- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.340-7.354
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录关于塞萨洛尼基悼亡之夫、哲学家普罗克洛自撰墓志铭、死亡之必然、青年帕特里奥斯挽歌、歌颂列奥尼达斯的狮子墓碑、菲莱尼斯洗刷艳名之自辩、对萨比努斯的深情友谊、赞颂阿代曼托斯、提摩克瑞翁自嘲之碑、航海者警语、吕坎伯斯之女反驳阿尔基洛科斯诽谤的辨白、嗜酒老妇玛罗尼斯之墓,以及美狄亚诸子之墓的诸首短诗。
Anonymi Epigrammatici εὑρέθη ἐν Θεσσαλονίκῃ Νικόπολιν Μαράθωνις ἐθήκατο τῇδʼ ἐνὶ πέτρῃ, ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην. ἀλλʼ οὐδὲν πλέον ἔσχε· τί γὰρ πλέον ἀνέρι κήδευς1 μούνῳ ὑπὲρ γαίης, οἰχομένης ἀλόχου;
佚名 发现于塞萨洛尼基 马拉索尼斯将尼科波利斯安葬在这块石棺之中, 用泪水浸润了大理石的柩匮。 但他未曾得到丝毫慰藉;当妻子已然离世, 对独自留于世间的男子而言,悲伤又有何益? 普罗克洛
Proclus Πρόκλος ἐγὼ Λύκιος γενόμην γένος, ὃν Συριανὸς ἐνθάδʼ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης. ξυνὸς δʼ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος, αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι.2
我普罗克洛生为吕基亚人,叙利亚诺斯 在此将我培育为其学说的继承者。 这处共同的陵墓接纳了二人的躯体, 愿同一处居所亦能分得我们的灵魂。
Anonymi Epigrammatici Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σὺ τινʼ ἄλλον πάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται.
佚名 我已经死去,但我等待着你;而你也终将等待另一人; 同一个哈得斯同样接纳所有的凡人。
Anonymi Epigrammatici Πατέριον λιγύμυθον, ἐπήρατον, ἔλλαχε τύμβος, Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου, Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων, ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τʼ ἀναπάσης, τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα· ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα, οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης, εἰκοσικαιτέτρατον βιότου λυκάβαντα περῶντα· λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.
佚名 这方坟冢分得了言辞清朗、惹人爱慕的帕特里奥斯, 他是米尔提阿德斯与久历磨难的阿提基娅的爱子, 刻克洛普斯之地的幼芽,埃阿科斯家族显赫的后裔, 满腹奥索尼亚的法令与诸般的智慧, 展现出四项美德的一切光芒; 命定的天数夺走了这优雅的少年, 宛如狂风从大地折断一株光彩夺目的幼苗, 正当他度过生命的第二十四个年头之时; 他为挚爱的双亲留下了号啕与无尽的哀伤。
Simonides θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δʼ ὃν ἐγὼ νῦν φρουρῶ, τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.
西摩尼得斯 百兽之中我最勇猛,而凡人之中最强悍者,正是我如今 踏立于此石墓之上所护卫的这具躯体。
Callimachus ἀλλʼ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομὰ τʼ εἶχεν, οὐκ ἂν ἐγὼ τύμβῳ τῷδʼ ἐπέθηκα πόδας,
卡利马科斯 然而,若非莱翁兼具我的心胆与姓名, 我也绝不会将双足踏立于这处坟茔之上。
Aeschrion ἐγὼ Φιλαινὶς ἡ πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μὴ μʼ, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων, χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην. οὐ γάρ, μὰ τὸν Ζῆνʼ οὐδὲ τοὺς κάτω Κούρους, οὐκ ἦν3 ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γονὴν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν οἷʼ ἔγραψʼ, ἐγὼ γὰρ οὐκ οἶδα.
埃斯克里翁 我菲莱尼斯,在凡人中声名喧嚣, 历经漫长的老景后安眠于此。 绕过岬角的愚昧水手啊,切莫对着我 施以讥嘲、讪笑与侮弄。 凭着宙斯起誓,亦凭着地下的童子神灵, 我对待男子既非放荡,亦非下贱的娼妇; 而是雅典籍的波吕克拉特斯, 那诡辩的说辞之徒与恶毒之舌, 写下了他所写之物;因为我对此一无所知。
Anonymi Epigrammatici τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε, ἡ λίθος ἡ μικρή, τῆς μεγάλης φιλίης. αἰεὶ ζητήσω σε· σὺ δʼ, εἰ θέμις, ἐν φθιμένοισι τοῦ Λήθης ἐπʼ ἐμοὶ μή τι πίῃς ὕδατος.4
佚名 高尚的萨比努斯啊,这块小小的石头, 乃是我们深厚友谊的纪念碑。 我将永远寻觅你;若在亡魂之中合乎法则, 愿你为了我的缘故,切莫饮下任何忘川之水。
Anonymi Epigrammatici οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς Ἑλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον.
佚名 这便是那位声名远扬的阿代曼托斯的陵墓,因其智谋, 希腊得以戴上自由的冠冕。
Simonides πολλὰ πιὼν καὶ πολλὰ φαγὼν, καὶ πολλὰ κάκʼ εἰπὼν ἀνθρώπους, κεῖμαι Τιμοκρέων Ῥόδιος.
西摩尼得斯 痛饮良多,饕餮良多,肆意咒骂凡人良多, 我,罗得岛的提摩克瑞翁,长眠于此。 西摩尼得斯
Simonides βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας, ὀψὲ μέν, ἀλλʼ ἔθανον. ἔρρετε πάντες ὁμοῦ.
微食,微饮,饱受疾病缠身, 虽属迟暮,但我终归死去。你们所有人,都一同毁灭去吧!
