- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.41-7.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组题赞诗人卡利马科斯、欧里庇得斯、赫西俄德以及哲学家德谟克利特的墓志铭与挽诗,内容涉及各自的作品成就、生平轶事及死因辩诬。
Anonymi Epigrammatici ἆ μάκαρ ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις, χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε,
无名作者 啊,至福者,不朽缪斯最亲近的同席宾朋, 即便身处哈得斯的殿堂,亦愿你安息,卡利马科斯!
Anonymi Epigrammatici ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης.1 τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν, ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους, εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων αἱ δʼ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώων αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.
无名作者 啊,聪睿的巴蒂阿得斯那伟大而遐迩闻名的梦境, 你确实出自角门,而非象牙之门! 因你向我们揭示了此前人们所不知晓的诸多事理, 既关乎不死诸神,亦关乎半神英雄, 那时你将他从利比亚升起,带至赫利孔山, 携他进入皮埃里亚神女们的正中; 神女们面对探询远古英雄与至福诸神 由来的他,纷纷予以回应述说。
Ion χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον ἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.
伊翁 在皮埃里亚黑叶掩映的谷地中,享有永夜 居所的欧里庇得斯啊,愿你安宁; 即便身处地下也当知晓,你将拥有不朽的盛名, 与荷马永流不息的恩泽并驾齐驱。
Anonymi Epigrammatici εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος, καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες, τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν, τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα, ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτρις Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων.2
无名作者 纵使摧人泪下的命运攫住了你,欧里庇得斯, 撕裂恶狼的猎犬将你化作了餐食—— 你这舞台上声如甘蜜的夜莺,雅典的荣光, 将缪斯的智慧与恩宠融为一体之人—— 然而你已归于佩拉的坟墓之下,好让皮埃里亚神女的 侍从得以居于皮埃里亚神女的身旁。
Thucydides μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου· ὀστέα δʼ ἴσχει γῆ Μακεδών ἢ γὰρ δέξατο τέρμα βίου. πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσαις τέρψας, ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.
修昔底德 全希腊皆是欧里庇得斯的纪念碑;但保留其枯骨的 乃是马其顿的泥土;因正是此地接纳了他生命的终点。 而他的故土乃是希腊中的希腊——雅典;他借由缪斯 带给人至多欢愉,亦从众人那里收获了赞颂。
Anonymi Epigrammatici οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε· τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται.
无名作者 这座墓茔并非你的纪念碑,欧里庇得斯,而是你构成了它的纪念碑; 因为正是依靠你的盛誉,这座墓碑才披上了荣光。
Anonymi Epigrammatici ἅπασ’ Ἀχαιὶς μνῆμα σόν, Εὐριπίδη· οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.
无名作者 整个阿开亚皆是你的纪念碑,欧里庇得斯; 因此你绝非无声无息,而是应当永远为人所诵扬。
Anonymi Epigrammatici Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ ληφθεῖσαι, νοτίην ὦσαν ἄπʼ αἰθόμεναι· μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφά, καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις.
无名作者 被吐着黑烟的烈火狂飙所卷裹,柔嫩的血肉 在燃烧中排除了所有的湿气; 多泪的墓穴中仅余下缄默的枯骨, 留给由此经过的行路之人以无尽的悲哀。
Bianor ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς Ζανὶ κεραυνείῳ, γαῖαν ἀπημφίασας. τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ ἥγνισε τὰν θνατὰν σώματος ἱστορίαν
比阿诺尔 马其顿墓穴的泥土将你掩藏;然而被雷霆之神 宙斯的烈火所焚化,你蜕去了尘世之躯。 因自宙斯而来的以太三度闪烁雷电,欧里庇得斯, 洗净了你肉体凡胎的必死遗迹。
Archimelus τὴν Εὐριπίδεω μήτʼ ἔρχεο, μήτʼ ἐπιβάλλου, δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα. λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος· ἢν δέ τις αὐτὴν εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος· ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς, ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.
阿基梅卢斯 休要行走,亦休要踏上欧里庇得斯的道途, 那是凡人难行的险径,作歌之人啊。 因它看似平坦诱人;然而若有人 踏足其上,却比凶险的尖桩更为粗砺; 若你试图触碰埃厄忒斯之女美狄亚的峰巅, 你将默默无闻地卧于九泉之下:放弃那些桂冠吧。
Adaeus οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸς οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον, ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃ κεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω. σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου βήματα καὶ σκηνὰς ἐμβάδʼ ˘ ἐρειδομένας.
