- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.126-7.145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组哀悼哲人(菲洛劳斯、赫拉克利特、芝诺、普罗泰戈拉、阿那克萨尔科斯、高尔吉亚)、医者希波克拉底以及特洛伊战争诸英雄(普里阿摩斯、赫克托尔、普罗特西拉奥斯、阿喀琉斯、帕特罗克洛斯、涅斯托尔、埃阿斯)之死与荣光的墓志铭诗篇。
Diogenes Laertius τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.1
第欧根尼·拉尔修 我告诫所有人,最当防备的是猜忌嫌疑; 因为即便你未曾为之,但只要看似如此,便大祸临头。 昔日克罗顿故土毁灭菲洛劳斯亦是如此, 因其看似意欲坐拥僭主的府邸。 第欧根尼·拉尔修
Diogenes Laertius πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος, εἶτʼ ἔθανεν σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι, φέγγος ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.
我屡屡对赫拉克利特感到惊叹,他如何在这般悲惨地 饮尽一生之后,便这般死去了; 因为恶疾以水浸灌其身躯,从眼睑中 熄灭了光明,招引来了黑暗。
Anonymi Epigrammatici Ἡράκλειτος ἐγώ· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις. εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Περσεφόνῃ.
无名作者 我乃赫拉克利特:粗俗之辈,何必将我颠来倒去拉扯? 我并非为你们劳作,而是为了理解我的人。 于我而言,一人可抵三万,而无数庸众 不过是虚无。即便在珀耳塞福涅身旁,我亦作如是言。
Diogenes Laertius ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες, ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν ἀλλʼ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε· τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.2
第欧根尼·拉尔修 芝诺啊,你曾欲为之,曾欲成就一番伟业:诛杀 僭主,拯救埃利亚免于奴役; 然而你被制服了;因为僭主捉住你,在研钵之中 将你捣碎:我何出此言?因他捣碎的乃是肉体,绝非是你!
Diogenes Laertius καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνῶν ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες· εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες.
第欧根尼·拉尔修 普罗泰戈拉啊,我也听闻关于你的传言,说你昔日离开 雅典行于路上,老迈之躯便告辞世; 因为刻克洛普斯的城邦决意将你驱逐:然而你 逃离了帕拉斯之城,却未能逃脱冥府的富足死神。 无名作者
Anonymi Epigrammatici Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ † οὔτι ἥκατο σῶμα γαῖαν, ψυχὰ δʼ ἇλτο σοφοῖς.
传言谓普罗泰戈拉如是而亡;然而 其躯体未尝归于尘土,而其灵魂已跃向智者之列。
Anonymi Epigrammatici καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ, ἀλλʼ οὐ τιτρῶσκον, † "ὢν δὲ γλυκὺ {"κρῆμα.˘
无名作者 普罗泰戈拉啊,我们亦深知你智慧的锐利之箭, 但它并不伤人,乃是一剂甘美的良方。
Diogenes Laertius πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι· πτίσσετʼ, Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι· καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει ῥήματα Περσεφόνη· ἔρρε μυλωθρὲ κακέ.
第欧根尼·拉尔修 捣吧,尼科克瑞翁,更加用力地捣吧,那不过是个皮囊; 捣吧,阿那克萨尔科斯早已在宙斯身旁; 珀耳塞福涅用梳羊毛机将你撕碎之后,不久亦将说出 这番话语: “滚开,邪恶的磨坊狂徒!”
Anonymi Epigrammatici ἐνθάδε Γοργίου ἡ κεφαλὴ κυνικοῦ κατάκειμαι, οὐκέτι χρεμπτομένη, οὔτʼ ἀπομυσσομένη.
无名作者 犬儒派高尔吉亚的首级我在此安息, 不再咳唾,亦不再擦拭涕泪。
Anonymi Epigrammatici Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται, Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς. πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης, δόξαν ἑλὼν πολλῶν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ.
无名作者 色萨利人希波克拉底,祖籍科斯,长眠于此, 乃是不朽福玻斯血脉所生之苗裔。 他以健康女神之武装,对诸般疾病树立起无数战胜碑, 凭其技艺而非机运,从众人之中赢得了盛誉。
Antipater ἥρωος Πριάμου βαιὸς τάφος· οὐχ ὅτι τοίου ἄξιος, ἀλλʼ ἐχθρῶν χερσὶν ἐχωννύμεθα.
安提帕特 英雄普里阿摩斯的坟茔低矮局促;并非因他只配得 如此墓穴,而是因我们是在仇敌之手下被垒起封土。
Anonymi Epigrammatici μή με τάφῳ σύγκρινε τὸν Ἕκτορα, μηδʼ ἐπὶ τύμβῳ μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον, Ἰλιάς, αὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ φεύγοντες — τούτοις πᾶσιν ἐχωννύμεθα· [εἰ δʼ ὀλίγην ἀθρεῖς ἐπʼ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος· Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.]
无名作者 休要以坟墓来评判我赫克托尔,休要在冢堆之上 度量全希腊的宿敌; 《伊利亚特》与荷马自身便是我的陵墓,希腊与奔逃的 阿开奥斯人——凡此种种皆为我封土堆垒; [即使你见我身上仅有微尘,于我也绝非耻辱: 因我们是在希腊仇敌之手下被垒起封土。]
Aceratus Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις, θειοδόμου τείχευς ἕρκος ἐρυμνότατον, ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος, Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος.
