← 希腊诗选

希腊诗选 卷一

§6.294-6.305

各种行当器具与简朴器物的奉献

教师、书记、猎人与农夫向神明奉献各自的行当工具,诗中记叙了死去的犬儒派遗物、献给神明的简朴祭品,以及脱离债务后奉献的盐罐;随后记录了向鼠辈发出的警告、与海滨渔夫的交涉,以及暴食者对烹饪器具的奉献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
294

​Phanias Σκήπωνα προποδαγὸν, ἱμάντα τε, καὶ παρακοίταν νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων, κέρκον τʼ εὐμόλπαν φιλοκαμπέα, καὶ μονόπελμον συγχίδα, καὶ στεγάναν κρατὸς ἐρημοκόμου, Κάλλων Ἑρμείᾳ θέτʼ ἀνάκτορι, σύμβολʼ ἀγωγᾶς παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.

法尼亚斯 引路的拐杖、皮鞭,以及击打幼童 鬓角的伴宿茴香杖, 善于弯曲、发出脆响的马鬃短鞭、单底的 便鞋,以及覆在秃头上的便帽, 卡隆将它们奉献给主宰赫尔墨斯,作为训诫幼童的 信物;因他的四肢已被白发的劳苦所缚。

295

​Phanias Σμῖλαν Ἀσκώνδας δονακογλύφον, ὅν τʼ ἐπὶ μισθῷ σπόγγον ἔχεν καλάμων ψαίστορα τῶν Κνιδίων, καὶ σελίδων κανόνισμα φιλόρθιον, ἔργμα τε λείας σαμοθέτον, καὶ τὰν εὐμέλανον βροχίδα, κάρκινά τε σπειροῦχα, λεάντειράν τε κίσηριν, καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν, μάζας ἁνίκʼ ἔκυρσε τελωνιάδος φιλολίχνου, Πιερίσιν πενίας ἄρμενʼ ἀνεκρέμασεν.

法尼亚斯 削苇刀,为了受雇而持有、擦拭克尼多斯 苇管的海绵, 划出挺直字行的导规、标示位置的 压石、盛放浓黑墨汁的墨壶, 画圆的圆规、打磨用的浮石, 以及泛着温润光泽的青绿色石板, 阿斯孔达斯在谋得嗜吃者的包税人之餐时, 将这些贫困的工具悬挂奉献给庇厄利亚的缪斯。

​Leonidas Ἀστεμφῆ ποδάγρην, καὶ δούνακας ἀνδικτῆρας, καὶ λίνα, καὶ γυρὸν τοῦτο λαγωοβόλον, ἰοδόκην, καὶ τοῦτον ἐπʼ ὄρτυγι τετρανθέντα αὐλὸν, καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον, Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν ἥβης, ἐκ γήρως δʼ ἀδρανίῃ δέδεται.

莱奥尼达斯 不移的脚套、弹射的苇管陷阱、 捕鸟网,以及这根弯曲的掷兔棒, 箭囊,以及这根为捕鹌鹑而钻孔的 短笛,还有捕捞游鱼的编织密网, 索西波斯将它们奉献给赫尔墨斯,因他已游过了青春的 大部,如今正为衰老的无力所束缚。

​Phanias ἄλκιμος ἀγρίφαν κενοδοντίδα, καὶ φιλοδούπου φάρσος ἄμας, στελεοῦ χῆρον ἐλαϊνέου, ἀρθροπέδαν † στεῖμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης σφῦραν, καὶ δαπέδων μουνορυχὰν ὄρυγα, καὶ κτένας ἑλκητῆρας, ἀνὰ προπύλαιον Ἀθάνας θήκατο, καὶ ῥαπτὰς γειοφόρους σκαφίδας, θησαυρῶν ὅτʼ ἔκυρσεν, ἐπεὶ τάχʼ ἂν ἁ πολυκαμπὴς ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.

