- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.108-7.125
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组咏叹古代哲学家与学者生平、逸事及死因的短诗,涉及柏拉图、泰奥弗拉斯托斯、斯特拉托、吕孔、德米特里、赫拉克利德斯、安提斯泰尼、第欧根尼、斯多亚派的芝诺、毕达哥拉斯、恩培多克勒与埃庇卡尔摩斯等人。
Diogenes Laertius καὶ πῶς εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φύσε Πλάτωνα, ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο; καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.
第欧根尼·拉尔修 若非福玻斯在希腊大地生下柏拉图, 他又怎能借由著作医治人类的心灵? 因为自他而生的阿斯克勒庇俄斯是肉体的 医者,正如柏拉图是不朽心灵的医者一样。
Diogenes Laertius Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοι1 δαισάμενος δὲ γάμον, πόλιν ἤλυθεν ἥν ποθʼ ἑαυτῷ ἔκτισε, καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.
第欧根尼·拉尔修 福玻斯为凡人降生了阿斯克勒庇俄斯与柏拉图, 一位拯救心灵,另一位拯救肉体; 在赴宴庆贺婚礼之后,〔柏拉图〕前往昔日为自己 建起的城邦,并在宙斯的原野定居安息。
Diogenes Laertius οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής.
第欧根尼·拉尔修 看来,昔日对凡人所说的这句格言绝非虚妄: 智慧之弓一旦松弛便会断裂; 因为泰奥弗拉斯托斯在勤勉劳作时,肢体尚且 健全,可一旦松弛懈怠,便四肢瘫残而死。 第欧根尼·拉尔修
Diogenes Laertius λεπτὸς ἀνὴρ δέμας ἦν — εἰ μὴ προσέχῃς, ἀπόχρη μοι· Στράτωνα τοῦτʼ οὖν φημί γε, Λάμψακος ὃν ποτʼ ἔφυσεν ἀεὶ δὲ νόσοισι παλαίων θνῄσκει λαθὼν, οὐδʼ ᾔσθετο.
他曾是个身躯消瘦之人——你若不在意,于我也已足够; 我所说的正是斯特拉托, 昔日兰普萨科斯所生之人;他常年与疾病抗争, 不知不觉间悄然离世,自己竟未曾察觉。
Diogenes Laertius οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ, τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.2
第欧根尼·拉尔修 凭天发誓,我们绝不略过因痛风死去的吕孔; 而我最感到惊异的乃是, 曾经借助别人的双脚行路的他, 何以竟在一夜之间,奔完了通往冥府的如此长路。
Diogenes Laertius ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων, ἀλλʼ ἀίδην μέλανα.
第欧根尼·拉尔修 毒蛇戕害了智者德米特里, 它怀着大量无法洗净的剧毒, 双目闪烁的并非光明, 而是幽暗的冥府。
Diogenes Laertius ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων ἀλλὰ διεψεύσθης σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν, ἑάλως.
第欧根尼·拉尔修 赫拉克利德斯啊,你曾欲给世人留下传闻, 说你死后化为了一条活蛇现于众人眼前; 然而诡计多端的你却落了空;因为那野兽确实 是蛇,而身为野兽、并非智者的你,却被捉住了。 第欧根尼·拉尔修
Diogenes Laertius τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκώς, ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν. ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο; πάντως εἰς ἀίδην δεῖ τινʼ ὁδηγὸν ἔχειν.
安提斯泰尼啊,你一生都是一条犬,生性如此, 注定要用言语而非嘴巴去撕咬人心。 但或许有人会说你死于痨病;那又何妨? 无论如何,去往冥府总该有个引路之人。
Diogenes Laertius Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος; ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.
第欧根尼·拉尔修 第欧根尼,来告诉我,何种死运将你带往 冥府?“是一只恶犬狂暴的撕咬攫取了我。”
Zenodotus ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ· ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ, αἵρεσιν ἀτρέστου αἵρεσιν ἐλευθερίης. εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα.
