- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.60-7.74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组铭诗纪念了哲学家、诗人和英雄(柏拉图、第欧根尼、阿耳基洛科斯与地米斯托克勒斯),吟咏了他们的崇高品德、安贫自足的节操、讽刺诗的威慑力以及救国者的功勋与遭逢的嫉妒。
Simmias σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον, οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται.1
西米亚斯 在节制与正直的品行上超拔于凡人, 神圣的人阿里斯托克勒斯正长眠于此。 若在众人之中有人因智慧而赢得了崇高的赞扬, 此人所获最多,且未招致嫉恨。
Anonymi Epigrammatici γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος, ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων υἱοῦ Ἀρίστωνος,2 τόν τις καὶ τηλόθι ναίων τιμᾷ ἀνὴρ ἀγαθός, θεῖον ἰδόντα βίον.
无名作者 大地确实在怀抱中掩藏着柏拉图的这具身躯, 但阿里斯同之子的灵魂在至福诸神间 享有不朽的位序;即使身处远方的善人, 亦因其得见神圣的生命而尊崇他。
Anonymi Epigrammatici αἰετέ α. αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἢ τίνος, εἰπέ, ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; β. ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.
无名作者 行人:鹰啊,为何你落于坟墓之上?或者,请告诉我, 你在为谁遥望着众神群星璀璨的家园? 鹰:我是飞往奥林匹斯山的柏拉图 灵魂的像;但这尘世所生的躯体,阿提卡的泥土保留着。
Anonymi Epigrammatici τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ, γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.3
无名作者 运送亡灵的引渡者啊,接纳我这只犬儒第欧根尼吧, 我已经褪去了尘世所有的倨傲神色。
Anonymi Epigrammatici α. εἰπέ, κύον, τίνος ἀνδρὸς· ἐφεστὼς σῆμα φυλάσσεις; β. τοῦ Κυνός. α. ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ κύων; β. Διογένης. α. γένος εἰπέ. β. Σινωπεύς. α. ὃς πίθον ᾤκει; β. καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.
无名作者 行人:说吧,犬啊,你驻足守望着谁人的墓冢? 犬:犬儒之墓。 行人:但那位被称为犬的人究竟是谁? 犬:第欧根尼。 行人:说说他的族裔。 犬:锡诺珀人。 行人:就是那位曾住在瓦瓮中的人? 犬:正是他;而如今他已逝去,以群星为居所。
Antipater Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον, ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμʼ ἐφοίτα σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας. ἀλλὰ τάφου τοῦδʼ ἐκτὸς ἴτʼ, ἄφρονες, ὡς ὁ Σινωπεὺς ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.
安提帕特 这是第欧根尼的墓冢,这位聪睿的犬儒,曾以 男子气概的胸怀度过了一无所有的赤贫生活, 于他而言,一个搭包,一袭双折外衣,一根相随的 木杖,便是自足明智的全部武装。 蠢人们啊,快从这坟墓旁走开,因这位锡诺珀人 即使在哈得斯之中,也厌恶一切平庸之辈。
Honestus βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο Διογένευς βιότου φόρτος ὁ κουφότατος. πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς· ἀλλὰ κύον σαίνοις Κέρβερε τόν με κύνα.
霍内斯图斯 一杖、一袋与一领双折外衣,乃是聪睿的 第欧根尼一生最轻便的行囊。 我将这一切都带往舟子处,因我在尘世未留片物; 吠犬刻耳柏洛斯啊,向我这只犬摇摇尾巴吧。
Leonidas Ἀίδεω λυπηρὲ διήκονε, τοῦτʼ Ἀχέροντος ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ, δέξαι μʼ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην. ὄλπη μοι καὶ πήρη ἐφόλκια, καὶ τὸ παλαιὸν ἔσθος, χὠ φθιμένους ναυστολέων ὀβολός. πάνθʼ ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρʼ ᾍδαν ἔρχομʼ ἔχων λείπω δʼ οὐδὲν ὑπʼ ἠελίῳ.
莱奥尼达斯 哈得斯愁苦的差役啊,你驾着青黑的小舟 渡过阿刻戎河的这片水域, 纵使你那令人战栗的平底船已被死者沉重地 压弯,亦请接纳我这只犬儒第欧根尼。 油瓶与搭包是我的负累,还有这件古旧的 衣袍,以及为死者摆渡的一枚奥波尔。 凡我在生者之中所拥有的,我皆携之 走向哈得斯;而在阳光之下我未留片物。
Archias Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαθὺ πορθμεύεις τοῦτʼ Ἀχέροντος ὕδωρ, εἰ καί σοι βέβριθεν ὑπʼ εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα. ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα, καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν. καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπʼ ἠελίου δʼ οὔ τι λέλοιπα φάει.