法尼亚斯 无齿的耙子、失去了橄榄木把柄的 作响之锄的刃部, ……足枷、粉碎农田土块的 重锤、单尖掘地的鹤嘴镐, 拖引的铁耙,以及运土的缝制草筐, 阿尔基莫斯将它们陈列于阿忒娜的门廊前, 皆因他掘得了财宝;若非如此,那多度弯曲的 腰身早已佝偻着走入冥府了。

​Leonidas πήρην, κάδέψητον ἀπεσκληρυμμένον αἰγὸς στέρφος, καὶ βάκτρον τοῦτὸ γʼ ὁδοιπορικόν, κὤλπαν ἀστλέγγιστον, ἀχάλκωτόν τε κυνοῦχον, καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον σκῦλʼ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν,1

莱奥尼达斯 行囊、未熟鞣而干硬的 山羊皮、这根行路的长杖、 无刮油板的油壶、不镀青铜的狗皮钱包, 以及遮盖不净头颅的毛毡帽—— 这些得自死者索卡瑞斯的战利品, 饥荒将它们悬挂在一株柽柳树丛四周。

​Phanias φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδιʼ Ἑρμᾶ, καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος πάρκειται, σῦκόν τε μελαντραγές, ἅ τε φιλουλὶς δρύππα, καὶ τυρῶν δρύψια κυκλιάδων, ἀκτά τε Κρηταιὶς, ἐυτριβέος τε ῥόειπα θωμὸς, καὶ Βάκχου πῶμʼ ἐπιδορπίδιον τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός· ὔμμι δὲ ῥέξειν φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.

法尼亚斯 路头的赫尔墨斯啊,奉上这串熟透的葡萄的一半, 以及炉中烤出的丰润面饼的一片, 伴以一枚熟黑的无花果、甘润护齿的 落果橄榄、圆奶酪的碎屑、 克里特的麦粉、精磨大麦的 小堆,以及饭后的一杯巴克科斯佳酿。 愿这些也博得我的女神库普里斯的悦纳;我向你们二神许诺, 必在卵石滩旁献祭一头白蹄的山羊。

300

​Leonidas Λαθρίη, ἐκ πλανίου ταύτην χάριν ἔκ τε πενέστεω κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω, ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην, καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον, κεὐοίνου σταφυλῆς ἔχʼ ἀποσπάδα πεντάρραγον, πότνια, καὶ σπονδὴν τήνδʼ ὑποπυθμίδιον. ἢν δὲ μέ γʼ, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.

莱奥尼达斯 幽居的女神啊,请纳受漂泊、贫寒、 面柜空匮的莱奥尼达斯献上的这份心意: 油润的麦饼、储藏完好的橄榄, 以及从枝头采摘的这枚鲜无花果, 并请收下从醇美葡萄串上摘下的五颗浆果, 尊贵的女主啊,还有这杯底的奠酒。 你若能如同将我从疾病中拉起一般,也从可恨的 贫困中救拔我,便请接纳我为献羊之人。

​Callimachus τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, θῆκε θεοῖς Σαμόθρᾳξι, λέγων ὅτι τήνδε, κατʼ εὐχήν, ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλός,2 ὧδʼ ἔθετο.

卡利马科斯 欧得摩斯从中取食淡盐 度过了债务的滔天风暴, 他将这只盐罐奉献给萨摩色雷斯的诸神,依愿说道: “伟大的神灵啊,从盐(波涛)中获救,他特此奉献。”

​Leonidas Φεύγεθʼ ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴ μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω. αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρῖμνα· ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε, οὐδʼ ἀποδειπνιδίου γευόμενος σκυβάλου; σπεύδων εἰς ἄλλους οἴκους ἴθι ʽ τἀμὰ δὲ λιτἄ, ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.

莱奥尼达斯 逃离我的茅舍吧,暗处的鼠辈;莱奥尼达斯 贫乏的面柜不知如何养活老鼠。 老人靠着盐和两块大麦面团便能自给; 我们自先辈起便赞同这般生计。 贪嘴的家伙,你为何还要翻检这个角落, 连残羹剩饭的碎屑也尝不到一口? 赶快奔向别家吧;我的家境清贫, 而从那些人家,你将携回更丰盛的粮饷。

​Ariston μύες, εἰ μὲν ἐπʼ ἄρτον ἐληλύθατʼ, ἐς μυχὸν ἄλλον στείχετʼ ʽ ἐπεὶ λιτὴν οἰκέομεν καλύβηνʼ, οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην ἰσχάδα, καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων. εἰ δʼ ἐν ἐμαῖς βίβλοισι πάλιν καταθήξετʼ ὀδόντα, κλαύσεσθʼ, οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.