芝诺多托斯 你抛弃了虚浮自夸的财富,确立了自足之德, 芝诺啊,你双眉花白,神情庄重; 因为你开创了刚毅的学说,以先见之明勤勉砥砺, 创立了无所畏惧的自由宗派。 若说你的故土是腓尼基,又有何可嫉妒?那位卡德摩斯 昔日亦出彼处,希腊正是因他才拥有了书写字板。
Diogenes Laertius τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος οἱ δʼ ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γᾶν ἀλοήσας, ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;
第欧根尼·拉尔修 有传闻称,基提翁的芝诺因年老力衰, 在困顿之中绝食而终; 亦有人说,他昔日绊倒在地,用手击打泥土道: “我自愿前去;你究竟为何召唤于我?”
Anonymi Epigrammatici ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα κεῖνʼ, ἐφʼ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην.
无名作者 当毕达哥拉斯发现了那举世闻名的几何图形, 正是为了它,他献上了著名的宰牛之祭。
Xenophanes καὶ ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτεῖραι, καὶ τόδε φάσθαι ἔπος· “παῦσαι, μηδὲ ῥάπιζʼ, ἐπειὴ φίλου ἀνέρος ἐστὶ ψυχή, τὴν ἔγνων, φθεγξαμένης ἀίων.”3
克塞诺芬尼 相传昔日他途经一只正遭痛打的小狗时, 心生怜悯,便说了这样一番话: “住手,休要再打,因为这是一位密友的 灵魂,我听到了它的悲鸣,便认了出来。”
Diogenes Laertius οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς· τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη; ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν.
第欧根尼·拉尔修 毕达哥拉斯啊,不仅你一人远离有灵之物,我们亦是如此; 因为世上有谁曾触碰过有生灵之物? 然而一旦肉食被煮熟、烤透、撒上盐, 正是在那时,我们吞食着已无灵魂之物。
Diogenes Laertius αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη, καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις; χωρίον ἦν κυάμων ἵνα μὴ τούτους δὲ πατήσῃ ἐξ Ἀκραγαντίνων κάτθανʼ ἐνὶ τριόδῳ.
第欧根尼·拉尔修 哀哉,毕达哥拉斯为何如此敬畏蚕豆, 以致与他自己的门徒一同丧命? 前方原是一片蚕豆田;为了不践踏它们, 他在阿克拉加斯人手中丧生于三岔路口。
Diogenes Laertius καὶ σὺ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
第欧根尼·拉尔修 恩培多克勒啊,昔日你也曾用流动的火焰净化身躯, 从火山口痛饮下不朽之火; 我绝不说你是蓄意将自己投入埃特纳的洪流, 而是为了避人耳目,违背本意失足跌落。
Diogenes Laertius ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης ἔκπεσε, καὶ μηρὸν κλάσσατο δεξιτερὸν εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
第欧根尼·拉尔修 确实亦有传言,称恩培多克勒昔日是从马车上 跌落,摔断了右侧大腿骨而死; 倘若他当真跳入喷火口并吞尽了生命, 麦加拉何以至今仍向人指认他的坟茔?
Anonymi Epigrammatici εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων, καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν, φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον, ὃν πατρὶς ἐστεφάνωσ’ ἅδε Συρακοσίων.
无名作者 倘若耀眼宏大的太阳远胜繁星, 大海的力量远迈江河, 我敢断言,埃庇卡尔摩斯在智慧上亦如此卓越, 叙拉古这方故土正是将冠冕授予了他。
- 7.109τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοι
本句与前一行的“Ἀσκληπιὸν ἠδὲ Πλάτωνα”构成交错配列(chiasmus)。其中 τὸν μέν 指代后出现的柏拉图(拯救心灵),而 τὸν δέ 则指代先出现的阿斯克勒庇俄斯(拯救肉体)。
- 7.112τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ
此处出现显著的超序语序(hyperbaton):从属子句的宾语“τὴν οὕτως ἀίδαο μακρὴν ὁδόν”(通往冥府的如此长路)被前置于引导 θαυμάζω 间接子句的连词 εἰ 之前。子句的主语为带有分词短语的吕孔(ὁ ... βαδίσας),谓语动词为 ἔδραμε。
- 7.120φθεγξαμένης ἀίων
表知觉的动词 ἀίω(听闻)支配表示声音的属格。此处的过去时分词 φθεγξαμένης 在性、数、格上与前行的阴性名词 ψυχή(灵魂)一致,充当补充成分,意为“听闻它(灵魂)发出叫声”。
