- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.90-7.107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组铭诗汇集了对七贤比阿斯、阿纳卡尔西斯、斐勒克居得斯、自然哲学家阿那克萨哥拉、苏格拉底、色诺芬的咏赞,柏拉图为狄翁及爱侣所作的哀歌,以及学园派、伊壁鸠鲁、亚里士多德等诸位哲学家的生平与终局。
Anonymi Epigrammatici κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.
无名作者 这块石碑遮盖着生于著名的普里埃内之地的比阿斯, 他是爱奥尼亚人的伟大荣耀。
Diogenes Laertius τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον εἶπε γάρ, εἶπε δίκην Βίαντα τινός·1 εἶτʼ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.
第欧根尼·拉尔修 我在此掩藏着比阿斯,当他被苍白的暮年如雪覆盖时, 赫尔墨斯平静地将他引向了哈得斯; 因为他曾为某人辩护,是的,辩护之后便倚靠在 外孙的怀抱中,进入了长眠。
Diogenes Laertius ἐς Σκυθίην Ἀνάχαρσις ὅτʼ ἤλυθε πολλὰ μογήσας, πάντας ἔπειθε βιοῦν ἤθεσιν ἑλλαδικοῖς· τὸν δʼ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ,
第欧根尼·拉尔修 当阿纳卡尔西斯历尽艰辛回到斯基泰亚时, 他曾竭力劝说众人依希腊的习俗度日; 然而言辞尚在他口中未及成就, 一支带羽的芦箭便将他迅疾夺往不朽者之列。
Anonymi Epigrammatici εἰς Φερεκύδην τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πάσχω, Πυθαγόρῃ τῷ μῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἀπάντων ἔστιν ἀνʼ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.
无名作者:咏斐勒克居得斯 一切智慧的极致皆归于我;倘若我遭遇不测, 且将此言告知我的毕达哥拉斯:他是希腊大地上 一切众人中的首屈一指者。我这般言说绝无虚假。
Anonymi Epigrammatici ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.
无名作者 在此长眠着阿那克萨哥拉,关于天界宇宙, 他向着真理的至高极限跋涉得最为深远。
Diogenes Laertius ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν, καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας· ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον· ὁ δʼ αὑτὸν ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης,
第欧根尼·拉尔修 阿那克萨哥拉曾断言太阳不过是一块灼热的炽铁, 因这缘故他本将走向死刑; 然而挚友伯里克利救下了他;但他自己 却因智慧的软弱,将自己引出了生命。
Diogenes Laertius πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως καὶ σοφὸν εἶπε θεὸς, καὶ θεὸς ἡ Σοφία. πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω, αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι.2
第欧根尼·拉尔修 苏格拉底啊,如今身在宙斯之所,且尽情饮宴吧;因为神确实 称你为智者,而智慧本身便是神明。 因为你不过坦然承受了雅典人赐予的毒鸩, 而他们自己,却借你的口将那毒液饮尽。
Diogenes Laertius οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι· παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας, ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
第欧根尼·拉尔修 色诺芬不仅为了居鲁士而上行至波斯, 更是探求一条能引向宙斯之所的上行之路; 因为他以自身的教养展现了希腊的伟业, 使人忆起苏格拉底的智慧是何其优美。
Diogenes Laertius εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου, ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ κεῖθι καὶ μένειν ἔγνως.
第欧根尼·拉尔修 色诺芬啊,即便克拉那奥斯与凯克洛普斯的公民们 为了亲友居鲁士的缘故判处你流放, 好客的科林斯却接纳了你;你欣然喜爱此地, 如此惬意,以致决意在那里终老留驻。
Plato δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις· σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν· κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
柏拉图 命运女神昔日确实在赫卡柏与特洛伊妇女 降生之时,便为她们纺出了泪水; 然而狄翁啊,当你成就了光荣的胜利功勋时, 诸神灵却倾覆了你广阔的希冀; 你如今受公民敬重,长眠在辽阔的故国, 啊狄翁,你曾用爱意让我心神如痴如狂。
Plato νῦν ὅτε μηδέν, Ἄλεξις, ὅσον μόνον εἶφʼ, ὅτι καλός, ὦπται, καὶ πάντῃ πᾶσι περιβλέπεται. θυμέ, τί μηνύεις κυσὶν ὀστέον, εἶτʼ ἀνιήσει ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
柏拉图 如今我不过只说了一句阿莱克西斯“真美”,他已被人瞩目, 便在各处受到所有人的频频顾盼。 我的心啊,为何向狗显露骨头,而后却徒自 承受苦痛?难道我们不曾因此失却了淮德罗?
Diogenes Laertius ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισὲ μέ τις τόδε λέξαι, ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος·3 οὐ γὰρ ἀθυμῶν κάτθανεν ἂν διά τι σφόδρα μικρόν.