阿里斯顿 鼠辈们,若是为求面包而来,且往别的角落 去吧——因我们居于简陋的茅屋—— 在那里你们既能啮食肥美的干酪,也能吃到干 无花果,以及残羹剩菜拼成的丰盛筵席。 但若你们敢再向我的书籍磨牙, 定叫你们哭泣,因你们闯入了一场不祥的宴饮。

​Phanias Ἀκτῖτʼ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθʼ ἀπὸ πέτρας, καί με λάβʼ εὐάρχαν πρώιον ἐμπολέα. αἴτε σὺ γʼ ἐν κύρτῳ μελανουρίδας, αἴτε τινʼ ἀγρεῖς μορμύρον, ἢ κίχλην, ἢ σπάρον, ἢ σμαρίδα, αἴσιον αὐδάσεις με3 τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν τιμῶντα, ψαφαροῦ κλάσματος εἰς ἀπάταν. χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας, ἤ τινα θρίσσαν, εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα.

法尼亚斯 海滨的垂钓者啊,从礁石上走上干燥的陆地吧, 将我作为清晨为你带来利市的买主。 不论你篓中有黑尾鱼,还是捕获了 纹条鱼、绿锦鱼、鲷鱼或海燕鱼, 你当视我为公道的买家;我敬重的不是兽肉,而是海味, 用以佐欺干硬的面包屑。 但若你拿来的是多刺的小鲱或鲥鱼, 便祝你在别处获利吧;因我并无石质的喉咙。

305

​Leonidas Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ θήκατο † δεισόζου Δωριέος κεφαλά· τὼς Λαρισσαίως βουγάστορας ἑψητῆρας, καὶ χύτρως, καὶ τὰν εὐρυχαδῆ κύλικα, καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν, καὶ κνῆστιν, καὶ τὰν ἐτνοδόνον τορύναν. Λαβροσύνα;, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος δεξαμένα, νεύσαις μή ποκα σωφροσύναν.

莱奥尼达斯 向饕餮与爱饮肉汤的暴食之神, ……多利斯人的头颅奉献了这些礼物: 拉里萨产的巨腹如牛的大锅、深锅, 敞口的大杯, 精铸青铜、弯曲美观的肉钩, 擦丝板,以及搅拌羹汤的长柄勺。 贪食之神啊,既然接受了恶人的这批恶礼, 便请允诺绝不降给他节制。

语法注3 条
  1. 6.298Λιμὸς ἀνεκρέμασεν

    句子的语法主语是拟人化的 Λιμός(饥荒/饥饿)。开头列举的一长串宾格名词(πήρην... στέρφος... βάκτρον... ὤλπαν... κυνοῦχον... πῖλον)由同位语 σκῦλα(战利品)总括,作为主动词 ἀνεκρέμασεν 的直接宾语。全句构成一个隐喻:饥饿战胜了索卡瑞斯,将其遗物作为战利品悬挂于灌木之上。

  2. 6.301σωθεὶς ἐξ ἁλός

    此处巧用 ἅλς(属格 ἁλός)的双关意:既指“盐”,亦指“海洋”。前一行提到他靠舔食淡盐(ἅλα)度过债务危机,而萨摩色雷斯神祇本是保佑海难幸存者的神,因此常有“自海中获救”(σωθεὶς ἐξ ἁλός)的还愿语。诗人在此将借债危机比作海难暴风雨,借“盐”与“海”同音同形的修辞达成了双关幽默。

  3. 6.304αἴσιον αὐδάσεις με

    此处为双宾格结构,动词 αὐδάω(称呼)带人称宾格(με)与宾语补足语(αἴσιον,“公道的、合宜的”),意为“你定会称我是个公道的买主”。随后的分词短语 τὸν οὐ κρέας... τιμῶντα(“不重肉类而重海味的我”)作 με 的同位修饰语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:6.294-6.305