← 希腊诗选

希腊诗选 卷一

§6.306-6.326

工具玩物的奉献与以诗作供之礼

本节收录了厨师、理发师、学童及青年对职业工具与童年玩物的奉献诗,巴克奇利得斯祈求胜利的祈愿,有关奥德修斯、雕像与图画的题献诗,以及尤利乌斯·莱奥尼达斯将诗作作为无烟之礼献给皇帝与友人的生辰诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
306

​Ariston Χύτρον τοι, ταύτην τε κρεαγρίδα, καὶ βαθυκαμπῆ κλεῖδα συῶν, καὶ τὰν ἐτνοδόνον τορύναν, καὶ πτερίναν ῥιπῖδα, ταναίχαλκόν τε λέβητα, σὺν πελέκει, καὶ τὰν λαιμοτόμον σφαγίδα, ζωμοῦ τʼ ἀμφʼ ὀβελοῖσιν ἀρυστρίδα, τόν τε μαγῆα σπόγγον ὑπὸ στιβαρᾷ κεκλιμένον κοπίδι, καὶ τοῦτον δικάρανον ἁλοτρίβα, σὺν δὲ θυείαν εὔπετρον, καὶ τὰν κρειοδόκον σκαφίδα, οὑψοπόνος Σπίνθηρ Ἑρμῇ τάδε σύμβολα τέχνας θήκατο, δουλοσύνας ἄχθος ἀπωσάμενος.

阿里斯顿 这口深锅、这柄肉钩、猪圈深曲的 插闩、搅拌菜汤的长柄勺、 羽毛扇、宽大的青铜盆, 连同斧头,以及割断咽喉的屠刀, 在烤签旁盛取肉汁的汤勺,躺在粗重菜刀下 擦拭面团的海绵, 以及这根双头的研盐棒,连同优质石材制成的 石臼,还有盛接肉块的木盆—— 厨师斯平泰尔在摆脱奴役的重负时,将这些手艺的信物献给了赫尔墨斯。

​Phanias Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα, καὶ φιλέθειρον σινδόνα, καὶ πετάσου φάρσος ὑποξύριον, καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε, καὶ λιποκόπτους φασγανίδας, καὶ τοὺς συλόνυχας στόνυχας· ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δʼ Ἐπικούρου, κουρεῖον προλιπών, ἅλατο κηπολόγος, ἔνθα λύρας ἤκουεν ὅπως ὄνος· ὤλετο δʼ ἄν που λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν·1

法尼亚斯 拉庇泰人欧伽忒斯唾弃了镜子、拂弄头发的 梳布、遮蔽剃刀的小帽碎料、 苇管刷、磨钝的 小刀,以及修剪指甲的指甲锉; 他又唾弃了剪刀、剃刀和坐椅,抛下理发店, 像个采菜人般跳进了伊壁鸠鲁的学园, 在那里他听讲犹如驴子听琴;若非他甘心掉头折返, 恐怕早已忍饥挨饿而死去了。 阿斯克勒庇阿得斯

​Asclepiades νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματʼ ἔγραψεν, Κόνναρος ὀγδώκοντʼ ἀστραγάλους ἔλαβεν, κἀμέ, χάριν Μούσαις, τὸν κωμικὸν ὧδε Χάρητα πρεσβύτην θορύβῳ θήκατο παιδαρίων.

因字写得俊美,孔纳罗斯胜过了学童们, 赢得了八十枚距骨; 为了答谢缪斯,在童子们的喧腾欢呼声中, 他在此奉献了喜剧老者夏瑞斯的塑像。

​Leonidas εὔφημόν τοι σφαῖραν, ἐυκρόταλόν τε Φιλοκλῆς Ἑρμείῃ ταύτην πυξινέην πλατάγην, ἀστραγάλας θʼ αἷς πόλλʼ ἐπεμήνατο, καὶ τὸν ἑλικτὸν ῥόμβον, κουροσύνης παίγνιʼ ἀνεκρέμασεν.

莱奥尼达斯 声响沉静的皮球、这副发出清脆鸣响的 黄杨木拨浪鼓,菲洛克勒斯将它们献给赫尔墨斯; 还有他曾极度痴迷的距骨,以及飞转的 陀螺——他将这些童年时代的玩具悬挂奉献。

310

​Callimachus Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν ἀντʼ ὀλίγου μέγα δῶρον2 ἐγὼ δʼ ἀνὰ τῇδε κεχηνὼς κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν, ἱερὸς ὁ πλόκαμος, τοὐμὸν ὄνειαρ ἐμοί.