第欧根尼·拉尔修 但若非得知斯珀西波斯是以这般方式死去, 绝无任何人能说服我说出这番话: 他与柏拉图并无血缘之亲;因为他本不会 为了某件极微不足道之事便心灰气馁而亡。
Diogenes Laertius χαλκῇ προσκόψας λεκάνῃ ποτέ, καὶ τὸ μέτωπον “πλήξας, ἴαχεν ὤ σύντονον, εἶτʼ ἔθανεν, ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.”
第欧根尼·拉尔修 昔日绊倒在青铜盆上,磕破了额头, 他发出一声尖锐的号呼,随即溘然长逝—— 这便是在各方面皆为真正男子汉的色诺克拉底。
Antagoras μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος, ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος ἱερὸς ἤισσεν δαιμονίου στόματος, καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει αἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος.
安塔戈拉斯 过路的异乡人啊,请宣告敬畏神明的克拉特斯与波勒蒙 深藏于这座纪念碑之下; 他们同心同德、襟怀宽广,神圣的言论 常自他们非凡的口中喷涌而出, 而他们纯洁的一生谨守坚定不移的信条, 向着智慧的神圣永恒庄严修饰。
Diogenes Laertius Ἀρκεσίλαε, τί μοι τί τοσοῦτον ἄκρητον ἀφειδῶς ἔσπασας, ἔσπασας φρενῶν ἐκτὸς ὄλισθες ἑῶν; οἰκτείρω σ’ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας ὕβρισας, οὐ μετρίῃ χρησάμενος κύλικι.
第欧根尼·拉尔修 阿尔克西拉奥斯啊,为何你竟这般毫无节制地痛饮烈酒, 以致跌出了自己的理智之外? 我怜悯你,与其说是因你死去,不如说是因你玷污了缪斯, 捧起了那不知节制的酒杯。
Diogenes Laertius καί σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρα καί σε Βάκχος ἑλὼν ἀίδην ποσσὶν ἔσυρεν ἄκροις. ἦ σαφὲς ἦν Διόνυσος ὅτʼ ἀν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;
第欧根尼·拉尔修 拉居得斯啊,我也听闻关于你的传闻,说是巴克科斯 擒获了你,揪着你的脚趾将你拖入了冥府。 这确实昭然若揭:当狄奥尼索斯大量涌入躯体时, 他便松弛了四肢;难道他正因这缘故才被称为解忧之神?
Diogenes Laertius χαίρετε καὶ μέμνησθε τὰ δόγματα· τοῦτʼ Ἐπίκουρος ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος· θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν ἄκρητον ἔσπασεν, εἶτʼ ἀίδην ψυχρὸν ἐπεσπάσατο.
第欧根尼·拉尔修 “愿你们安好,且谨记教条”; 这是伊壁鸠鲁在逝去之时 对挚友们留下的最后绝命词; 因他步入了温热的浴盆,痛饮了烈酒, 随即为自己招引来冰冷的冥府。
Diogenes Laertius μέλλων Εὐρυμέδων ποτʼ Ἀριστοτέλην ἀσεβείας γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος, ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶ ἦν ἄρα νικῆσαι4 συκοφάσεις ἀδίκους.
第欧根尼·拉尔修 昔日身为秘仪女神代奥的执事欧律墨冬, 正欲以不敬神之罪指控亚里士多德, 但〔亚里士多德〕饮下乌头草毒酒得以逃脱;这便是真真正正 不费吹灰之力,战胜了不公的诬告陷害。
- 7.91εἶπε γάρ, εἶπε δίκην Βίαντα τινός
抄本此处的“Βίαντα τινός”在《第欧根尼·拉尔修》第1卷85节的引文中作“εἶπε δίκην ὑπέρ τινος”(为某人出庭辩护)。根据比阿斯在法庭上为委托人辩护后安详死于外孙怀中的传记典故,此处按照“为某人进行了辩护”的含义进行翻译。
- 7.96αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι
与格短语“τεῷ στόματι”在此作工具或途径与格(“借由你的口”)。诗人运用了反论修辞:并非苏格拉底真正被毁灭,而是雅典人通过苏格拉底的口将毒鸩一饮而尽,从而为自身招致了毁灭与罪责。
- 7.101ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισὲ μέ τις τόδε λέξαι, ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος
非真实条件句(与过去事实相反:εἰ 引导未完成过去时,主句用 ἄν 搭配不定过去时)。意为:“若非我得知斯珀西波斯是以这般软弱/自绝的方式死去,绝无任何人能说服我说出‘他并非柏拉图血亲’这样的话”(即因琐事绝望而亡的表现太不配作为柏拉图的甥侄)。
- 7.107τοῦτʼ ἀκονιτὶ ἦν ἄρα νικῆσαι
此句在“ἀκόνιτον”(乌头草毒药)与副词“ἀκονιτὶ”(字面意为“不染擂台沙尘”,引申为“不费吹灰之力、不战而胜”)之间构成了精妙的双关语,以音同义异的修辞手法讽喻其未经交锋便平息了诽谤陷害。
