- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.26-7.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组悼念阿那克里翁、品达、索福克勒斯、阿里斯托芬与埃斯库罗斯等伟大诗人的墓志铭,赞颂他们的美酒、爱情、戏剧艺术与不朽声名。
Antipater ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων, εἲ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος, σπεῖσον ἐμῇ σποδιῇ σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα, ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις,1 ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον.
安提帕特 过客啊,当你经过阿那克里翁简朴的坟墓时, 若曾从我的诗卷中获得任何裨益, 请为我的骨灰献酒,献上光润的美酒,好让我的骨骸 受到酒浆浸润而欣悦; 因为我这醉心于狄奥尼索斯狂呼欢宴之人, 与喜爱纯酒的和谐一同孕育之人, 即便身死,若无巴克科斯相伴,便无法忍受 这应归于必死凡人族类的所在。
Antipater εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων, μήτʼ ἐρατῶν κώμων ἄνδιχα, μήτε λύρης· ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις, αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης, ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος, ἠὲ Μεγιστῆ, ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον, ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ, ἄκρητον λείβων νέκταρ ἀπὸ στολίδων. τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι, πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος.
安提帕特 愿你在福人之中,阿那克里翁,伊奥尼亚的荣耀, 既不与可人的狂宴分离,亦不远离里拉琴; 愿你以含情脉脉的双眸唱着无尽的歌, 在光润的秀发上摇曳着花朵, 或面向欧律皮勒,或面向梅吉斯透斯, 或面向色雷斯人斯墨耳狄埃斯的基科涅斯发卷, 涌流着美酒,衣裳完全被巴克科斯浸透, 从衣褶中滴落未掺水的琼浆。 因为,老人啊,向着这三位——缪斯、狄奥尼索斯与厄罗斯, 你的一生都已作为奠酒倾注无遗。
Anonymi Epigrammatici ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων, σπεῖσόν μοι παριών εἰμὶ γὰρ οἰνοπότης.
无名作者 过客啊,经过阿那克里翁的这处坟茔时, 从旁经过时请为我献酒;因为我是个饮酒者。
Antipater εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας, εὕδει δʼ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη· εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων βάρβιτʼ ἀνεκρούου νέκταρ ἐναρμόνιον. ἠϊθέων γὰρ Ἔρωτος ἔφυς σκοπός· εἰς δὲ σὲ μοῦνον τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.
安提帕特 你长眠于死者之中,阿那克里翁,业已完成了崇高的辛劳; 那甘美善谈夜语的基塔拉琴亦已长眠; 斯墨耳狄斯也长眠了,渴望之神们的青春之春,当你弹奏时, 曾用巴尔比通琴为他奏出谐和的琼浆。 因你本是〔恋慕〕青年们的厄罗斯的靶标;唯独向着你, 他持着弓矢与曲折的远射。
Antipater τύμβος Ἀνακρείοντος· ὁ Τήιος ἐνθάδε κύκνος εὕδει, χἠ παίδων ζωροτάτη μανίη. ἀκμὴν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος. οὐδʼ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δʼ Ἀχέροντος ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ.
安提帕特 这是阿那克里翁的坟墓;忒俄斯的天鹅在此 安息,对少年们最强烈的狂恋亦随之长眠。 石碑上至今仍在奏响关于巴图洛斯的竖琴般 渴望的曲调,白石散发着常春藤的清香。 连哈得斯也未能熄灭你的爱火;尽管完全身处于 阿刻戎河中,你仍在更炙热的欲望中饱受煎熬。
Dioscorides Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπʼ ἔσχατον ὀστεῦν, κώμου καὶ πάσης κοίρανε παννυχίδος, τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ πὶ Βαθύλλῳ χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας, αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἀκρήτου, κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου; αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος, κῆποι, καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ· ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς,2 βεβληκὼς χρυσέην χεῖρας ἐπʼ Εὐρυπύλην.
狄奥斯科里得斯 啊,因色雷斯人斯墨耳狄斯而销魂至骨髓深处的人, 狂宴与一切通宵盛会的君王, 缪斯眼中最为欢悦的阿那克里翁啊,为了巴图洛斯, 你常在酒盏之上流下青白泪水, 愿纯酒的清泉自行为你喷涌, 愿至福之神们倾泻下甘露琼浆; 愿园圃自发抽生出黄昏所爱的花朵紫罗兰, 香桃木受到柔润朝露的滋养; 好使你在德奥的冥府也能带着酒意优雅起舞, 双手搭在黄金般的欧律皮勒肩上。
Julianus πολλάκι μὲν τόδʼ ἄεισα, καὶ ἐκ τύμβου δὲ βοήσω· πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε, κόνιν,
尤利安 生前我曾屡屡这样歌唱,如今从坟墓中我也要高呼: “饮吧,在你们披上这层黄土之前。”
Julianus α. πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. β. ἀλλὰ τρυφήσας· καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην.
尤利安 甲:痛饮之后你死了,阿那克里翁。 乙:但我尽享了奢华;而你,纵然不饮,也将来到哈得斯。
Antipater Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις, οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὥς ἀπὸ Μουσῶν ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο.
