- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.94-5.109
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录了数首讽喻诗:或将女子美貌比拟诸神,或戏谑傲慢的情人与娼妓,或哀悼早逝的佳人普罗忒,并以一德拉克马的便宜之爱嘲弄宙斯化牛求爱的辛劳。
Rufinus ὄμματʼ ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης, τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος. εὐδαίμων ὁ βλέπων σε·;τρισόλβιος ὅστις ἀκούει· ἡμίθεος δʼ ὁ φιλῶν ἀθάνατος δʼ ὁ γαμῶν.
鲁菲努斯 墨利忒啊,你拥有赫拉的双眸,雅典娜的手臂, 帕福斯女神的乳房,忒提斯的脚踝。 得见你者是幸福的;闻你声音者享有三重福分; 亲吻你者犹如半神;而迎娶你者则如不死的仙神。
Anonymi Epigrammatici Τέσσαρες αἱ Χάριτες, Παφίαι δύο, καὶ δέκα Μοῦσαι· Δερκυλὶς ἐν πάσαις Μοῦσα, Χάρις, Παφίη.
佚名 美惠女神有四位,帕福斯女神有两位,缪斯有十位: 德尔库利斯在她们之中既是缪斯、美惠女神,又是帕福斯女神。
Meleager ἰξὸν ἔχεις τὸ φίλημα, τὰ δʼ ὄμματα, Τιμάριον, πῦρ· ἢν ἐσίδῃς, καίεις· ἢν δὲ θίγῃς, δέδεκας.
墨勒阿革洛斯 提玛利翁啊,你的亲吻是粘鸟胶,你的双眸是烈火; 你若注视我,便灼伤我;你若触碰我,便缚住了我。 鲁菲努斯
Rufinus εἰ μὲν ἐπʼ ἀμφοτέροισιν, Ἔρως, ἴσα τόξα τιταίνεις, εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος, οὐ θεὸς εἶ.
厄洛斯啊,你若向着双方拉开均等的弓箭, 你便是神明;但你若偏袒一方,你便不是神明。
Anonymi Epigrammatici Ὁπλίζευ, Κύπρι, τόξα, καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲ ἄλλον ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.
佚名 库普里斯啊,装备好你的弓箭吧,安心地走向另一个 靶子去吧;因为我身上已无处容纳新的创伤。
Anonymi Epigrammatici ἤθελον, ὦ κιθαρῳδέ, παραστάς, ὡς κιθαρίζεις, τὴν ὑπάτην κροῦσαι, τήν τε μέσην χαλάσαι.
佚名 弹奏基萨拉琴的人啊,我愿在你弹奏时侍立在你身旁, 拨动那最上方的琴弦,并放松那中间的琴弦。
Anonymi Epigrammatici εἲ μοί τις μέμφοιτο, δαείς ὅτι λάτρις Ἔρωτος φοιτῶ, θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων, εἰδείη1 καὶ Ζῆνα, καὶ Ἄϊδα, τόν τε θαλάσσης σκηπτοῦχον, μαλερῶν δοῦλον ἐόντα Πόθων, εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δʼ ἐνέπουσιν ἕπεσθαι ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;
佚名 若有人因得知我充当厄洛斯的侍从、双眼带着捕猎者的 粘鸟胶四处游荡而责难于我, 愿他知晓宙斯、哈得斯,以及执掌海洋之杖的 主宰,亦同样是狂烈情欲的奴隶。 神明尚且如此,世人又言人应当仿效 神明,那么我效法神明的行径,又何罪之有?
Anonymi Epigrammatici α. χαῖρε κόρη. β. καὶ δὴ σύ. α. τίς ἡ προιοῦσα; β. τί πρὸς σέ; α. οὐκ ἀλόγως ζητῶ. β. δεσπότις ἡμετέρη. α. ἐλπίζειν ἔστι; β. ζητεῖς δέ τί; α. νύκτα. β. φέρεις τι; α. χρυσίον. β. Εὑθύμει. α. καὶ τόσον. β. οὐ δύνασαι.
佚名 A: 你好,姑娘。 B: 你也一样。 A: 前面走的那位是谁? B: 与你何干? A: 我并非无端探问。 B: 是我们的女主人。 A: 还有指望吗? B: 你想要什么? A: 一夜良宵。 B: 你带了什么来? A: 金子。 B: 放宽心吧。 A: 只有这么点。B: 那你可办不到。
Marcus Argentarius τὴν ἰσχνὴν Διόκλειαν, ἀσαρκοτέρην Ἀφροδίτην, ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην. οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται· ἀλλʼ ἐπὶ λεπτὰ στέρνα πεσὼν, ψυχῆς κείσομαι ἐγγυτάτω.
马库斯·阿尔根塔利乌斯 你会见到纤瘦的狄奥克勒娅,一个皮包骨头的阿佛洛狄忒, 但她却以美好的品性自得其乐。 我和她之间将毫无阻隔;扑倒在她单薄的 胸膛之上,我将极其贴近她的灵魂而卧。
Rufinus μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σε γουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος; ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι, καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.
