← 希腊诗选

希腊诗选 卷二

§7.75-7.89

斯忒西科罗斯与希腊七贤等人的墓志铭

本组墓志铭悼念并赞颂了诗人斯忒西科罗斯、商贾菲洛克利托斯、曾搭救西摩尼得斯的死者、学者埃拉托斯特尼、哲人赫拉克利特与同名诗人赫拉克利特,以及希腊七贤(包括泰勒斯、梭伦、基隆、庇塔库斯等)和戏剧家埃庇卡尔摩斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
75

​Antipater Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης, ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον, οὗ, κατὰ Πυθαγόρου φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο.1

安提帕特 斯忒西科罗斯,缪斯那浩瀚而无可计量的喉舌, 被卡塔纳烟尘笼罩的土地所葬埋; 依照毕达哥拉斯关于自然的论述,昔日荷马的 灵魂,正是在此人的胸怀中安下了第二座居所。

​Dioscorides Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δʼ ἀρότρου γευόμενον, ξείνῳ Μέμφις ἔκρυψε τάφῳ, ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε. καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα· νῦν δὲ καλυφθεὶς κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον.

狄奥斯克里代斯 菲洛克利托斯告别了商贾营生,方才初试 犁耕之业,孟菲斯便将他隐匿于异乡的墓中; 此时尼罗河奔涌的浩荡洪流携着狂暴的水势, 将这汉子仅有的单薄土丘冲刷殆尽。 他在生时曾避开苦涩的大海;如今却为浪涛所覆, 这不幸的人终究落得个沦为海难之人的坟茔。

​Simonides οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδεω ἐστὶ σαωτήρ, ὃς καὶ τεθνηὼς ζῶντʼ ἀπέδωκε χάριν.

西摩尼得斯 此人乃是凯奥斯岛西摩尼得斯的救主, 虽已身为亡魂,却向生者回报了恩情。

​Dionysius Πρηΰτερον γῆράς σε, καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ ἔσβεσεν εὐνήθης δʼ ὕπνον ὀφειλόμενον, ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων, Ἀγλαοῦ υἱέ· φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.

狄奥尼修斯 温和的暮年熄灭了你,并非暗淡的疾患将你摧折, 在穷尽了至高的玄思之后,埃拉托斯特尼啊,你沉入理应到来的安眠; 乳哺你的基利尼并未在祖先的墓穴中 接纳你,阿格拉奥斯之子;但在异邦你亦作为挚友 被安葬在普罗透斯的这片海滨边缘。

​Meleager α. ὤνθρωπʼ, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρεῖν φαμί τὰ δʼ ἐς πάτραν κρέσσονα καὶ σοφίης· λὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας ὑλάκτευν. β. λαμπρὰ θρεψαμένοισι χάρις. α. οὐκ ἀπʼ ἐμεῦ; β. μὴ τρηχύς. α. ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ τρηχύτερον Πάτρας. β. χαῖρε. α. σὺ δʼ ἐξ Ἐφέσου.

墨勒阿革洛斯 赫拉克利特:凡人啊,我赫拉克利特坚称唯有我探求得智慧; 而我对于祖国的功业甚至胜过智慧; 异乡人啊,因为我曾用脚践踏并吠咬那些无知之徒, 哪怕他们曾生养了我。 行路人:对抚育你的人真是一份绝妙的报偿! 赫拉克利特:滚离我身边! 行路人:莫要暴躁。 赫拉克利特:否则你也很快便会听到比我祖国 更为暴烈的事。 行路人:愿你安好。 赫拉克利特:而你,滚出以弗所!

80

​Callimachus εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν2 ἀλλὰ σὺ μέν που, ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

卡利马科斯 有人向我道及你的死讯,赫拉克利特,引我落下了热泪; 我想起我们两人曾有多少次 在长谈中伴送落日沉沦。但哈利卡纳苏斯的故友啊,想必 你早已化作了累世的飞灰; 然而你的夜莺依然活着,对于它们,掠夺一切的 哈得斯绝不会伸出夺取之手。

​Antipater ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη· Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας· ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα, πάντας ἀριζάλου σωφροσύνας φύλακας.

安提帕特 七贤之中,克莱奥布卢斯啊,是利恩多斯诞育了你, 而西绪福斯之地宣称拥有佩里安德; 米蒂利尼育有庇塔库斯,神圣的普里埃内拥有比阿斯; 米利都育有泰勒斯,他是正义的至高支柱; 斯巴达拥有基隆,凯克洛普斯之地拥有梭伦, 他们皆是显赫克己之德的守护者。

​Anonymi Epigrammatici Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ καὶ Σατύροις Σικελὸν τῇδʼ Ἐπίχαρμον ἔχω.

