὸς ἦσθʼ ἂν ἄγαν. εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην, καὶ τόδʼ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος;

纳齐安的额我略,致同一些人: 若是我私下将黄金交付于你一人,你难道不会保管 所领受的物品吗?若不保管,你便是极恶之人。 但你若挖掘坟墓这受人敬畏的托付之物, 而且是为了黄金,请问,你配受怎样的惩罚?

195

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τοὺς ζῶντας κατόρυσσε· τί γὰρ νεκροὺς κατορύσσεις; ἄξιοί εἰσι τάφων, οἳ σὲ ζῆν εἴασαν οὕτω, τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον.

纳齐安的额我略,致同一些人: 去把活人埋葬吧!为何要掘开死者? 那些容许你这般活着的、容许你侮辱亡魂又贪图黄金的人, 他们才当受死入墓。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν δέξῃ θαρσαλέως, ἢ Θεὸν ἀγκαλέσεις χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.1

纳齐安的额我略,致同一些人: 可悲的人啊,你怎敢用你那双手毫无惧色地领受 奥秘的圣粮,又怎敢用掘开我坟墓的双手 去呼求上帝?若是你逃脱了正义的惩罚, 那么义人便再无任何赏报了。 纳齐安的额我略,致同一些人:

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς φησὶ Δίκη· “τίς πίστις, ὅτʼ ὤλεσας ὃν λαγόνεσσι σῇσιν ἔδωκα, νέκυν, γαῖα φίλη, φθίμενον;” “οὐ γαίη μʼ ἐτίναξεν ἀτάσθαλος ὤλεσεν ἀνήρ, καὶ φιλοκερδείης εἵνεκα. τοῦτον ἔχε.”

正义女神说:“亲爱的大地,当我将死者交托于你的怀中, 你却将他毁坏,世间还有何信任可言?” “并非大地摇撼了我;是一个狂悖之徒因贪财 而毁掉了我。快去擒拿他!”

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς πρόσθε τάδʼ ἦεν ἄσυλα· θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν ἵλαος· εἰ δὲ νέκυς, ὄψεθʼ ὁ τυμβολέτης.

纳齐安的额我略,致同一些人: 从前这些皆是不可侵犯的:上帝与死者。然而上帝 满怀慈悲;而死者是否〔如此〕,毁墓之人自会见分晓。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε κλαύσομʼ ἀποφθιμένους, κλαύσομʼ ἄγος παλάμης.

纳齐安的额我略,致同一些人: 复仇女神们必会令你陷入疯狂;而我 将为死者痛哭,为这双手的罪愆哀泣。

200

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις. νεκρῶν καὶ τάδε γʼ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον εὕρωσιν παλάμην, σήματα τοῖα χέειν.

纳齐安的额我略,致同一些人: 筑墓的人啊,住手吧,不要再在大地的深处 埋藏死者了;向毁墓之人屈服吧。 筑起这般的墓标,不过是死者徒然招引贪财之手的 拙劣算计罢了。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τίς σ’ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος;

纳齐安的额我略,致同一些人: 贪得无厌之徒,是谁怂恿你换取如此深重的恶行, 去博取那微薄且甚至根本不存在的利益?

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους, ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων. γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους.

纳齐安的额我略,致同一些人: 石柱与坟墓,永别了!死者的墓标啊, 我再也不会借着纪念碑来宣扬亡灵, 既然邻人已经毁去了我那显赫的陵墓。 亲爱的大地啊,请你替我接纳这些逝者吧。

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς στῆλαι, καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων, τύμβοι, καὶ φθιμένων ἄφθιτε μνημοσύνη, σεισμὸς πάντα βράσειεν, ἐμοῖς νεκύεσσιν ἀρήγων, οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος.

纳齐安的额我略,致同一些人: 石柱啊,山中如巨人杰作般的平石陵墓啊, 死者不朽的记忆啊, 愿地震翻腾一切,以拯救我的死者, 因那毁灭性的执铁之手已然临到他们头上。

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς ἡνίκα τὸν περίβωτον ἐπʼ οὔρεος, ἄγριε Τιτάν, τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας, ὡς δʼ ἔσιδες, πῶς χεῖρες ἐπʼ ὀστέα; ἦ τάχα κέν σε τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδʼ ἕνα τύμβον ἔχειν.2

纳齐安的额我略,致同一些人: 凶蛮的提坦啊,当你掘开山上这远近闻名的陵墓时, 你如何敢直视那些尸骸? 既然看了,双手又怎能伸向白骨?若是他们被许可与你共处一墓, 定然早已将你扣留在那里了。

205

​Gregorius Nazianzenus πρὸς τοὺς αὐτούς σήματα, καὶ σποδιή, καὶ ὀστέα, οἵ τε πάρεδροι δαίμονες, οἵ φθιμένου ναίετε τόνδε λόφον, τόνδʼ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν. τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον.