阿达尤斯 咬杀你的绝非犬群,欧里庇得斯,亦非妇人的 狂暴——因你向来远离幽暗的阿佛洛狄忒—— 而是哈得斯与老迈;你在马其顿的阿剌图萨之下 安息,蒙受着阿耳克拉俄斯情谊的尊崇。 但我并不视此地为你的坟墓,而是将巴克科斯的 台阶与由悲剧高底靴支撑的剧场舞台视为你的归宿。
Demiurgus Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς, Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.
德米乌尔戈斯 辽阔希腊的冠冕与歌赋的荣光, 生于阿斯克拉的赫西俄德,正由我所怀抱。
Anonymi Epigrammatici Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα, ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.
无名作者 我赫西俄德将此物奉献给赫利孔山的缪斯, 因我在哈尔基斯以歌赋战胜了神圣的荷马。
Mnasalces Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.3
姆纳萨尔克斯 麦浪丰沃的阿斯克拉本是其故乡,但他死后, 驱策骏马的米纽埃斯人之邦保留着赫西俄德的 骨骸;当人们在智慧的试金石前 接受品评时,他在凡人中的声名最为显赫。
Alcaeus Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων, καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν ἔρραναν, ξανθῷ μιξάμενοι μέλιτι· τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.
阿尔卡埃乌斯 在洛克里斯幽暗的林地中,仙女们 用自己泉池的水清洗了赫西俄德的遗体, 并筑起高耸的坟茔;牧羊人浇洒羊乳, 在其中调和以金黄的蜂蜜; 因这饱尝九位缪斯纯净清泉的 老人,生前喷薄出的正是这般芬芳的清音。
Anonymi Epigrammatici ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει· “οὐκ ἔλεγον γελόων, Πάντα πέλουσι γέλως; καὶ γὰρ ἐγὼ σοφίην μετʼ ἀπείρονα, καὶ στίχα βίβλων τοσσατίων, κεῖμαι νέρθε τάφοιο γέλως.”
无名作者 这一切果然皆是德谟克利特的笑料,他或许会说道: “难道我未曾笑着说过:万物皆是笑料? 因我也在浩瀚的智慧与汗牛充栋的卷帙之后, 横卧于坟墓之下,化为一桩笑料。”
Diogenes Laertius καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος; ὃς θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν, καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
第欧根尼·拉尔修 又有谁曾如此明慧?谁曾建立如此功业, 堪与全知的德谟克利特所成就者相比? 他将临近的死亡扣留于宅邸中达三日之久, 用热面包散发的温热蒸气款待了死神。
Julianus εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις, Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως.4
尤利安 即便你在幽冥之下统治着永不微笑的死者, 珀耳塞福涅啊,亦请欣然接纳 德谟克利特含笑的灵魂,因为唯有笑声 曾化解了为你悲泣的母亲心中的凄苦。
Julianus Πλούτων δέξο μάκαρ Δημόκριτον, ὥς κεν ἀνάσσων αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.
尤利安 至福的普路托啊,接纳德谟克利特吧,好让你在 始终统治着永不微笑者之余,也能拥有一位欢笑之人。
- 7.42ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης
物质或来源属格(κεράων, ἐλέφαντος)与动词 ἔης 连用充当表语。此处化用《奥德赛》第19卷第562行以下关于真梦出自“角门”、虚妄之梦出自“象牙之门”的典故,以此肯定卡利马科斯在《原因篇》开篇所述之梦乃是真实的神启。
- 7.44ὡς ἂν ὁ λάτρις Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων
由 ὡς ἄν 引出带虚拟式(ναίῃς)的目的状语从句。句中巧妙利用了同音词 Πιερίδων 的双关重叠,既指代马其顿的皮埃里亚地区,又指代作为缪斯神女的“皮埃里亚神女”,以此说明作为女神侍从的诗人安葬于此的意义。
- 7.54ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης
表示时间或条件的独立属格结构(“当人们在智慧的试金石前接受评判时”),用以限定前文“他在凡人中的声名最为显赫”这一主句判定的适用范畴与标准。
- 7.58ἐπεὶ καὶ σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοὶ μοῦνος ἔκαμψε γέλως
原因从句。主语为后置的名词 γέλως(笑声),谓语动词为 ἔκαμψε(使软化/消解),宾语为带有分词短语的 σεῖο τεκοῦσαν ἀχνυμένην ἐπὶ σοί(“因你而悲伤的生你之母”,即德墨忒尔)。此句化用了包波(或伊安柏)以笑话化解德墨忒尔寻女哀痛的神话。
