← 希腊诗选

希腊诗选 卷二

§8.133-8.149

安菲洛科斯等亲友师长的墓志铭

额我略悼念亲族、师友安菲洛科斯、尼科墨得斯、卡尔特利奥斯、巴索斯及菲尔塔提奥斯之死,颂扬其雄辩、虔敬与德行,并抒发遗属与同伴之哀思。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
133

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες μῦθοι, καὶ πηγὴ πᾶσιν ἀρυομένη, ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δʼ ἅμʼ ἕσπετο μοῦνον ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον. Γρηγόριος τάδʼ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο Ἀμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος.1

纳齐安的额我略,致同一位: 福乐之人啊,穷困者的共同良药,生翼的 辞锋,万人汲取的泉源, 你在最后的一息中撇下了一切;当你自此离去之际, 唯有一物随你同行——永恒盛放的光荣。 我额我略写下这些辞句,以言辞回报言辞, 安菲洛科斯啊,以此报答我曾向你求得的教益。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ἀμφίλοχος τέθνηκεν ἀπώλετο εἴ τι λέλειπτο καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος, καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δʼ αὖ σε ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.

纳齐安的额我略,致同一位: 安菲洛科斯已死;凡人之间残存的一切美善, 修辞的气魄,以及与缪斯相融的美惠女神,皆已消逝; 你亲爱的故土迪奥凯撒利亚, 更为你洒下了无尽的哀泪。

135

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκα2 βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων, Ἀμφίλοχον φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα ῥήτρη, καὶ πάτρης εὖχος ἀριστοτόκου.

纳齐安的额我略,致同一位: 迪奥凯撒利亚城说道:“我虽是一座小城,却向公正的法庭 贡献出了一位伟岸之人, 即安菲洛科斯;随着他的陨落,如火的 雄辩与诞育俊杰的故土荣光,亦一同消逝。” 纳齐安的额我略,致同一位:

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν τὸν ῥήτρην πυρόεσσαν ἐπʼ ἀντιπάλοισι φέροντα, τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας Ἀμφίλοχον κατέχω τυτθὴ κόνις, ἔκτοθι πάτρης, υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.

那位将如火雄辩施于敌手之人, 那位品格与才智比蜜更加甘美之人, 安菲洛科斯——在故土之外,我这微末的尘土将他收拢, 他是菲尔塔提奥斯与戈尔戈妮亚的伟岸之子。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ Ἀμφιλόχου μεγάλου τύμβος ὅδʼ ἀμφὶς ἔχω.

纳齐安的额我略,致同一位: 修辞家们,放声呼喊吧!因为伟大安菲洛科斯那 紧闭于静默中的双唇,正由我这座坟墓紧紧包藏。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.

纳齐安的额我略,致同一位: 心性质朴温和的安菲洛科斯之墓,他曾以雄辩 与智识,冠绝所有卡帕多细亚人。

​Gregorius Nazianzenus εἰς Νικομήδην οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶς σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει; τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει; τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην, σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα; ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων,

纳齐安的额我略,题尼科墨得斯: 你离去了,我的荣耀尼科墨得斯啊!你那对纯洁的 儿女,又将如何度过余生? 谁的手能将绝美的圣所引向落成? 当至福的你如此迅速地与属天的众灵相会, 又有谁的心灵能向神献上完满的祭献? 凡人这悲凄的世代啊,承受了何等沉重的苦难!

140

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Δέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τινʼ ἀκούεις, ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ, αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος. τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι,

纳齐安的额我略,致同一个人: 若你曾听闻其名,亦请瞻仰尼科墨得斯的陵墓, 他曾为伟大的基督建造圣所, 首先献上了自己,继而将儿女为人称颂的 纯洁童贞作为圣洁的祭品奉献, 因他别无更贵重之物,他既是祭司,又是最崇高的父亲。 正因如此,他迅速归入了伟大的三位一体之中。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα ἔνθεν ἀνηέρθης· τίς τάδʼ ἔνευσε δίκη; Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν ἰθύνοις τεκέων σὺν ἱερῇ δυάδι.

纳齐安的额我略,致同一个人: 你最晚步入这受人赞颂的生命,却最快 自此被接升;究竟是何种正义做出了这般裁决? 那是基督君王,尼科墨得斯啊,为了让你与两位圣洁的儿女一道, 自天上引导你的民众。

​Gregorius Nazianzenus εἰς Καρτέριον ἑταῖρον τοῦ μεγάλου Γρηγορίου πῆ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθʼ ἑταίρων, ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε; πῆ ποτʼ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν, ἦμος ἐπʼ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην, ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι;3 ἦ ῥʼ ἐτεόν σοι Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.

