- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.119-8.132
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
额我略悼念安菲洛科斯之妻利比亚的早逝、其才华横溢却在新婚前夕夭折的爱子尤菲米奥斯,并为最终长眠的家族族长安菲洛科斯作铭文。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν ὤφελες,1 ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι· νῦν δέ σε μοῖρʼ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν, εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην. αἰαῖ· Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.
纳齐安的额我略,致同一位: 利比亚啊,你本该为了亲爱的儿女们活下去, 本该得享天年,直至步入老境的门槛; 然而如今,趁你尚且美丽、仍闪耀着新婚芳华之时, 过早的命运却击垮了你。 悲夫!你的丈夫安菲洛科斯,未能拥抱良善而聪颖的妻子, 拥抱的却是一座悲凄的坟墓。
Gregorius Nazianzenus εἰς τὴν αὐτὴν Λιβίαν αἰαῖ· καὶ Λιβίαν κατέχει κόνις. οὔποτʼ ἔγωγε ὠισάμην θνητὴν ἔμμεναι, εἰσορόων εἶδος, μειλιχίην τε σαοφροσύνην τε γυναικός, τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.
纳齐安的额我略,致同一位利比亚: 哀哉!尘土亦将利比亚掩埋。每当我瞻仰 这位妇人的绝代风华、温柔以及端庄稳重—— 凭借这一切,她在全天下的女子中拔得头筹—— 我便从未想过她竟也是肉体凡胎。 正因如此,在你逝去之后,你的三个儿女与丈夫安菲洛科斯, 便以这样一座陵墓使你荣耀芳名。
Gregorius Nazianzenus εἰς Εὐφήμιον καὶ Ἀμφίλοχον αὐταδέλφους ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά, πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην, υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε, πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες. δεινὸν δʼ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε ζωῆς, τὸν δʼ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.
纳齐安的额我略,题亲兄弟尤菲米奥斯与安菲洛科斯: 这是一对神圣的伴侣,一颗灵魂,两具躯体, 在血缘、名望与智慧的一切事上皆为兄弟, 他们是安菲洛科斯的儿子们,尤菲米奥斯与安菲洛科斯, 是照耀全体卡帕多细亚人的朗朗星宿。 然而嫉妒之神却以可怖的目光盯上了他们二人:它夺去了 一人的生命,却将另一位安菲洛科斯作为半个灵魂留于世间。 纳齐安的额我略,题尤菲米奥斯:
Gregorius Nazianzenus εἰς Εὐφήμιον ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δʼ ἐν ἀοιδοῖς, κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων, ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δʼ ἔρωτας ἐς θαλάμους καλέων, ὤλετο· φεῦ παθέων ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδʼ ὑμεναίων ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.
在修辞家中他是修辞家,在歌咏者中他是诗人, 是其故土的荣光,双亲的骄傲; 初生胡髭的尤菲米奥斯,才刚把众位爱神 迎入洞房,便已撒手人寰。呜呼哀哉! 他未能拥抱新娘,却分得了坟墓;迎亲歌唱的良辰吉日, 迎来的竟是哀号悲戚之期。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,2 Ἑλλάδα κʼ Αὐσονίην μοῦσαν ἐφιπτάμενος, στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθʼ ὑπὸ γαῖαν. αἰαῖ· τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.
纳齐安的额我略,致同一个人: 弱冠之年的尤菲米奥斯,翱翔于全希腊与奥索尼亚的文思之中, 旁人甚至无法穷究其一门, 他闪烁着光彩与崇高品行,没入地底。 呜呼!良善之辈的命运竟是何等短促!
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας, μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος· τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.
纳齐安的额我略,致同一个人: 尤菲米奥斯尚是黄金世代留在人间的一抹微小余绪, 生来性情高贵、胸襟广阔, 温和、言辞甘美,容貌宛如美惠女神; 正因如此,他未能长久与凡人共处。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Στράψε μέγʼ ἀνθρώποις Εὐφήμιος, ἀλλʼ ἐπὶ τυτθὸν καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας· στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν· τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.
纳齐安的额我略,致同一个人: 尤菲米奥斯曾向世人绽放出夺目光华,但不过片刻之间, 因为闪电的耀目光芒向来不能持久; 他在智慧、容貌与器量上一并闪耀, 往日卡帕多细亚人的骄傲,如今化作了悲歌。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν τίς; τίνος; — “Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται, οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος· οὗτος ὃν αἱ Χάριτες Μούσαις δόσαν οἱ δʼ ὑμέναιοι ἀμφὶ θύρας· ἦλθεν δʼ ὁ Φθόνος ὠκύτερος.”
纳齐安的额我略,致同一个人: “何人?谁家子?”——“安菲洛科斯之子尤菲米奥斯长眠于此, 那曾被所有卡帕多细亚人口耳相传之人, 美惠三女神将其托付给缪斯、迎亲曲在其门前缭绕之人; 然而嫉妒之神却捷足先登。”
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων, καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφέων, ᾤχετο ἐκ μερόπων Εὐφήμιος· οὐδʼ ἔτʼ ἀνίσχεν, αἰαῖ, σοῖς θαλάμοις πυρσὸς ὃν ἧψεν Ἔρως.
