← 希腊诗选

希腊诗选 卷二

§7.329-7.339

嗜酒者与生前自建陵墓者的墓志铭

本组诗包含多首墓志铭:有以大酒坛为墓标的嗜酒者之墓、生前自建合葬墓的夫妇、因子嗣众多与贞洁而自豪的母亲、在演练中丧生的猛兽训兽师、英年早逝令母亲痛绝的青年法辩士、生前自行爬入墓穴待死之穷苦老人、德行高尚的贵妇与年轻猎人的纪念碑,以及慨叹人生虚无、呼唤美酒浇愁之作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
329

​Anonymi Epigrammatici Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖς ἄφθονον ἀκρήτου σπασσαμένην κύλικα, οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι, σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος.

佚名 我是在狄俄倪索斯的神圣榨酒池旁 畅饮未经掺水之烈酒的缪尔塔斯,在我亡故之后, 菲薄的尘土未能将我掩埋;相反,象征欢乐的大酒坛, 正作为令人怡悦的坟茔耸立于我上。 佚名在多律莱翁

330

​Anonymi Epigrammatici ἐν τῷ Δορυλαίῳ τὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷ θῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου· σύν τε, γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα, ὣς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι.

你所见到的这具石棺,乃是马克西穆斯生前亲自为自己 安放的,以便在离开人世后得享安居; 他又同妻子卡勒波狄娅一同造就了这处纪念碑, 好使他即便在亡魂之间亦能保持彼此的恩爱。

​Anonymi Epigrammatici εἰς Ὤρακα ἐν Φρυγίᾳ τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φρούρης, ἄξιον ἡμετέρης εὐσεβίης στέφανον· λείπω δʼ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων, πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης. μουνόγαμος θνῄσκω, δέκα δʼ ἐν ζωοῖσιν ἔτι ζῶ,1 νυμφικὸν εὐτεκνίης καρπὸν ἀειραμένη.

佚名在弗里吉亚的奥鲁卡 夫君弗鲁雷斯赠我这方陵墓, 作为配得上我们虔敬之德的冠冕; 而在夫君的闺房之中,我留下一列荣耀的儿女, 作为我一生节制贞洁的忠实见证。 我身为从一而终的妻子而死,却通过十个儿女依然活在生者之间, 收获了宜于婚配之多子之福的果实。 佚名在阿克摩尼亚

​Anonymi Epigrammatici εἰς Ἀκμονίαν αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρίν, οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς.

狂乱的母兽将命途多舛的我杀死,我曾是训兽之人, 并非死于竞技场内的争斗,而是在负有盛名的操演之中。

​Anonymi Epigrammatici εἰς Ἀδριανοὺς ἐν Φρυγίᾳ μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴης ἡμετέρων δώρων, ὧν σ’ ἐπέοικε τυχεῖν, ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνη τύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν.

佚名在弗里吉亚的哈德里阿诺伊 愿你在冥府诸神之间亦不致缺席于 我们的供奉,那些理应归属于你的馈赠, 阿姆米娅母亲啊;正是为此,我们,尼科马科斯与你的女儿狄俄涅, 出于对你的感恩,为你立下了陵墓与碑石。

​Anonymi Epigrammatici εὑρέθη ἐν Κυζίκῳ νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια; ἢ ἵνα λυπήσῃς2 διʼ ἐμὴν βιότοιο τελευτὴν μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς, ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἀτίτηλε, καὶ ἣ πολὺ μείζονα πατρὸς φροντίδα παιδείης ἤνυσεν ἡμετέρης; ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι κάλλιπεν· ἡ δʼ ἐπʼ ἐμοὶ πάντας ἔτλη καμάτους. ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφʼ ἁγνῶν ἡγεμονήων ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας· ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας· οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε, δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης, τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα μητρὸς Πωλίττης πένθος ἀεξόμενον, Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.

佚名发现于库齐库斯 无情的神灵啊,你为何只在短短数年的 狭小岁月里将光明展示于我? 难道只是为了借由我生命的终结,以泪水与呻吟 折磨我那可怜的母亲吗? 正是她生下了我,哺育了我,并且比我的父亲 付出了远为深切的关怀来成全我的教养。 因为父亲将幼小孤弱的我遗弃在厅堂之中; 而母亲却为我历尽了诸般艰辛劳苦。 在公正的行省长官面前因论辩诉讼 而声名显赫,这本是我由衷的向往; 但她未能从我这里收获可爱青春双颊上剃落的茸毛, 亦未得见婚礼与火炬; 她不曾唱起声名远扬的婚礼颂歌,不幸的她亦未得见 出自我的血脉的孩子,作为这令人长嗟叹之家族的留存残息。 甚至在死后,眼见母亲波丽塔日渐滋长的哀痛, 在为弗龙通而生的哀怨忧思之上更添伤悲,亦令我痛苦不堪;她诞下了 这早夭之子,空为亲爱的故土留下一场徒劳的欢愉。

335

​Anonymi Epigrammatici α. Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ. πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες. β. ἀλλʼ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον, οὐ μητέρων σέβοντας ἡδίστην θέαν. α. τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι; εἰς κοινὸν ᾍδην πάντες ἥξουσι βροτοί.

