- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.311-7.328
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节收录了罗得之妻化为盐柱的悖论咏叹、苏拉受害者的墓铭、针对厌世者客蒙的一组刻薄题诗、老农阿明蒂科斯的葬诗,以及对英雄伙伴与早逝青年卡桑德罗斯的悼念。
Anonymi Epigrammatici εἰς τὴν γυναῖκα Λώτ ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρὸν ὁ νεκρὸς οὗτος· ἐκτὸς οὐκ ἔχει τάφον,1 ἀλλʼ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος.
佚名题罗得之妻 此墓之内本无尸首, 此尸之外亦无墓冢; 然而它自身既是自己的尸身,又是自己的坟茔。
Gaius Asinius Quadratus εἰς τοὺς ἀναιρεθέντας ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Σύλα οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηα κεῖνται, ἀριστείης σύμβολα δεικνύμενοι· οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν,2 ἀλλʼ ἅμα πάντες ὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ.
盖乌斯·阿西尼乌斯·夸德拉图斯题被罗马执政官苏拉杀害之人 那些曾向罗马人激起可怖战阵之士, 如今长眠于此,昭示着英勇的明证; 因为无一人是背后中创而亡,而是全部 在隐秘而诡诈的阴谋中一同殒命。
Anonymi Epigrammatici εἰς Τίμωνα τὸν μισάνθρωπον ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι· τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.
佚名题厌世者提蒙 在此我扯断了坎坷不幸的灵魂,横卧于此; 你们休想得知我的姓名;恶徒们,愿你们惨烈灭亡!
Ptolemaeus εἰς τὸν αὐτὸν Τίμωνα μὴ πόθεν εἰμὶ μάθῃς, μηδʼ οὔνομα· πλὴν ὅτι θνῄσκειν τοὺς παρʼ ἐμὴν στήλην ἐρχομένους ἐθέλω.
托勒密题同一客蒙 休要打听我来自何方,亦休问我的姓名; 唯有一点:我巴不得从我墓碑旁走过之人全部横死。
Zenodotus εἰς τὸν αὐτὸν Τίμωνα τρηχεῖαν κατʼ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου, ὡς ἐπʼ ἐμοὶ μηδʼ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι ἴχνος, ἐρημάζω δʼ ἥσυχα κεκλιμένος. ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδʼ ἀστοῖσι φιληθεὶς Τίμων οὐδʼ Ἀίδῃ γνήσιός εἰμι νέκυς.
芝诺多托斯题同一客蒙 干燥的尘土啊,愿你周身缠绕着粗砺的鼠李, 或是弯曲荆棘的狂乱枝节,覆盖于我身之上, 好让春日里连飞鸟也不将轻盈的足迹落于我上, 而我得以安然横卧,孤寂长眠。 因为我,这连城中同胞亦不喜爱的厌世者客蒙, 对于哈得斯来说,甚至算不上一个真正的死者。
Leonidas εἰς τὸν αὐτὸν ὁμοίως τὴν ἐπʼ ἐμεῦ στήλην παραμείβεο, μήτε με χαίρειν εἰπὼν, μήθʼ ὅστις, μὴ τίνος ἐξετάσας· ἢ μὴ τὴν ἀνύεις τελέσαις3 ὁδὸν ἢν δὲ παρέλθῃς σιγῇ, μηδʼ οὕτως ἣν ἀνύεις τελέσαις.
莱奥尼达斯同题彼 走过立于我上的墓碑吧,既不要向我致意, 亦莫要探问我是何人、谁家子嗣; 愿你无法走完前行的路途,而若你默默走过, 即便如此,愿你亦无法走完前行的路途!
Callimachus εἰς τὸν αὐτὸν Τίμωνα α. Τίμων ʽοὐ γὰρ ἔτʼ ἐσσἴ, τί τοι, σκότος ἢ φάος, ἐχθρόν,β. τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.
卡利马科斯题同一客蒙 甲:客蒙啊——因你已不在人世——黑暗与光明,何者令你厌恶? 乙:黑暗;因为在哈得斯那里,你们这等人的数目更多。
Callimachus εἰς τὸν αὐτὸν Τίμωνα μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.4
卡利马科斯题同一客蒙 心怀恶念之人,休向我道声安好,只管走开; 对我而言,安好便等于你莫要靠近。
Anonymi Epigrammatici εἰς τὸν αὐτὸν Τίμωνα καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δὲ γʼ, ὦ πυλαωρὲ Πλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ.
佚名题同一客蒙 即便是化作枯骨,客蒙依然狂暴;普鲁托的 守门恶犬刻耳柏洛斯啊,小心他咬你一口!
Hegesippus εἰς τὸν αὐτὸν Τίμωνα μισέλληνα ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς· Τίμων μισάνθρωπος ἐνοικέω· ἀλλὰ πάρελθε, οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
赫格西普斯题同一厌希腊者客蒙 墓冢四周尽是锋利的荆棘与木桩; 你若靠近,必会扎伤双足; 厌世者客蒙居于此地;走开吧, 尽管吐尽漫天咒骂,但只管走开!
