- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.1-8.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳齐安的额我略的早期墓志铭组诗:包括悼念约翰与狄奥多西的诗篇、深切追悼挚友大巴西略的十二首连续墓志诗,以及颂扬其父老额我略一生圣德与牧职的墓志铭。
Gregorius Nazianzenus ἐπιτύμβιον εἰς Ἰωάννην καὶ Θεοδόσιον ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς, θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον, ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε, καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου,
纳齐安的额我略,致约翰与狄奥多西的墓志铭: 此处的坟墓安息着形貌如神的崇高之士, 神圣的约翰,以及极卓越的狄奥多西, 他们丰盛的德行达至天穹之轮, 并显明他们是纯洁无瑕之光的分享者。
Gregorius Nazianzenus εἰς τὸν μέγαν Βασίλειον τὸν Καισαρείας ἐπίσκοπον τῆς ἐν Καππαδοκίᾳ σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο,1 Βασίλιε, Χριστοῦ λάτρι, φίλʼ, ὠιόμην ἀλλʼ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὒ μʼ ἀναείρας θήσεις ἐς μακάρων σήν τε χοροστασίην; μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔ ποτε σεῖο λήσομαι, οὐδὲ θέλων. Γρηγορίοιο λόγος.
纳齐安的额我略,致卡帕多细亚凯撒利亚的主教大巴西略: 身躯脱离灵魂而活,当先于我离你而存, 基督的仆人、我的挚友巴西略啊,我曾这般以为; 然而我却忍受着存留了下来。我们还迟延什么?难道你不愿将我提拔, 安置于福者与你同在的队列之中吗? 切莫舍弃我,切莫,我指着坟墓起誓:我决不会忘却 你,即便我心想如此。这是额我略的誓言。
Gregorius Nazianzenus εἰς τὸν αὐτὸν Βασίλειον τὸν μέγαν ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου, πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι, πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις οὐκ οἶον κόσμος δὲ μέγʼ ἴαχεν “ὤλετο κῆρυξ, ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος ”
纳齐安的额我略,致同一位大巴西略: 当怀神意的巴西略之灵魂,渴望自此离去, 而三位一体欣然将之接纳提去时, 天上全部的军旅皆欢庆他的前行, 而卡帕多细亚全城无不哀号悲泣; 不仅如此,整个世界皆高声呼喊:“宣讲者亡矣, 显赫和平之纽带绝矣!”
Gregorius Nazianzenus εἰς τὸν αὐτόν κόσμος ὅλος μύθοισιν ὑπʼ ἀντιπάλοισιν ἀεικῶς σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος· αἰαῖ· Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ. ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας καὶ βίοτον ἔφηνας καὶ βιότητι λόγον.2
纳齐安的额我略,致同一人: 整个世界在对抗的言辞之下丑陋地 震颤,这同具权能之三位一体的基业; 呜呼,巴西略紧闭的双唇却保持缄默。 醒来吧,愿风暴因你的言辞而平息, 亦因你的祭献而止息;因你唯独彰显了等同的生命, 并彰显了与生命相符的道。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν εἷς θεὸς ὑψιμέδων ἕνα δʼ ἄξιον ἀρχιερῆα ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε, ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον, Πόντου Καππαδοκῶν τε μέγα κλέος εἰσέτι καὶ νῦν, λίσσομʼ, ὑπὲρ κόσμου ἵστασο δῶρʼ ἀνάγων.
纳齐安的额我略,致同一人: 独一的神掌管至高,而我们这个世代 唯独在你身上见到了配得的大祭司,巴西略啊, 那真理响亮的声音使者,基督徒 明亮的眼目,闪耀着灵魂的荣美, 本都与卡帕多细亚人的极大荣耀;如今亦然, 我恳求你,继续为世界奉献祭礼而站立。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα θέντο με Καισαρέες, Γρηγορίοιο φίλον, ὃν περὶ κῆρι φίλησα· θεὸς δέ οἱ ὄλβια δοίη ἄλλα τε, καὶ ζωῆς ὡς τάχος ἀντιάσαι ἡμετέρης·3 τί δʼ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα τήκεσθʼ, οὐρανίης μνωόμενον φιλίης;
纳齐安的额我略,致同一人: 在此,凯撒利亚人安放了我,巴西略之子、大祭司巴西略, 额我略的挚友; 我从心底深爱着他;愿神赐给他其他福乐, 并让他尽速迎来我们的生命; 因在地上迁延而销蚀,思慕着天上的友谊, 又有何益处呢?
Gregorius Nazianzenus εἰς τὸν αὐτόν τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας, Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμʼ ἱερήων, ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης.
纳齐安的额我略,致同一人: 你虽仍在地上残喘微息,却将一切奉献 并归于基督——灵魂、肉体、言辞、双手; 巴西略啊,基督的极大荣耀,祭司们的支柱, 如今更是四分五裂之真理的支柱。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλʼ Ἀθῆναι, ὦ θείου βιότου τηλόθε συνθεσίαι, ἴστε τόδʼ, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν., Γρηγόριος δʼ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.