纳齐安的额我略,题大额我略的同伴卡尔特利奥斯: 最亲密的同伴,荣耀的卡尔特利奥斯啊,你为何将满腹辛劳的我 抛在尘世,自己却匆匆离去? 当我身处异邦研习修辞之时, 你曾为我的青春掌舵, 引导我度过超越肉体凡胎的生活,如今你究竟魂归何处? 诚然,对你而言,基督君王比一切更为宝贵,如今你已拥有了祂。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον ἠιθέων, ζωῆς ἡνίοχʼ ἡμετέρης, μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς, ἦν ὅτε ἦν,4 ἀρετῆς κοίρανε Καρτέριε.

纳齐安的额我略,致同一个人: 极荣耀之基督的闪电,青年的 最佳护盾,我们生命的御者, 请顾念额我略吧,在他年轻的岁月中,你曾以美德塑造了他, 美德的君长卡尔特利奥斯啊!

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσιν ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι Καρτερίου· πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν; ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.

纳齐安的额我略,致同一个人: 啊,泪水的泉源!啊,双膝!啊,卡尔特利奥斯那以 至圣祭品取悦基督的双手! 他何以像所有凡人一样走向了终局? 乃是天上的歌咏团渴望有一位赞美诗的歌手。

145

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης.

纳齐安的额我略,致同一个人: 尼科墨得斯啊,你夺走了我的心;你迅速夺走了 卡尔特利奥斯,他是你虔敬同行的伴侣。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα σταυροφόρων κόλποις Καρτέριον κατέχεις.

纳齐安的额我略,致同一个人: 神圣克索拉的圣洁土地啊,你在怀中 庇护着卡尔特利奥斯,背负十字架者何等坚固的支柱!

​Gregorius Nazianzenus εἰς Βάσσον τινὰ παρὰ λῃστῶν ἀποκτανθέντα Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, τῆλε τεῆς πάτρης ληΐστορι χειρὶ δαμάσθης, οὐδέ σε τύμβος ἔχει πατρώϊος· ἀλλὰ καὶ ἔμπης πᾶσιν Καππαδόκεσσι μέγʼ οὔνομα σεῖο λέλειπται, καὶ στῆλαι παγίων μέγʼ ἀμείνονες, αἷς ἐνιγράφθης. Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.

纳齐安的额我略,题一位被盗贼杀害的巴索斯: 亲爱的巴索斯,超乎众人蒙基督眷顾之人, 你在远离故土之处,被强盗之手残害, 祖先的坟墓未曾收留你;然而,即便如此, 你的赫赫威名仍长存于全体卡帕多细亚人之中, 刻有你名号的丰碑,远胜于坚硬的石柱。 这是你曾深爱的额我略为你留下的纪念。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε, σὸν τέκος Ἀβραὰμ πνεύματι Καρτέριον· αὐτὰρ ἐγών, εἰ καί σε τάφος σὺν πατρὶ καλύπτοι, οὔποτʼ ἀφʼ ὑμετέρης στήσομʼ ὁμοζυγίης.

纳齐安的额我略,致同一个人: 正如安卧在亚伯拉罕的怀抱中一般,巴索斯啊,请接纳 你那在灵性上如同亚伯拉罕的孩子卡尔特利奥斯; 至于我,即便一座坟墓将你与父亲一同掩埋, 我也绝不背离与你们结下的深厚羁绊。

​Gregorius Nazianzenus εἰς Φιλτάτιον ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.

纳齐安的额我略,题菲尔塔提奥斯: 一位青年,伟大民众的伟大统帅, 菲尔塔提奥斯的躯体,正由我这片神圣的土地深藏。

语法注4 条
  1. 8.133λόγῳ λόγον ὃν παρὰ σεῖο Ἀμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος

    λόγῳ 是方式/手段与格(“以言辞/诗篇”)。先行词 λόγον 既作分词 ἀντιχαριζόμενος(“作为回报”)的直接宾语,又由关系从句 ὃν παρὰ σεῖο ἐξεδάην(“我从你那里学得的”)所修饰。全句意为“以诗文辞句回报往昔从安菲洛科斯处汲取的言辞与教益”。

  2. 8.135τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκα

    动词 δῶκα 的主语是拟人化的故城迪奥凯撒利亚(ἡ Διοκαισαρέων [πόλις]),全诗以该城的第一人称口吻诉说。τυτθὸν μὲν πτολίεθρον 作主语的同位语或起让步修饰作用(“我虽是一座小城”),并通过转折连词 ἀτάρ 与宾语 πολὺν ἀνέρα(“一位伟岸之人”)形成鲜明对照。

  3. 8.142ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι

    通常为不及物动词的 ζάω(“生活、活着”)在此作使役/及物动词使用,带宾格代词 με(“我”)以及与格短语 βιότῳ ἀσαρκέι(“在超越肉体的生活中”),意为“使我度过超越肉体(即禁欲与属灵)的生活”。这种及物用法在教父希腊语中具有特定表现力。

  4. 8.143ἦν ὅτε ἦν

    一种惯用诗意表达,意为“在彼时(那段岁月/青春)尚存的往昔”。它修饰前面的 τὸν ἔπλασας ἤθεσι κεδνοῖς(“你以良善品德塑造了他”),深情地追忆卡尔特利奥斯在世并训导年少额我略的往日时光。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.133-8.149