佚名 甲:波丽塔啊,忍耐哀痛吧,止息泪水。许多母亲都曾目睹儿子的殒命。 乙:但他们并非在品行与生平上如此出众,亦未曾如他这般敬重母亲最慈爱的容颜。 甲:为何要过度哀悼?为何要徒劳悲叹?所有的凡人终将归于共通的哈得斯。

​Anonymi Epigrammatici γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδʼ ὀρέγοντος οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον, τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον, εὑρὼν οἰζυροῦ τέρμα μόλις βιότου. ἠλλάχθη δʼ ἐπʼ ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκον ἔπειτʼ, ἔπειτʼ ἐτάφην ἀλλὰ ταφεὶς ἔθανον.3

佚名 受尽老朽与贫寒的折磨,又无一人 向我的不幸施舍救济的善款, 我用颤抖的双腿缓缓爬入墓穴之下, 好不容易为凄苦的人生觅得了终点。 亡者的常轨在我身上遭到了更易:因为我并非先死去、 而后被安葬;而是先被埋葬,而后才死去。

​Anonymi Epigrammatici μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα, σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε· δερκόμενος δʼ ἐρέεινε, τίς ἢ πόθεν; ἁρμονίαν γὰρ γνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις· πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι, εὐγενίην ἐρατήν, ἤθεα, σωφροσύνην. τοίης τύμβον ἄθρησον ἐς οὐρανίας γὰρ ἀταρποὺς ψυχὴ παπταίνει σῶμʼ ἀποδυσαμένη.

佚名 尊贵的行旅之人啊,切莫用你不倦的双足 匆匆走过我的墓冢,赶路的人啊; 而当注视着它并探问:“她是何人,来自何方?”因为你将知晓 哈耳摩尼亚,她的门第在墨伽拉光辉闪耀; 凡是为凡夫带来盛名之物,皆可在她身上得见: 惹人敬慕的高贵出身、高洁品性与谦逊克己。 瞻仰这等妇人的墓冢吧;因为褪去了肉躯之后, 她的灵魂正凝视着通往天堂的小径。

​Anonymi Epigrammatici ἅδε τοι Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα γὼ ἕστακα στάλα, μνᾶμα κυναγεσίας· πάντα δέ τοι περὶ σᾶμα τετεύχαται, ἵπποι, ἄκοντες, αἱ κύνες, αἱ στάλικες, δίκτυʼ ὑπὲρ σταλίκων, αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες· αὐτὸς δʼ εἰκοσέτας νήγρετον ὕπνον ἔχεις.

佚名 阿基阿斯之子佩里克勒斯啊,我这具石碑, 正为了铭记你的狩猎而为你伫立于此; 一切物件皆围绕着你的墓冢雕琢而成:骏马、短标枪、 猎犬、木桩以及搭在木桩上的围网—— 呜呼,尽皆化作石质!野兽在四周奔逐; 而年方二十的你自身,却沉入了永不苏醒的长眠。

​Anonymi Epigrammatici οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων γεννηθεὶς δʼ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην. ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης, ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ. οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι, ὡς πάρος, οὐδὲν οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος· λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε, καὶ λύπης † ὀδύνην τὸν Βρόμιον πάρεχε·

佚名 我未曾犯下任何过错,却由生身父母生于世间, 而降生之后悲惨的我,正走向哈得斯。 双亲那带来死亡的交合啊!悲夫,逼迫我 走向可憎之死的那份无可奈何的宿命! 我自虚无中降生;又将如同往昔一般,重归于虚无; 能言的人类种族,本就是无物亦虚幻。 友人啊,且为我将酒杯擦拭明亮, 奉上布洛米奥斯的美酒,以慰这哀愁的伤痛。

语法注3 条
  1. 7.331δέκα δʼ ἐν ζωοῖσιν ἔτι ζῶ

    数词 δέκα 之后省略了名词(如 τέκνοις“子女”),承接前一行的 παίδων,表意为“在生者之间,我仍借由十个(子女)而活着”,以此表达通过子嗣延续生命。

  2. 7.334ἢ ἵνα λυπήσῃς

    由连词 ἤ 引导的带 ἵνα 加虚拟式的主从目的从句,承接前面的问句 τί δέ μοι καὶ φέγγος ἔδειξας...;(“为何向我展示光明……?”),提出修辞性的排他目的:“还是说,是为了使母亲痛苦……?”

  3. 7.336οὐ γὰρ ἔθνῃσκον ἔπειτʼ, ἔπειτʼ ἐτάφην ἀλλὰ ταφεὶς ἔθανον

    通过副词 ἔπειτα(“随后”)与转折连词 ἀλλά 对比常理的时间顺序:“并非先死、随后受葬,而是受葬之后方才死去”,以逆反的语序生动突出了贫者在气绝之前自行爬入坟穴的凄凉处境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.329-7.339