纳齐安的额我略,致同一人: 啊,言谈!啊,友谊共同的家园!啊,亲爱的雅典! 啊,昔日那神圣生活的约定! 可知晓此事:巴西略已如其所愿升入天堂, 而额我略却在地上双唇戴着枷锁。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Καισαρέων μέγʼ ἄεισμα, φαάντατε ὦ Βασίλειε, βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος· ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω Χριστός, ὅπως μίξῃ σ’ ὡς τάχος οὐρανίοις.
纳齐安的额我略,致同一人: 凯撒利亚人伟大的颂歌,至为辉耀的巴西略啊, 你的言论如雷鸣,你的生命如闪电; 然而你终究离开了神圣的主教座;基督如此意愿, 好使你尽速与天上的圣者同聚。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν βένθεα πάντʼ ἐδάης τὰ πνεύματος, ὅσσα τʼ ἔασι τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης.
纳齐安的额我略,致同一人: 你通晓圣灵的一切深奥,以及属于 属地智慧的一切;你曾是一座充满生气的圣所。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὀκτάετες4 λαοῖο θεόφρονος ἡνία τείνας, τοῦτο μόνον τῶν σῶν, ὦ Βασίλειʼ, ὀλίγον.
纳齐安的额我略,致同一人: 执掌怀神意之信众的缰绳达八年之久, 在你的伟业中,巴西略啊,唯有此事短暂。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης· Γρηγορίου τόδε σοι γράμμʼ ἐπιτυμβίδιον, μῦθος ὅδʼ ὃν φιλέεσκες· ἔχοις χερός. ὦ Βασίλειε, τῆς φιλίης καὶ σοὶ δῶρον ἀπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδʼ ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα.
纳齐安的额我略,致同一人: 别了,巴西略,纵使你离弃了我们,依然祝你安好; 这是额我略献给你的墓碑题字, 这篇你生前喜爱的辞句;愿你自手中接过,巴西略啊, 即便对你而言,这也是友谊最不愿奉上的赠礼。 巴西略啊,神圣的人,我额我略为你的尘灰, 献上了这组十二首的短诗。
Gregorius Nazianzenus εἰς τὸν ἑαυτοῦ πατέρα ἔνθʼ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε, πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης, μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης, νήδυμον ὕπνον ἔχω, Γρηγορίοιο δέμας· ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλʼ ἱερῆες ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.
纳齐安的额我略,致其父亲: 在这里,跨越了百岁之寿、超越了凡俗生命的, 在圣灵与主教座上达四十年之久的, 那位温和、言辞甜美、三位一体光芒四射的代言人, 我,额我略的身躯,正安享甜美的睡眠; 而生翼的灵魂已得神为份。然而,祭司们啊, 当敬畏他,并悉心守护他的陵墓。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἔκ με πικρῆς ἐκάλεσσε Θεός μέγας ἀγριελαίης, ποίμνης δʼ ἡγεμόνα θῆκε τὸν οὐδʼ ὀίων ἔσχατον ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν γῆρας δʼ ἐς λιπαρὸν ἱκόμεθʼ ἀμφότεροι,. ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην.
纳齐安的额我略,致同一位父亲: 至大的神将我从苦涩的野橄榄树中召出, 使我这连众羊中最末者都不是之人成了群羊的领袖; 并从怀神意的妻子身旁赐下福泽, 我们二人皆享富足之寿而至暮年。 我诸子中最温厚者身为祭司。若我额我略 承受了死亡,亦不足为奇:我原本终有一死。
- 8.2σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο
短语 πάρος ἤ 起比较副词作用(相当于 πρὶν ἤ,“早于/宁可……也不”),引导两个平行的带不定式的宾格结构:明示的 σῶμα ζώειν 与省略的 ἐμὲ [ζώειν] σεῖο [δίχα],置于诗首强化了生者独存的悼念之情。
- 8.4ἶσον ἔφηνας καὶ βίοτον ἔφηνας καὶ βιότητι λόγον
动词 ἔφηνας 采用重叠修辞:第一个支配 ἶσον βίοτον(“展现了与言辞同等的生命”),第二个支配与与格相连的 βιότητι λόγον(“展现了与生命相符的言辞”),极力赞誉巴西略言行合一的崇高境界。
- 8.6ζωῆς ὡς τάχος ἀντιάσαι ἡμετέρης
不定式 ἀντιάσαι(由 θεὸς δοίη 统领)支配属格 ζωῆς ἡμετέρης(“达到/迎来我们的生命”)。在诗中拟托巴西略自述的语境下,“我们的生命”指巴西略已入的天国永生,意即盼望留在尘世的格列高利尽速赴天界与之重聚。
- 8.10bὀκτάετες
中性宾格 ὀκτάετες 作副词性用法,表示时间的持续(“长达八年”)。它与下文的 ὀλίγον(“短暂的”)形成鲜明对照,惋惜巴西略担任主教(公元370—379年)的岁月之短暂。