纳齐安的额我略,致同一些人: 墓标啊,灰烬啊,白骨啊,以及居于死者这片丘陵的 侍从神灵们啊, 请惩治洗劫你们的恶徒; 而邻人们所有的眼泪,皆倾注于你们。

​Gregorius Nazianzenus κατὰ τυμβωρύχων Τύμβοι, καὶ σκοπιαί, καὶ οὔρεα, καὶ παροδῖται, κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην ἠχὼ δʼ ἐκ σκοπέλων Πυματηγόρος ἀντιαχείτω τῶνδε περικτιόνων κλαύσατε τυμβολέτην.

纳齐安的额我略,斥盗墓者: 坟墓啊,峰峦啊,群山啊,过路之人啊, 请为我的陵墓哭泣,请为毁墓之人哭泣! 愿悬崖上复述末语的回声, 向这些近邻应和着响彻: “请为毁墓之人哭泣!”

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες· οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην. εἰ τάδʼ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ, πᾶσι τεὴν ἐπέχειν ἁρπαλέην παλάμην.3

纳齐安的额我略,致同一些人: 杀戮吧,掠夺吧,贪图不义之财的恶徒们! 没有人会遏止你们对钱财的贪婪。 恶徒啊,既然你敢为了恶毒的黄金而犯下此等罪行, 甚至向一切事物伸出强夺的手爪。

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ, ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν, ἐκ δʼ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων.

纳齐安的额我略,致同一些人: 此人凭着虚妄的期盼洗劫了我心爱的坟墓—— 这是我离世时带走的唯一产业; 愿某个恶人也用双手将他毁灭, 并在毁灭之后,将他抛弃在远离父祖坟墓的地方!

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον, οὔρεος ἄκρης τῆσδʼ ἀναειρόμενον ἡλίκον ὁσσατίης; χρυσὸς ἔθηξε μάχαιραν ἐπʼ ἀνδράσι· χρυσὸς ἄπληστον κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην κἀμὲ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον ἐλπισθείς· χρυσοῦ δεύτερα πάντʼ ἀδίκοις.

纳齐安的额我略,致同一些人: 是谁洗劫了我心爱的陵墓——那座从这巍峨山巅 高高耸立的宏伟墓冢? 黄金为人磨砺了刀刃;黄金让贪得无厌的 水手葬身于冬日的波涛; 而黄金仅仅被期盼着,便摧毁了我这座宏伟美丽的陵墓; 在不义之徒眼中,万物皆次于黄金。

210

​Gregorius Nazianzenus εἰς τοὺς αὐτούς πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης κύμασι πλαζόμενον, πολλάκι θηρολέτου· ἤδη καὶ πολέμῳ τις ὃν ὤλεσεν ἀλλʼ ἐμὲ γείτων χωσθέντʼ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον.

纳齐安的额我略,致同一些人: 行路之人常为波涛中漂浮的遇难者收殓尸身, 也常埋葬被野兽撕碎的遗骸; 古来甚至有人埋葬了在战争中被自己击杀的仇敌;然而邻人 却洗劫了我这由外人之手筑起的陵墓。

语法注3 条
  1. 8.196ἦ ῥα δίκαιοι / οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.

    τάλαντα 在此语境中指正义女神的“天平(审判)”或罪犯应受的“刑罚”。εἰ ... φύγοις 构成潜势条件从句,表达了一种荒谬的悖论:若毁墓者竟能逃脱审判,义人便毫无益处或赏报可言。

  2. 8.204ἦ τάχα κέν σε / τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδʼ ἕνα τύμβον ἔχειν.

    过去非真实条件句(与过去事实相反)。主句由 κέν (= ἄν) 搭配不定过去式直陈语气 σχέθον(ἔσχεθον 的无加符诗歌形式,主语为复数的亡者们),从句由 εἰ 搭配未完成过去式 ἦν 构成:“若允许死者们与你共处一墓,他们定会在那里将你擒住不放。”

  3. 8.207εἰ τάδʼ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ, / πᾶσι τεὴν ἐπέχειν ἁρπαλέην παλάμην.

    ἔτλης(动词 τλάω“竟敢”的第二人称单数不定过去式)统辖补充不定词 ἐπέχειν(伸出、加害),中性复数代词 τάδε 则预先指代了这一暴行:“恶徒啊,若你竟敢为了恶毒的黄金做出这等暴行,将贪婪的魔爪伸向一切。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.194-8.210