← 希腊诗选

希腊诗选 卷一

§6.283-6.293

织具与爱情战利品的题献

一组题献短诗,涉及妇人将织具献给阿忒娜或改从阿芙洛狄忒、向德墨忒尔发誓戒酒的戏谑脱身之计,以及从情人和犬儒哲人处夺得的战利品奉献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
283

​Anonymi Epigrammatici ἡ τὸ πρὶν αὐχήσασα πολυχρύσοις ἐπʼ ἐρασταῖς, ἡ Νέμεσιν δεινὴν οὐχὶ κύσασα θεόν, μίσθια νῦν σπαθίοις πενιχροῖς πηνίσματα κρούει. ὀψὲ Ἀθηναίη Κύπριν ἐληίσατο.1

佚名 曾经夸耀富豪情郎的女子, 未曾俯首亲吻敬拜可畏涅墨西斯女神的女子, 如今却用简陋的打筬为佣金敲打纬线。 阿忒娜迟晚地劫掠了库普里斯。

​Anonymi Epigrammatici λάθρῃ κοιμηθεῖσα Φιλαίνιον εἰς Ἀγαμήδους κόλπους τὴν φαιὴν εἰργάσατο χλανίδα. αὐτὴ Κύπρις ἔριθος·2 ἐΰκλωστον δὲ γυναικῶν νῆμα καὶ ἠλακάτην ἀργὸς ἔχοι τάλαρος.

佚名 菲莱尼翁暗中潜入阿伽墨得斯的怀抱共寝, 织成了这件灰色的斗篷。 库普里斯亲任织工;愿闲置的提篮收存 妇人们纺制精良的纱线与落纱杆。

285

​Nicarchus I ἡ πρὶν Ἀθηναίης ὑπὸ κερκίσι καὶ τὰ καθʼ ἱστῶν νήματα Νικαρέτη πολλὰ μιτωσαμένη, Κύπριδι τὸν κάλαθον τά τε πηνία καὶ τὰ σὺν αὐτοῖς ἄρμενʼ ἐπὶ προδόμου πάντα πυρῆς ἔθετο, ἔρρετε, φωνήσασα, “κακῶν λιμηρὰ γυναικῶν ἔργα, νέον τήκειν ἄνθος ἐπιστάμενα.” εἵλετο δὲ στεφάνους καὶ πηκτίδα καὶ μετὰ κώμων ἡ παῖς τερπνὸν ἔχειν ἐν θαλίαις βίοτον εἶπε δέ· “παντός σοι δεκάτην ἀπὸ λήμματος οἴσω, Κύπρι σὺ δʼ ἐργασίην καὶ λάβε καὶ μετάδος.”

尼卡科斯 昔日在阿忒娜的织梭下、为织机上的众多 纱线穿插综线的尼卡瑞特, 为库普里斯将提篮、纬管以及与之相伴的所有工具 尽数置于门前的柴堆上, 喊道:“滚开吧, 可怜妇人们那令人饥馁的劳作, 只懂得销蚀青春娇嫩的花容!” 这少女宁愿选择花冠、竖琴,并伴着欢庆的队伍 在盛宴中度过欢畅的岁月, 她说:“库普里斯啊,凡我所得,皆向你献上什一之税; 你且收下我的行当,并将营生赐予我吧。”

​Leonidas τῆς πέζης τὰ μὲν ἄκρα τὰ δεξιὰ μέχρι παλαιστῆς καὶ σπιθαμῆς οὔλης Βίττιον εἰργάσατο· θάτερα δʼ Ἀντιάνειρα προσήρμοσε· τὸν δὲ μεταξὺ Μαίανδρον καὶ τὰς παρθενικὰς Βιτίη. κουρᾶν καλλίστη Διός, Ἄρτεμι, τοῦτο τὸ νῆμα πρὸς ψυχῆς θείης, τὴν τριπόνητον ἔριν.