卡利马科斯 米科斯之子西摩斯献上了我,向缪斯祈求 敏悟的才智;而诸女神如同格劳科斯一般, 以大礼回报了微薄的奉献。而我则张开大口躺在这里, 比萨摩斯人的嘴还要大上一倍,化身倾听学童的 悲剧狄奥尼索斯;他们念诵着: “神圣的头发啊”——这对我而言宛如我自身的幻梦。

​Callimachus τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῇ ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

卡利马科斯 异邦人啊,请说我潘菲洛斯作为罗得斯人阿哥拉纳克斯 胜利的真正滑稽的见证者,被安放在此; 我并非受爱情折磨,而是一半形同烤干的无花果, 一半恰如伊西斯神庙的油灯。

​Anyte ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι, ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα, ὄφρʼ αὐτοὺς ἐφορῇ νήπια τερπομένους.

安妮特 公山羊啊,孩子们确实为你套上了猩红的缰绳, 在你多毛的嘴上戴上了口套, 在神的殿堂周围训练你进行赛马般的游戏, 好让神明俯视他们天真烂漫的欢愉。

​Bacchylides κούρα Πάλλαντος πολυώνυμε, πότνια Νίκα, πρόφρων Καρθαίων ἱμερόεντα χορὸν αἰὲν ἐποπτεύοις, πολέας δʼ ἐν ἀθύρμασι Μουσᾶν Κηίῳ ἀμφιτίθει Βακχυλίδῃ στεφάνους.

巴克奇利得斯 帕拉斯的女儿,拥有众多美名的尊贵胜利女神啊, 愿你常怀慈爱,眷顾卡尔泰亚人悦人的 合唱队;在缪斯的歌咏竞技中, 将无数的花冠戴在凯奥斯人巴克奇利得斯的头上。

​Nicodemus Πηνελόπη, τόδε σοὶ φᾶρος καὶ χλαῖναν Ὀδυσσεὺς ἤνεγκεν, δολιχὴν ἐξανύσας ἀτραπόν.

尼科德穆斯 珀涅罗珀啊,奥德修斯走完了漫长的旅途, 为你带回了这件长袍与斗篷。

315

​Nicodemus τὸν τραγόπουν ἐμὲ Πᾶνα, φίλον Βρομίοιο καὶ υἱὸν Ἀρκάδος, ἀντʼ ἀλκᾶς ἔγραφεν Ὠφελίων.

尼科德穆斯 我这羊足的潘神,布罗米俄斯的挚友、阿耳卡斯的 后裔,乃是奥斐利翁为谢救护之恩而绘下的。

​Nicodemus Ἀερόπης δάκρυον διερῆς, καὶ λείψανα δείπνων δύσνομα, καὶ ποινὴν ἔγραφεν Ὠφελίων.

尼科德穆斯 泣涕涟涟的埃洛珀之泪、违逆伦常的筵席 残骸,以及那场复仇,皆由奥斐利翁绘成。

​Nicodemus Πραξιτέλης ἔπλασε Δαναὴν καὶ φάρεα Νυμφῶν λύγδινα, καὶ πέτρης Πᾶνʼ ἐμὲ Πεντελικῆς.

尼科德穆斯 普拉克西特列斯雕刻了达那厄与水仙们洁白的 大理石衣褶,并用彭特利库斯的石料雕出了我——潘神。

​Nicodemus Κύπριδι κουροτρόφῳ δάμαλιν ῥέξαντες ἔφηβοι χαίροντες νύμφας ἐκ θαλάμων ἄγομεν.

尼科德穆斯 我们青年男子向抚育少年的库普里斯献祭了小母牛, 满怀喜悦地将新娘引出闺房。

​Nicodemus αἰθομέναις ὑπὸ δᾳσὶν ἐν εὐρυχόρῳ πατρὸς οἴκῳ παρθένον ἐκ χειρῶν ἠγαγόμην;Κύπριδος.

尼科德穆斯 在熊熊燃烧的火把映照下,于父亲宽敞的宅邸中, 我从库普里斯的手中迎娶了少女为妻。

320

​Nicodemus Ἀσκανίη μέγα χαῖρε καλή, καὶ χρύσεα Βάκχου ὄργια, καὶ μύσται πρόκριτοι Εὐίεω.

尼科德穆斯 美丽的阿斯卡尼亚啊,祝你长享盛誉;巴克科斯的黄金 秘仪,以及厄维俄斯精选的信徒们,万岁!

​Julius Leonidas θύει σοι τόδε γράμμα γενεθλιακαῖσιν ἐν ὥραις, Καῖσαρ, Νειλαίη Μοῦσα Λεωνίδεω. Καλλιόπης γὰρ ἄκαπνον ἀεὶ θύος. εἰς δὲ νέωτα, ἢν ἐθέλῃς, θύσει τοῦδε περισσότερα.