安提帕特 皮埃里亚的号角,那锻造纯净赞歌的 厚重工匠品达,这抔泥土拥抱着他; 听闻其曲调之人必会赞叹:从缪斯那里 在卡德摩斯的洞房中蜂群塑造了〔这曲调〕。
Leonidas ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς, Πίνδαρος, εὐφώνων Πιερίδων· πρόπολος.
列奥尼达斯 此人适悦于异邦过客,见爱于本邦城民, 品达,美音皮埃里亚神女们的侍者。
Erycius αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας, αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις τύμβος, Ὑμηττείῳ λειβόμενος μέλιτι, ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ κηρός, ὑπὸ στεφάνοις δʼ αἰὲν ἔχῃς πλοκάμους.
厄律基俄斯 神圣的索福克勒斯啊,愿舞台的常春藤 以其轻柔的足步,永远在你光洁的纪念碑上跃动; 愿你的坟墓常有牛化蜜蜂在其四周滴沥, 流淌着伊梅托斯山的蜂蜜, 好让蜡的光泽常在你阿提卡的写字板上流淌, 愿你的发卷永远佩戴着花冠。
Dioscorides α. τύμβος ὅδʼ ἔστʼ, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσέων ἱρὴν παρθεσίην, ἱερὸς ὢν, ἔλαχον· ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,3 πρίνινον, ἐς χρύσεον σχῆμα μεθηρμόσατο, καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος εὔθετον ὀρχηστὴν τῇδʼ ἀνέπαυσα πόδα. β. ὄλβιος, ὡς ἁγνὴν ἔλαχες στάσιν ἡ δʼ ἐνὶ χερσὶν κούριμος,4 ἐκ ποίης ἥδε διδασκαλίης; α. εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις, εἴτε καὶ Ἠλέκτραν ἀμφότεραι γάρ ἄκρον.
狄奥斯科里得斯 甲:过客啊,这是索福克勒斯的坟墓;我自己身居圣职, 从缪斯那里将他作为神圣托付之物接纳; 是他将我这来自弗利乌斯、原先践踏荆棘的 粗砺栎木,重塑成了黄金的形象, 并为我披上精美的紫袍;如今他已逝去, 我便在此安歇下作为舞者轻捷的足步。 乙:何等有福,你获得了多么神圣的居所!然而你手中 剪短了头发的面具,出自哪部戏剧? 甲:无论你想说《安提戈涅》,都不会有错, 抑或是《厄勒克特拉》;因为两者皆是绝顶之作。
Diodorus θεῖος Ἀριστοφάνευς ὑπʼ ἐμοὶ νέκυς· εἰ τινα πεύθῃ, κωμικός, ἀρχαίης μνᾶμα χοροστασίης.
狄奥多洛斯 神圣的阿里斯托芬的遗骸卧于我下;若你在探问某人, 他便是那喜剧诗人,古代合唱舞蹈的纪念碑。
Antipater ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης κεῖται, κυδαίνων σήματι Τρινακρίην.
安提帕特 他以雄浑优美的辞藻,首度将悲剧的呼声 与威严的歌赋筑造如高塔, 欧福里翁之子埃斯库罗斯,长眠于 远离埃勒夫西斯土地之处,以其坟墓光耀特里纳克里亚。
Diodorus Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι τὸν μέγαν, οἰκείης τῆλʼ ἀπὸ Κεκροπίης, λευκὰ Γέλα Σικελοῖο παρʼ ὕδατα· τίς φθόνος, αἰαῖ, Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει;
狄奥多洛斯 这块墓石表明伟大的埃斯库罗斯长眠于此, 远远离开了他的故土凯克洛庇亚, 在西西里盖拉河白色的水流之旁。唉,究竟是何种 阴郁的嫉妒,始终让忒修斯的后裔与贤良之士为敌?
- 7.26ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις
连词 ὡς 引导原因从句(“鉴于我……”),与下文的 ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης 形成并列,作主句动词 ὑποίσω 的第一人称主语(从墓中发声的诗人阿那克里翁)的同位限定。它与 μηδὲ... δίχα 呼应,表明诗人为何在死后亦不可一日无酒。
- 7.31ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς
ἐν Δηοῦς 是表示地点的属格习惯用法,省略了 δόμοις(府邸)或 χώρῳ(领域)。此处以母神德奥(德墨忒尔)指代其女珀耳塞福涅所统辖的冥府幽界。
- 7.37ὃς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα
发话者甲(α)为拟人化的萨堤洛斯剧(或戏剧艺术)。“来自弗利乌斯的我”指代被视为萨堤洛斯剧开创者的弗利乌斯人普拉提纳斯。本句以隐喻表明索福克勒斯如何将这一粗朴的民间剧种(“践踏荆棘、粗砺栎木”)升华为高雅华丽的古典悲剧(“黄金形象”、“紫袍”)。
- 7.37ἡ δʼ ἐνὶ χερσὶν κούριμος
形容词 κούριμος(剪短头发的、服丧的)修饰省略的阴性名词 προσωπίς(面具),指代用于哀悼场面的悲剧面具。对话者乙(β)见其手中握有服丧面具,遂发问此面具属于哪部戏剧演出(《安提戈涅》还是《厄勒克特拉》)。