阿刻拉托斯 赫克托尔啊,荷马诗卷中万古颂扬之人, 神筑城垣最为坚固之护壁, 迈奥尼亚之子在你身上停下了歌唱;一旦你殒命, 赫克托尔啊,《伊利亚特》的篇章亦归于沉寂。
Anonymi Epigrammatici Ἕκτορι μὲν Τροίη συγκάτθανεν, οὐδʼ ἔτι χεῖρας ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις· Πέλλα δʼ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα.3
无名作者 特洛伊与赫克托尔一同死去,再未向 蜂拥而至的达那奥斯子孙举手反抗; 佩拉亦与亚历山大同归于尽。故而乃是祖国 以英豪为荣,而非英豪以祖国为傲。
Archias καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει, στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. — “πατὴρ μὲν Πρίαμος, γᾶ δʼ Ἴλιον, οὔνομα δʼ Ἕκτωρ, ὦνερ, ὑπὲρ πάτρας δʼ ὤλετο μαρνάμενος.”
阿尔基亚斯 石碑啊,请道出地下之人的父名、姓名与邦土, 以及他屈服于何种死运而亡。—— “其父普里阿摩斯,其土伊利昂,其名赫克托尔, 行路之人啊,他乃是为保卫祖国征战而亡。”
Antiphilus Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾅσεται αἰὼν, Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενου· σῆμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι νύμφαι, ἀπεχθομένης Ἰλίου ἀντιπέρας· δένδρα δὲ δυσμήνιτα, καὶ ἢν ποτὶ τεῖχος ἴδωσι Τρώιον, αὐαλέαν φυλλοχοεῦντι κόμην, ὅσσος ἐν ἡρώεσσι τότʼ ἦν χόλος, εἰ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σώζεται ἀκρεμόσιν;
安提菲洛斯 色萨利的普罗特西拉奥斯啊,悠悠万世将颂扬于你, 是你率先承受了特洛伊命中注定的死运; 在可憎的伊利昂对岸,水仙们守护着你那 榆树掩映下的坟冢; 那些树木亦怀有宿怨,一旦望向特洛伊 城墙的方向,便摇落枯黄的叶丛: 英雄们当年的怒火何其炽烈,若连草木无情之枝条, 至今尚存着一分仇恨!
Anonymi Epigrammatici τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὃν ποτʼ Ἀχαιοὶ δώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένων αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος.
无名作者 此乃摧坚陷阵之阿喀琉斯的陵墓,昔日阿开奥斯人 所建,令特洛伊人及后世之众闻风丧胆; 它俯临海滨,以便海中忒提斯的爱子, 得在大海的呜咽轰鸣中永享荣光。
Anonymi Epigrammatici ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω, χαίρετον, Αἰακίδη, καὶ σύ, Μενοιτιάδη.
无名作者 情谊深厚且甲胄超群的二位英豪, 向你们致敬,埃阿科斯的后裔,以及你,墨诺提俄斯之子!
Anonymi Epigrammatici ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.
无名作者 言辞甘美的皮罗斯英雄涅琉斯之子涅斯托尔, 身历三世高龄,在神圣的皮罗斯拥有一座陵墓。
Asclepiades ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι Αἴαντος τύμβῳ κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρʼ Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.4
阿斯克勒庇阿德斯 我这可怜的德性之神,断发垂首, 枯坐在埃阿斯的坟茔之旁, 内心遭受着巨大痛苦的重创,眼见在阿开奥斯人之中, 居心叵测的狡黠竟比我更具力量。
- 7.126ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν
连词 ὡς 引导表示理由或嫌疑的从句(“因其被认为……”)。ἔδοξε 为非人称用法(“看来、显得”),后接“宾格+不定式”结构(μιν ... θέλειν ἔχειν),其中伊奥尼亚方言代词 μιν 充当不定式的主语,指代菲洛劳斯。
- 7.129σῶμα γάρ, οὐχὶ δὲ σέ
省略句,宾格 σῶμα 与 σέ 承接前文动词 κόψε(“捣碎”)作其直接宾语,构成修辞上的修正(epanorthosis):“[他所捣碎的乃是你的]肉体,而非你自身。”
- 7.139πατρίδες ἆρα ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα
第一人称复数动词 ἀγαλλόμεθα 将泛指的人类包含在内,但前半句主语为复数名词 πατρίδες(“祖国”),构成了与后半句的对照:祖国以男儿为荣,而非男儿以祖国为傲。前半句在构文上省落了第三人称复数动词 [ἀγάλλονται],与与格(原因/根据与格 ἀνδράσιν 及 πάτραις)相呼应。
- 7.145εἰ παρʼ Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται
连词 εἰ 紧接在表示受悲痛打击的分词 βεβολημένα 之后,引导表示悲愤原因或内容的从句(“见……而悲痛”)。κρέσσον 为多利斯方言形式(相当于雅典方言 κρεῖσσον),作副词性宾格(“更有力”),ἐμεῦ 则是比较属格(“比我”)。