无名作者 我在此安息着西西里人埃庇卡尔摩斯,他身佩 多利斯缪斯的武装,侍奉巴克科斯与萨堤罗斯。

​Anonymi Epigrammatici τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ’ ἀνέδειξεν, ἀστρολόγων πάντων πρεσβύτατον σοφίῃ.

无名作者 伊奥尼亚的米利都抚育并显扬了这位泰勒斯, 在一切天文学家中因智慧而最为崇高。

​Anonymi Epigrammatici ἦ ὀλίγον τόδε σᾶμα, τὸ δὲ κλέος οὐρανόμηκες τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.

无名作者 看哪,这坟冢确实狭小,但这位沉思默想的 泰勒斯,其声名直达云霄。

85

​Diogenes Laertius γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

第欧根尼·拉尔修 普照的宙斯啊,昔日正当聪睿的泰勒斯观看 体育竞技之时,你将他从赛场中夺走。 我赞美你将他引至你的近前;因为这位老人 确实已无法再从大地仰望群星。

​Anonymi Epigrammatici ἡ Μήδων ἄδικον παύσασ’ ὕβριν ἥδε Σόλωνα τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

无名作者 平息了米底人非义狂暴的萨拉米斯, 诞育了这位神圣的立法者梭伦。

​Diogenes Laertius σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ, ὀστὰ δʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες· ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον εὖ γὰρ θῆκε νόμοις ἀστοῖς ἄχθεα κουφότατα.

第欧根尼·拉尔修 在异邦,塞浦路斯的火焰将梭伦的躯体化作骨灰, 但萨拉米斯留存了他的骸骨,其尘埃化作了丰饶的麦穗; 法典的旋转木板则引其灵魂径直升入苍穹;因为他通过法律 极好地让城邦公民承担了最轻盈的重负。

​Diogenes Laertius Φωσφόρε σοί Πολύδευκες ἔχω χάριν, οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον εἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς, οὐ νεμεσητὸν ἐμοὶ τοῖος ἴτω θάνατος.

第欧根尼·拉尔修 带来光明的波吕丢刻斯啊,我向你致谢,因基隆的 儿子在拳击中赢得了鲜嫩的野橄榄冠冕; 倘若父亲得见加冕的孩子,欣喜过度而长逝, 于我而言并无怨怼:愿这样的死亡降临!

​Callimachus ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον· “ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ· ἡ δʼ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δʼ ἄγε σύν μοὶ βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.” εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, Ἡνιδʼ, ἐκεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος· ʽὁἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ· κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον τὴν κατὰ σαυτὸν ἔλα.3 ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα συνθέμενος. τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην, οὕτω καὶ σὺ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.

卡利马科斯 一位来自阿塔尔纽斯的客人曾这般向米蒂利尼人、 许拉狄阿斯之子庇塔库斯请教: “长者啊,两桩婚事摆在我面前:其中一位新娘 在财富与门第上皆与我相当; 另一位则远胜于我。哪一个更好?来吧,替我 出出主意,我当迎娶哪一位举行婚礼?” 他如此说道;而老人举起那根衰老之防具的木杖,说道: “看哪,那些人会告诉你全部的答案。” 原来有一群孩童在宽阔的三岔路口,用鞭子抽打着 飞速旋转的陀螺。 “循着他们的足迹走过去吧,” 老人说道。客人走近并在旁站定, 只听孩子们喊道: “抽打适合你自己的陀螺!” 客人体味到这番话,听从了孩童的神谕, 遂不再贪图攀附显赫门第; 如同他迎娶了与自己相当的谦卑新娘归家, 你也当走去,迎娶适合你自己的女子。

语法注3 条
  1. 7.75οὗ, κατὰ Πυθαγόρου φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο

    关系代词 οὗ 为阳性单数属格,指代前一行的先行词斯忒西科罗斯(Στασίχορον),在意义上与后文的 ἐνὶ στέρνοις(在其胸中)相呼应。句式骨架为:“依照毕达哥拉斯的自然学说,昔日属于荷马的灵魂在此人的胸怀中安下了第二座居所”。

  2. 7.80ἥλιον ἐν λέσχῃ κατεδύσαμεν

    使役及惯用诗意表达:“我们在长谈(ἐν λέσχῃ)之中让太阳沉落(促使日落,即畅谈至日落)”。动词 καταδύω 的第一不定过去式主动语态 κατέδυσα 作及物动词(“使……沉没”),ἥλιον 为其直接宾语。

  3. 7.89τὴν κατὰ σαυτὸν ἔλα

    孩童抽陀螺时的呼喊,兼具双关格言意蕴。动词 ἔλα 为 ἐλαύνω(驱使、鞭打)的祈使语气形式。字面意义为“抽打适合你自己分寸的陀螺”;在寓意层面上则隐指“迎娶适合你自身身份(κατὰ σαυτόν)的新娘(省略了 νύμφην)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.75-7.89