Anonymi Epigrammatici Ναυτίλε, μὴ πεύθου τίνος ἐνθάδε τύμβος ὅδʼ εἰμί, ἀλλʼ αὐτὸς πόντου τύγχανε χρηστοτέρου.
佚名 航海的人啊,莫要探问我在此是谁的陵冢, 只愿你自身能遭逢更为温和的大海。
Dioscorides οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον,5 αἵδε Λυκάμβεω, αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες, οὔτε τι παρθενίην ᾐσχύναμεν, οὔτε τοκῆας, οὔτε Πάρον νήσων αἰπυτάτην ἱερῶν. ἀλλὰ καθʼ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος φήμην τε στυγερὴν ἔβλυσεν Ἀρχίλοχος. Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτʼ ἐν ἀγυιαῖς εἴδομεν, οὔθʼ Ἥρης ἐν μεγάλῳ τεμένει. εἰ δʼ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν.
狄俄斯库里得斯 不,凭着这死者所敬畏的誓约,我们吕坎伯斯的女儿们, 这承受了可憎恶名之人, 既未曾玷污我们的贞洁,亦未辱没父母, 亦未曾羞辱圣岛之中最为巍峨的帕罗斯岛。 然而阿尔基洛科斯却对着我们的门第倾泻下冰冷的耻辱 与可憎的流言。 凭着诸神与神灵起誓,我们无论在街巷中, 还是在赫拉宏大的圣所里,都从未见过阿尔基洛科斯。 若我们当真淫荡悖理,那个人也绝不会 渴望从我们这里生育出正出的子女。
Meleager δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης, παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δʼ ὁ πικρὸς αἰσχρὰ καθʼ ἡμετέρης ἔβλυσε παρθενίης Ἀρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ ἔργα, γυναικεῖον δʼ ἔτραπεν ἐς πόλεμον. Πιερίδες, τί κόρῃσιν ἔφʼ ὑβριστῆρας ἰάμβους ἐτράπετʼ, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι;
墨勒阿革洛斯 指着哈得斯神的右手与冥后佩尔塞福涅 不可道出的幽暗床榻,我们起誓, 纵在幽冥之下,我们亦是真正的贞女。然而刻毒的阿尔基洛科斯 却对着我们的处女之身倾泻下诸般污秽言辞; 他将诗篇的美好辞句并非用于崇高的事业, 而是转向了针对妇人的战争。 皮厄里亚的缪斯啊,你们为何将傲慢的抑扬格投向少女, 去讨好一个不洁之人?
Antipater τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳ γλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρᾷς κύλικα. ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοις μύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι· ἓν δὲ τόδʼ αἰάζει καὶ ὑπʼ ἠρίον, ὅττι τὸ Βάκχου ἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ.
安提帕特 这是白发的玛罗尼斯之墓,在她的坟冢之上, 你亲自见到了从岩石雕琢出的酒杯。 这位嗜好烈酒且饶舌不休的妇人,并不为儿女而哭泣, 亦不为儿女那贫困无产的父亲而悲叹; 在坟冢之下她唯独哀号这一件事:即巴克科斯的 器皿竟未装满巴克科斯而立于墓上。
Gaetulicus I παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνους ζᾶλος τῶν Γλαύκης θῦμʼ ἐποίησε γάμων, οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα, μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα.
盖图利库斯 这是美狄亚诸子的坟墓,对格劳刻婚礼的 烈火般的嫉妒,使他们沦为了牺牲品; 西绪福斯之地历来向他们送来抚慰的祭礼, 以祈求平息母亲那不可遏止的怒火。
- 7.340τί γὰρ πλέον ἀνέρι κήδευς
κήδευς 为 κῆδος 的史诗/伊奥尼亚式单数属格形式(由 κήδεος 缩合并为 κήδευς),作为中性名词化词 πλέον 的依附成分,作部分属格使用(“在悲痛/操办丧事上能有何益处”)。ἀνέρι 为利益与格。
- 7.341αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι
αἴθε 引导带希求法的愿望句。λελάχοι 是 λαγχάνω 的重叠史诗过去时希求法第三人称单数,作及物/使役动词用(“使……分得”或“获得……作为份额”)。χῶρος ἕεις(εἷς 的史诗异体)为主语,ψυχάς 为直接宾语,意为“愿同一处所亦能分得其灵魂”。
- 7.345οὐ γάρ, μὰ τὸν Ζῆνʼ οὐδὲ τοὺς κάτω Κούρους, / οὐκ ἦν
连串的否定词 οὐ ... οὐδέ ... οὐκ 并非负负得正,而是环绕着誓言小词 μὰ(通常与否定连用)所构成的希腊语多重否定强化句式,以加强主节否定词 οὐκ ἦν 的语气。
- 7.346τοῦ Λήθης ἐπʼ ἐμοὶ μή τι πίῃς ὕδατος
τοῦ ... ὕδατος 是动词 πίῃς 所支配的部分属格,中间被从属属格 Λήθης 隔开,构成倒错离隔(hyperbaton)。介词短语 ἐπʼ ἐμοὶ 表示原因或目的(“为了我 / 念在我的份上”)。μή τι πίῃς 为带有不定代词 τι 的过去时虚拟语气禁止句。
- 7.351οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον
οὐ μὰ 接宾格(τόδε ... σέβας ὅρκιον)是经典的否定誓词固定句式(“不,凭着死者所敬畏的这庄严誓言”)。主句动词 ᾐσχύναμεν 因同位语短语(αἵδε Λυκάμβεω ... θυγατέρες)的插入而延后,后接 οὔτε ... οὔτε ... οὔτε 展开三项否认内容。