莱奥尼达斯 裙边饰带中,直至一拳并一整拃长短的 右端,由比特提翁织就; 另一端由安提阿奈拉拼接吻合;而中间的 迈安德罗斯回纹与少女们,则出自比提埃之手。 宙斯诸女中最美丽者,阿耳忒弥斯啊,请欣然纳受 这匹织物,这件三人竞相辛劳的杰作。

​Antipater Ἄρτεμι, σοὶ ταύταν, ἐυπάρθενε, πότνα γυναικῶν, τὰν μίαν αἱ τρισσαὶ πέζαν ὑφηνάμεθα. καὶ Βιτίη μὲν τάσδε χοροιθαλέας κάμε κούρας, λοξά τε Μαιάνδρου ῥεῖθρα παλιμπλανέος· ξανθὰ δʼ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον, πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι· τὸν δέ νυ δεξιτερῶν νασμῶν πέλας ἰσοπάλαιστον τοῦτον ἐπὶ σπιθαμῇ Βίττιον ἠνύσατο,

安提帕特 阿耳忒弥斯,高贵的处女,妇人们的尊贵女主啊, 我们三人为你织成了这单单一副饰带。 比提埃精工织出这些在舞阵中绽放的少女, 以及蜿蜒曲折的迈安德罗斯川流; 金发的安提阿奈拉构想出邻近的纹饰, 依偎在河流的左岸侧旁; 比特提翁则在右侧流泉之畔完成了长宽相当于 一拃加一拳的这一部分, 莱奥尼达斯

​Leonidas αἱ Λυκομήδευς παῖδες, Ἀθηνὼ καὶ Μελίτεια καὶ Φιντὼ Γληνὶς θʼ, αἱ φιλοεργόταται, ἔργων ἐκ δεκάτας ποτιθύμια, τόν τε πρόσεργον ἄτρακτον, καὶ τὰν ἄτρια κριναμέναν κερκίδα, τὰν ἱστῶν μολπάτιδα, καὶ τὰ τροχαῖα πανία, † κερταστὰς τούσδε ποτιρρογέας, καὶ † σπάθας εὐβριθεῖς πολυάργυρα· τὼς δὲ πενιχραὶ ἐξ ὀλίγων ὀλίγην μοῖραν ἀπαρχόμεθα, τῶν χέρας αἰέν, Ἀθάνα, ἐπιπλήσαις μὲν ὀπίσσω, θείης δʼ εὐσιπύους ἐξ ὀλιγησιπύων.

吕科墨得斯的女公子们,阿忒诺、墨利泰亚、 芬托与格勒尼斯,最热爱劳作的姊妹, 自劳作收益中抽出什一作为悦心的祭物:工巧的 纺锤、挑分经纱的 梭子、织机上的歌唱者、飞转的 线轴,……这些……, 以及沉重的打筬……;我们贫寒之人便如此 从微薄的家资中献出一小份初熟之物。 阿忒娜啊,愿你往后常充盈她们的双手, 使她们由面柜空空变为面柜充实。

​Leonidas Αὐτονόμα, Μελίτεια, Βοΐσκιον, αἱ Φιλολᾴδεω καὶ Νικοῦς Κρῆσσαι τρεῖς, ξένε, θυγατέρες, ἁ μὲν τὸν μιτόεργον ἀειδίνητον ἄτρακτον, ἁ δὲ τὸν ὀρφνίταν εἰροκόμον τάλαρον, ἁ δʼ ἅμα τὰν πέπλων εὐάτριον ἐργάτιν, ἱστῶν κερκίδα, τὰν λεχέων Πανελόπας φύλακα, δῶρον Ἀθαναίᾳ Πανίτιδι τῷδʼ ἐνὶ ναῷ θῆκαν, Ἀθαναίας παυσάμεναι καμάτων.

莱奥尼达斯 奥托诺玛、墨利泰亚、博伊斯基翁,菲洛拉伊得斯与 尼科的三个克里特女儿,异乡客啊, 一人奉上穿引综线、旋转不息的纺锤, 一人奉上幽暗中盛理羊毛的筐篮, 另一人则一同献上织就精美衣袍的工器、织机的 飞梭——佩涅洛佩床榻的守护者; 她们在此神庙中将礼物献给帕尼提斯阿忒娜, 从此卸下了阿忒娜的繁重劳役。

290

​Dioscorides ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις Παρμενὶς ἡδίστῃ θῆκε παρʼ Οὐρανίῃ, ἐξ εὐνῆς δεκάτευμα· τὸ δʼ ἠελίου βαρὺ θάλπος ἡ δαίμων μαλακοῖς ἐκτρέπεται Ζεφύροις.