纳齐安的额我略,致同一个人: 无可指摘的幼芽,缪斯之子,友人的青春韶华, 戴堇冠的美惠女神织就的金色织锦, 尤菲米奥斯已离弃凡尘;悲夫,爱神厄罗斯 为你洞房点燃的火炬,再未高高举起。
Gregorius Nazianzenus —εἰς τὸν αὐτόν αἱ Χάριτες Μούσαισι· “τί ῥέξομεν; οὐκέτʼ ἄγαλμα χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.” χαἰ Μοῦσαι Χαρίτεσσιν “ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός, τόσσον ἔχοι· ἡμῖν δὲ τόδʼ ὅρκιον ἔμπεδον ἔστω, μηκέτʼ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.”
纳齐安的额我略,致同一个人: 美惠女神对缪斯们说:“我们当如何是好?我们双手的杰作 尤菲米奥斯,已不再留于凡人之中。” 缪斯们对美惠女神说:“既然嫉妒之神如此狠毒, 便让它所得止于此吧;但我们当立下牢不可破的誓约: 绝不再在凡人之中造就如此美丽的杰作。”
Gregorius Nazianzenus εἰς τὸν αὐτόν κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα, καὶ λαλαγεῦντες ὄρνιθες λιγυροὶ καλὸν ἐπʼ ἀκρεμόνων, αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι, καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων, κλαύσατε. ὦ χαρίεσσ’ Εὐφημιάς· ὥς σε θανών περ Εὐφήμιος κλεινὴν θήκατʼ ἐπωνυμίην.
纳齐安的额我略,致同一个人: 清泉、江河与树林,在枝头 婉转清脆鸣啭的百鸟, 以低吟带来柔和沉睡的微风, 以及汇聚于一处的美惠女神的花园, 哭泣吧!啊,秀丽的尤菲米亚斯地;即便身死, 尤菲米奥斯亦为你赋予了赫赫盛名!
Gregorius Nazianzenus εἰς τὸν αὐτόν κάλλιμος ἠιθέων Εὐφήμιος, εἴποτʼ ἔην γε· κάλλιμος ἐν χώροις χῶρος ὅδʼ ἠλύσιος· τοὔνεκεν εἰς ἓν ἄγερθεν ἐπεὶ ζωὴν μὲν ἔλειψεν, οὔνομα δʼ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.
纳齐安的额我略,致同一个人: 若世间曾有过的话,尤菲米奥斯是青年中最俊美之人; 而这片至福乐土乃是诸境中最绝美之所; 因此二者归为一体:因为他虽离弃了生命, 却将自己的名字留给了这片神圣的土地。
Gregorius Nazianzenus εἰς Ἀμφίλοχον ἤλυθε κʼ Ἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα, ψυχὴ δʼ ἐς μακάρων ᾤχετʼ ἀποπταμένη. πηοῖς πάντα πέπασσο, μακάρτατε· βίβλον ἔῳξας πᾶσαν ὅση θνητῶν, κεἴ τις ἐπουρανίη. γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας κρείσσονα καὶ τοκέων τὸ πλέον οὐ μερόπων.
纳齐安的额我略,题安菲洛科斯: 安菲洛科斯亲爱的躯骸亦已归入宏伟的陵寝, 灵魂则高飞远引,归于至福之境。 至福之人啊,你所拥有的一切皆是为了亲族;凡人所有的书卷, 以及属天的经典,你都一一研读通透。 你已届暮年,没入仁慈的大地,且留下了 甚至胜过双亲的子嗣——再多便非凡人所有。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα Ἀμφίλοχος, λιπαροῦ γήραος ἀντιάσας, ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων, πηῶν, εὐσεβέων, εὐγενέων, λογίων, καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδʼ3 ἑταίρων σῶν ἑνός, ὦ φιλότης, γράμμʼ ἐπιτυμβίδιον.
纳齐安的额我略,致同一个人: 安菲洛科斯欣慰地将躯体安放于妻子与儿子身旁, 他安度了丰盈安详的晚年, 福寿双全,门第显赫,辞锋的主宰,一切人的坚盾—— 是族亲、虔敬者、贵胄与博学之士的倚靠, 亦是绝世卓绝的善言导师。亲爱的友人啊, 请看你的一位挚友为你题写的墓志铭。
- 8.119ὤφελες
第二不定过去时 ὤφελες 后接不定式(ζώειν, ἐμπελάσαι),构成表示过去未曾实现的愿望(与过去事实相反的愿望),意为“你本应当活下去/但愿你当时活着”。
- 8.123ὡς μίαν οὔτις
与前文的 πᾶσαν ... μοῦσαν(全盘的文艺)相对比的表示程度的紧缩表达,意为“正如没有其他人(哪怕能精通其中)一门那般”。
- 8.132ἠνίδʼ
感叹词 ἠνίδε(ἰδού“看哪”的诗歌扩充形式)的省略形式,直接后接宾格补足语(γράμμʼ ἐπιτυμβίδιον),表示“看哪,……”。