阿基亚斯 哈得斯接引死者的舟子啊,因众人的泪水而欣喜之人, 你摆渡越过阿刻戎河这幽深的水面, 纵使你的驳船因劳苦死者的幽魂而沉重不堪, 亦休要抛下我这只犬儒第欧根尼。 我带着油瓶与木杖,一领双折外衣, 一个搭包,以及付你的航费奥波尔。 纵在生前我也仅有死后亦如此携来的这些; 在日光的照耀下,我未曾留下分毫。
Julianus Κέρβερε δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων, ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν· Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων δριμύν, πικροχόλου τικτόμενον στόματος. οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.
尤利安 向死者发出骇人吠叫的刻耳柏洛斯啊, 如今连你也当畏惧一位令人毛骨悚然的亡魂了: 阿耳基洛科斯已死;当心他那出自 满腹苦胆之口的锐利短长格狂暴之情。 你当知晓那人呼号的巨大威力,那时一艘船 便将吕坎伯斯的一双女儿送到了你的面前。
Julianus νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου ὄμμασιν ἀγρύπνοις τρισσὲ φύλασσε κύον. εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες, πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων νεκρὸς ἅπας, φεύγων τάρβος ἐπεσβολίης;
尤利安 三首犬啊,如今当比以往任何时候都更加 用不眠的双眼守卫那坚固深渊的门户。 因吕坎伯斯的女儿们若为了逃避阿耳基洛科斯 短长格诗篇的狂暴烈焰而舍弃了光明, 那么为了逃避嘲弄之辞的恐怖,所有的死者 又岂能不抛弃幽暗居所的重门?
Gaetulicus I σῆμα τόδʼ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ, αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης, μυρόμενος τρισσῶν ἅμματα θυγατέρων. ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.
盖图利库斯 这是海滨阿耳基洛科斯的墓冢,他曾最早 将苦涩的缪斯浸入毒蛇的胆汁, 让宁静的赫利孔山染上鲜血。哀悼三位女儿 索套的吕坎伯斯深知此事。 行路人啊,悄然走过吧,切莫 惊扰了停留在此墓上的黄蜂。
Menander χαῖρε, Νεοκλείδα, δίδυμον γένος,4 ὧν ὁ μὲν ὑμῶν πατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας.
米南德 愿你们安息,奈奥克勒斯的一双后嗣,你们之中一人 从奴役中拯救了祖国,另一人则从愚昧中拯救了祖国。
Tullius Geminus ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δʼ ἐπὶ ταύταν δούρατα, βαρβαρικᾶς σύμβολα ναυφθορίας, καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα. στάλα δʼ ἁ Σαλαμὶς ἐπικείσεται, ἔργα λέγουσα τἀμά τί με σμικροῖς τόν μέγαν ἐντίθετε;
图利乌斯·杰米努斯 用全希腊替代简陋的坟墓吧,并在其上 安放船木,作为蛮族海难的标记; 并在墓基周围描画波斯的战神 与薛西斯:以此葬埋地米斯托克勒斯。 萨拉米斯将作为石碑耸立其上,述说着 我的功勋;何以将伟大的我置于狭小之中?
Diodorus τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης λαός, ὅτʼ ἐκ Μήδων πατρίδα ῥυσάμενος ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως ὁ φθόνος· αἱ δʼ ἀρεταὶ μεῖον ἔχουσι γέρας.
狄奥多洛斯 马格尼西亚的人民为地米斯托克勒斯修筑了 这座异乡的坟茔,当他从米底人手中拯救了祖国之后, 却埋骨于异邦的泥土与石块之下。确实, 嫉妒执意要如此;而美德所获的奖赏向来微薄。
- 7.60καὶ φθόνον οὐ φέρεται
中动态动词 φέρεται 在此具有“蒙受、招致、承受”之意。主语 οὗτος(柏拉图)虽获得崇高的赞誉,却因其卓绝的德行而未招致嫉妒。
- 7.61υἱοῦ Ἀρίστωνος
属格短语 υἱοῦ Ἀρίστωνος 与前一行的 Πλάτωνος 形成相隔的同位语关系,中间被对偶分句(ψυχὴ δʼ...)隔开,构成了换位倒装(hyperbaton)。
- 7.63γυμνώσαντα βίου παντὸς ἐπισκύνιον
ἐπισκύνιον 本义为眉际皮肤或紧蹙的额眉,在此引申为傲慢、虚饰或世俗的矜持。分词 γυμνώσαντα 修饰宾格代词 με(第欧根尼),意为“脱去了尘世生活的所有倨傲/虚饰”。
- 7.72Νεοκλείδα, δίδυμον γένος
呼格结构,指称两位名为奈奥克勒斯(Νεοκλῆς)之子的著名人物:地米斯托克勒斯与哲学家伊壁鸠鲁。随后的 ὧν ὁ μὲν ὑμῶν... ὁ δʼ... 构成了带有属格关系代词的部分词构型(“你们之中一人……另一人……”)。