狄奥斯库里得斯 以柔和清风时常带来抚慰的团扇, 帕尔墨尼斯将其奉于至甘美的乌拉尼亚身旁, 作为枕席之酬的什一之物;日头沉重的炽热, 女神正以柔和的西风将其驱散。

​Anonymi Epigrammatici Βακχυλὶς ἡ Βάκχου κυλίκων σποδός, ἔν ποτε νούσῳ κεκλιμένα, Δηοῖ τοῖον ἔλεξε λόγον· “ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι ἠελίους3 δροσερᾶν πίομαι ἐκ λιβάδων, ἀβρόμιος καὶ ἄοινος.” ἐπεὶ δʼ ὑπάλυξεν ἀνίην, αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο τρητὸν γὰρ θεμένα χερὶ κόσκινον, εὖ διὰ πυκνῶν σχοίνων ἠελίους πλείονας ηὐγάσατο.

佚名 如灰烬般吸干巴克科斯杯中之物的巴克屈利斯,曾身卧 重病之中,向得奥立下这般誓言: “我若能脱离这毁灭性高烧的波浪,定为你一百个 日头仅饮清冽泉水, 不沾酒神,滴酒不饮。”及至灾厄退去, 她就在当天想出了这样一个计谋: 她手持一把穿孔的筛子,透过密密的 苇条,同时望见了无数个太阳。

​Hedylus αἱ μίτραι, τὸ θʼ ἁλουργὲς ὑπένδυμα, τοί τε Λάκωνες πέπλοι, καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι, πάνθʼ ἅμα Νικονόῃ † συνέκπιεν·4 ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος. τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριήπῳ νεβρίδα καὶ χρυσέην τήνδʼ ἔθετο προχόην.

赫狄罗斯 头带、海紫色的贴身内衣、拉科尼亚的 长袍,以及穗饰上的金管, 尼科诺厄将其一并饮尽;因那少女本是 厄洛斯与卡里斯诸女神芬芳长青的花枝。 因此,向那裁决美貌桂冠的普里阿波斯, 她献上了一领小鹿皮和这把金执壶。

​Leonidas ὁ σκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι, ἄγκειται κυνικοῦ σκῦλʼ ἀπὸ Σωχάρεος, ὄλπη τε ῥυπόεσσα, πολυτρήτοιό τε πήρας λείψανον, ἀρχαίης πληθόμενον σοφίης· σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυν ἤγρευσεν, στεπτοῖς θήκατʼ ἐπὶ προθύροις,

莱奥尼达斯 拐杖与这双浅履,尊贵的库普里斯啊, 作为得自犬儒派索卡瑞斯的战利品陈列于此, 还有那污秽的油壶,布满破洞、 满装古老智慧的褡裢遗物; 俊美的罗冬捕获了这位全智的老翁时, 将它们陈列在你饰满花冠的门廊前。

语法注4 条
  1. 6.283ὀψὲ Ἀθηναίη Κύπριν ἐληίσατο

    意为“阿忒娜迟晚地劫掠了库普里斯”。此处采用拟人化比喻,代表手工艺与纺织劳动的阿忒娜战胜了代表青楼与情爱的库普里斯,指年老色衰的风尘女子不得不靠纺织糊口。

  2. 6.284αὐτὴ Κύπρις ἔριθος

    名词 ἔριθος(纺线工、女劳工)作 Κύπρις 的表语,省略系动词:“库普里斯亲自充当织工。”意指两人偷欢相拥便如同织就了斗篷。

  3. 6.291εἰς ἑκατόν σοι ἠελίους

    介词 εἰς 接时间宾格表示持续的时间段(“达一百个太阳=百日之久”)。这与下文的 ἠελίους πλείονας ηὐγάσατο(望见许多个太阳)形成语义照应,构成她诡辩破誓的伏笔。

  4. 6.292συνέκπιεν

    动词 συνεκπίνω(共同饮尽、在豪饮中挥霍空)的不定过去时。此处采用隐喻,指她把头带、贴身衣袍、金饰等一切随身贵重之物都在酒宴中折价喝光荡尽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:6.283-6.293