Anonymi Epigrammatici γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις, πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων. καὶ γὰρ ἀειπέταλόν σοι ἐνεστήριξεν ἐλαίην πολλάκι, καὶ Βρομίου κλήμασιν ἠγλάισεν, καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκων θῆκε μὲν εὐλάχανον, θῆκε δʼ ὀπωροφόρον. ἀνθʼ ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖο κεῖσο, καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας.
佚名 亲爱的大地啊,请将老阿明蒂科斯拥入怀中, 铭记他曾为你付出的诸多辛劳。 因为他曾屡次将常青的橄榄树深植于你体内, 用布洛米奥斯的葡萄藤枝为你装点, 以得奥的谷物将你充盈,并引来纵横的水流, 使你化作丰沃的菜圃,结满秋实的果园。 作为回报,愿你温柔地覆于他斑白的额头之上, 并育出春日的繁花芳草。
Anonymi Epigrammatici Κνωσίου Ἰδομενῆος ὅρα τάφον αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.
佚名 看那克诺索斯人伊多墨纽斯的陵墓;而在近旁, 我,莫罗斯之子墨利奥涅斯,正安立于此。
Anonymi Epigrammatici εἷς δύʼ ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχον ἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου.
佚名 一处墓穴安葬了手足二人;因为对于他们二者而言, 降生与死亡,皆属于同一天日。
Anonymi Epigrammatici ἀδέσποτον ἅδʼ ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι, μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα.
佚名无主诗 名声远播的我长眠于这方石板之下, 我只为唯一的一位男子解开过闺带。
Anonymi Epigrammatici εἰς τὸν Σαρδανάπαλλον Τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἔπιον, καὶ μετʼ ἐρώτων τέρπνʼ ἐδάην5 τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται.
佚名题萨达那帕卢斯 凡我所食所饮之物,以及随爱情 领略之欢愉,皆为我有;而万千资财与富贵尽皆舍弃在后。
Crates ταῦτʼ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ Μουσῶν σέμνʼ ἐδάην τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν
克拉特斯 凡我所学所思之物,以及随缪斯 习得之尊荣,皆为我有;而万千资财已为浮华吞噬殆尽。
Anonymi Epigrammatici εἰς Κάσανδρον τὸν ὡραῖον τὸν Λαρίσσῃ κείμενον μὴ σύγε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου· οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις, εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα, ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου.
佚名题葬于拉里萨的美男子卡桑德罗斯 你身为必死之人,切莫妄作长生不灭之想; 因为对于朝生暮死之辈,生命中毫无确凿之物, 既然这具骨灰瓮连这位死去的卡桑德罗斯都装殓其中, 一位本配享有不死神性之人。
Anonymi Epigrammatici τίς λίθος οὐκ ἐδάκρυσε, σέθεν φθιμένοιο, Κάσανδρε; τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης; ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμων ἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων, ὃς χήρην ἄλοχον θῆκεν, μογερούς τε τοκῆας γηραλέους, στυγερῷ πένθεϊ τειρομένους.
佚名 卡桑德罗斯啊,你殒命之时,哪一块山石不曾落泪? 哪一方岩壁会忘却你那夺目的光华? 然而残忍嫉妒的神明在二十六岁的 韶华之年将你夺走, 留下了孤苦的寡妻,以及在可憎哀痛中 心力交瘁的年迈双亲。
- 7.311ὁ νεκρὸς οὗτος· ἐκτὸς οὐκ ἔχει τάφον
与前句“ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρόν”构成严格的对仗。“此死者在外部没有墓穴”,表达了罗得之妻化为盐柱后,既是内在遗体又是外在石碑的奇特悖论。
- 7.312οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν
介词短语“μετὰ νῶτα”意为“在背后”,修饰被动分词“τυπείς”(被击中)。“无一人因背后受击而死”是古典文学中表明战死者未曾临阵脱逃、保持英勇姿态的习用修辞。
- 7.316ἢ μὴ τὴν ἀνύεις τελέσαις ὁδὸν ἢν δὲ παρέλθῃς σιγῇ, μηδʼ οὕτως ἣν ἀνύεις τελέσαις
在“ἢ... ἢν δέ...”结构中,祈愿希求法动词“τελέσαις”重复出现,构成双重诅咒:“愿你无法完成前行的道路;即便你默默走过,愿你也同样无法走完前行的道路”。无论过路人打招呼与否,皆遭客蒙诅咒,突显其彻底的厌世性格。
- 7.318ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν
带有宾格主语“σέ”的冠词不定词短语“τὸ μὴ σὲ πελᾶν”(你莫靠近)作主语,“ἶσον ἐμοὶ χαίρειν ἐστί”为谓语。“对我而言,问候(或高兴)就等同于你莫靠近”。此处利用了“χαίρειν”既是日常问候语(“祝好”)又是字面“欢喜”的双关。
- 7.325τέρπνʼ ἐδάην
动词被动态不定过去时“ἐδάην”取中间态/主动含义(“习得”、“领略”、“经验”),以中性复数宾格“τέρπνα”作其宾语:“领会了欢愉之事”。该结构在随后克拉特斯的拟作中原样重现(“σέμνʼ ἐδάην”),形成了享乐主义与犬儒哲学的鲜明对比。