鲁菲努斯 普罗狄克啊,我还要在门前痛哭到何时?我还要抱住你的 双膝苦苦哀求到何时,狠心的女人,却得不到半点回应? 白发已然在你的秀发间跳荡, 不久你便会委身于我,宛如赫卡柏顺从普里阿摩斯一般。
Marcus Argentarius αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδʼ ἐπίτηδες ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη. εὖ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος, πάντα δέ σου βλέπεται γυμνά, καὶ οὐ βλέπεται. εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.
马库斯·阿尔根塔利乌斯 收起这些罗网吧,多事的女人,别在走路时刻意 扭动臀部,吕西狄刻。 轻薄的斗篷带着衣褶紧紧裹住你的身躯, 你的一切赤裸裸地尽入眼底,却又隐而不见。 若是这般模样在你看来甚是动人,我自己也同样 会将挺立之物用细麻布紧紧包裹起来。
Marcus Argentarius ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος, ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης. ἀλλʼ ἴτε Χαλδαῖοι κείνης πέλας· ἦ γὰρ ὁ ταύτης οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.
马库斯·阿尔根塔利乌斯 墨诺菲拉的天穹,在浪荡女子之间被称为另一重天地, 全然是另一重,因她尝遍了各类放荡纵欲。 来吧,迦勒底的占星家们,走到她身旁吧;因为她的 天穹之中,实实在在地容纳着天狼星与双子座。
Diotimus γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς, καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας; παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνων ἴχνεσι τὴν ἰδικὴν οἶμον ἴδʼ ὡς φέρομαι, εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων, δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.
狄奥提穆斯 老妇人,亲爱的乳母,为何我走近时你便狂吠不止, 将加倍严酷的痛苦抛掷于我? 因为你引领着一位绝代佳人,看我循着她的 足迹,是如何走在自己专属的道路上, 仅仅凝视着她那甜美的芳容。何苦嫉妒我的眼睛, 可怜的人啊?我们连不朽诸神的尊容都得以仰望。
Philodemus “γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα, καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν μὴ λύπει με λίην στέργοντά σε, μηδʼ ἐρεθίζειν τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.” τοῦτʼ ἐβόων αἰεὶ καὶ προὔλεγον ἀλλʼ ἴσα πόντῳ Ἰονίῳ μύθων ἔκλυεςἡμετέρων. τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζεις· ἡμεῖς δʼ ἐν κόλποις ἥμεθα Ναϊάδος.
菲洛得穆斯 “秀美的姑娘啊,我深知如何深爱爱我的人, 反之我也深知如何反咬咬我的人; 莫要令极度怜爱你的我过分悲伤,也莫要渴望 去激怒那些暴躁易怒的皮埃里亚女神。” 我时常这般高呼并预先告诫;但你听我的言辞 宛如伊奥尼亚的海涛一般充耳不闻。 正因如此,如今你这般大声哭号狂吠; 而我们则惬意地倚坐于水仙女的怀抱之中。
Crinagoras δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω; δειλαίη· τοῦτʼ ἐν παντὶ κακῷ ἔτυμον. οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη. πρώτη σοι ὄνομʼ ἔσκεν ἐτήτυμον2 ἦν γὰρ ἅπαντα δεύτερʼ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.
克里纳戈拉斯 可怜的人啊,我当对你说的第一句话是什么,最后一句话又是什么? 可怜的人啊:在一切灾祸中唯有这二字至真至确。 你离世了,啊,优雅的女人,在容貌的青春极盛之季, 在心灵的高尚德行上,皆登峰造极。 普罗忒确实是你当之无愧的芳名;因为世间万物 皆屈居于属于你的、举世无双的美德之下。
Antipater [Θεσσαλονικεος] δραχμῆς3 Εὐρώπην τὴν Ἀτθίδα, μήτε φοβηθεὶς μηδένα, μήτʼ ἄλλως ἀντιλέγουσαν, ἔχε, καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών, ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου.
帖撒罗尼迦的安提帕特 只要花上一枚德拉克马,便可占有阿提卡的欧罗巴,既不用惧怕 任何人,也不会遭到她任何违抗, 她提供无可挑剔的卧榻,若是冬日来临, 还会备好木炭。亲爱的宙斯啊,你化身为公牛真是徒劳无益。
- 5.100εἰδείη
作为条件从句 εἰ μέμφοιτο(“若有人责难”)之后主句的谓语动词。此处为不带 ἄν 的希求气,起命令或让步作用(“愿他知晓/让他知道”)。在诗歌中亦可视为省略 ἄν 的潜能希求气用法。
- 5.108πρώτη σοι ὄνομʼ ἔσκεν ἐτήτυμον
对逝去女子的专有名词 Πρώτη(普罗忒,意为“第一”)与序数形容词 πρώτη(“第一”)的双关修辞。与紧随其后的 ἦν γὰρ ἅπαντα δεύτερα(“一切皆居于第二”)形成对照,表明她的美德无与伦比。
- 5.109δραχμῆς
置于诗行首位起强调作用的价值属格(genitive of price),由祈使动词 ἔχε(“拥有/获得”)支配,意为“仅花费一枚德拉克马便可占有”。