尤利乌斯·莱奥尼达斯 在你的诞辰之际,凯撒啊,莱奥尼达斯尼罗河的 缪斯为你献上这篇诗章; 因为卡利俄珀的祭品从不起烟。到了来年, 若你垂允,她将献上远比这更丰盛的供物。

​Julius Leonidas τήνδε Λεωνίδεω θαλερὴν πάλι δέρκεο Μοῦσαν, δίστιχον εὐθίκτου παίγνιον εὐεπίης. ἔσται δʼ ἐν Κρονίοις Μάρκῳ περικαλλὲς ἄθυρμα τοῦτο, καὶ ἐν δείπνοις, καὶ παρὰ μουσοπόλοις

尤利乌斯·莱奥尼达斯 且再次观瞧莱奥尼达斯这蓬勃的缪斯之作, 这巧运词句的两行诗玩物。 在克罗诺斯节上,这对马尔库斯将是一件精巧的玩具, 亦将在筵席间及侍奉缪斯之人中传诵。

​Nicodemus Ἀναστρέφον ἢ Ἀνακυκλικόν3 Οἰδιπόδης κάσις ἦν τεκέων, καὶ μητέρι πόσσις γίνετο, καὶ παλάμης ἦν τυφλὸς ἐκ σφετέρης.

尼科德穆斯 (回文诗) 俄狄浦斯曾是他儿女的弟兄,又成了母亲的 丈夫,且因自己的双手而双目失明。

​Julius Leonidas πέμματα τίς λιπόωντα, τίς Ἄρεϊ τῷ πτολιπόρθῳ βότρυς, τίς δὲ ῥόδων θῆκεν ἐμοὶ κάλυκας; νύμφαις ταῦτα φέροι τις ἀναιμάκτους δὲ θυηλὰς οὐ δέχομαι βωμοῖς ὁ θρασύμητις Ἄρης.

尤利乌斯·莱奥尼达斯 是谁向我这毁灭城池的阿瑞斯,供奉油润的 点心,是谁献上葡萄,又是谁奉上玫瑰花蕾? 让人把这些送给水仙们吧;不流血的祭品, 我这勇谋兼备的阿瑞斯绝不纳于祭坛之上。

325

​Julius Leonidas ἄλλος ἀπὸ σταλίκων, ὁ δʼ ἀπʼ ἠέρος, ὃς δʼ ἀπὸ πόντου, Εὔπολι, σοὶ πέμπει δῶρα γενεθλίδια· ἀλλʼ ἐμέθεν δέξαι Μουσῶν στίχον, ὅστις ἐς αἰεὶ μίμνει, καὶ φιλίης σῆμα καὶ εὐμαθίης.

尤利乌斯·莱奥尼达斯 欧波利斯啊,有人从罗网中,有人自空中,有人自大海, 为你送来生辰的贺礼; 但请从我这里收下缪斯的诗行,它将历久 弥坚,作为友谊与学识的永恒见证。

​Julius Leonidas Λύκτιον ἰοδόκην καὶ καμπύλον, Ἄρτεμι, τόξον Νῖκις ὁ Λυσιμάχου παῖς ἀνέθηκε Λίβυς· ἰοὺς γὰρ πλήθοντας ἀεὶ λαγόνεσσι φαρέτρης δορκάσι καὶ βαλίαις ἐξεκένωσ’ ἐλάφοις.

尤利乌斯·莱奥尼达斯 阿尔忒弥斯啊,吕克托斯的箭筒与弯弓, 由吕西马科斯之子、利比亚人尼喀斯敬献; 因为那常满于箭囊深处的箭矢, 已被他尽数射空在瞪羚与斑鹿的身躯之上。

语法注3 条
  1. 6.307ὤλετο δʼ ἄν που λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν

    表示与过去事实相反的虚拟条件句(反事实条件句)。主句由 ἄν 搭配不定过去时直陈语气(ὤλετο)构成,从句由 εἰ 搭配不定过去时直陈语气(στέρξε,源自 στέργω)构成。该句立足于理发师最终放弃哲学重操旧业的事实,表达了“若非他甘心折返,定已饿死”的反事实推论。

  2. 6.310αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν ἀντʼ ὀλίγου μέγα δῶρον

    典引《伊利亚特》第6卷第234–236行中格劳科斯与狄俄墨得斯交换铠甲的典故(用价值百头牛的金铠换取价值九头牛的铜铠)。荷马史诗中格劳科斯是吃亏的一方,而此处将比喻(Γλαῦκος ὅκως)诙谐地倒转用于缪斯身上,意指诸女神以极其微薄的奉献换予了极其丰厚的大礼。

  3. 6.323Ἀναστρέφον ἢ Ἀνακυκλικόν

    标明诗体形式的标题,指“回文诗”或“可逆诗”(versus anacyclicus)。这表明该两行诗具有特殊的技巧设计:即使逐词完全倒着读(从末尾起读作“σφετέρης ἐκ τυφλὸς ἦν παλάμης...”),其挽歌双行体的格律与语法意义依然完整无误。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:6.306-6.326