← 希腊诗选

希腊诗选 卷一

§5.110-5.123

论酒席爱意、年岁容貌与幽会的机智短诗

由马库斯·阿尔根塔利乌斯、安提菲洛斯、菲洛得穆斯等诗人创作的一组风趣爱情短诗。内容涉及酒席上按爱意深浅斟酒、对少女出落后美貌魅力的敬畏、白发降临后对情欲的摆脱、贫困导致的薄情、情人同名的巧合,以及夜幕中的相会与告诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
110

​Marcus Argentarius ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον. φήσεις Λυσιδίκην με φιλεῖν πλέον. οὐ μὰ τὸν ἡδὺν Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι· ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα·1 καὶ γὰρ ἀπείρους ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.

马库斯·阿尔根塔利乌斯 仆人啊,给吕西狄刻倒满十勺酒,但给令人怀恋的 欧普兰忒只须给我倒上一勺。 你会说我更爱吕西狄刻。凭着我在这只酒杯里 豪饮的甘美巴克科斯神起誓,绝非如此! 对我而言欧普兰忒一人足以抵得十人;因为 一轮明月的清辉,便能压倒无数繁星。

​Antiphilus εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτʼ ἦν ἔτι φίλτρα Τερείνης νήπια, Συμφλέξει πάντας ἀεξομένη. οἱ δʼ ἐγέλων τὸν μάντιν. ἴδʼ, ὁ χρόνος ὃν ποτʼ ἐφώνουν, οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην. καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δʼ ἀπονεύσω, φροντίδες· ἢν δʼ αἰτῶ, παρθένος. οἰχόμεθα.

安提菲洛斯 早在忒瑞涅的魅力尚属稚嫩之时, 我便曾说过:“她长大成人后必将把所有人焚成灰烬。” 那时人们嘲笑我这预言者。看哪,我曾预言的时刻 如今已然来临;而我自己早已感受到了创伤。 我该承受何等折磨?注视她,满目烈焰;转过脸去, 尽是忧思;去求爱,她尚是处子。我们全完了。

​Philodemus ἠράσθην τίς δʼ οὐχί; κεκώμακα· τίς δʼ ἀμύητος κώμων; ἀλλʼ ἐμάνην ἐκ τίνος; οὐχὶ θεοῦ; ἐρρίφθω·2 πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης. καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν ἡνίκα καὶ νῦν οὐκέτι, λωϊτέρης φροντίδος ἁψόμεθα.

菲洛得穆斯 我曾坠入爱河,谁人不曾?我曾夜宴狂欢,谁人未曾涉足 狂欢之境?但我因谁而狂乱?难道不是因神明吗? 且将往事抛诸脑后吧;因为白发已取代黑发匆匆降临, 成了睿智年岁的信使。 该当嬉戏的时节,我们嬉戏过了;既然如今 时不再来,我们便当投身于更高尚的思索。

​Marcus Argentarius ἠράσθης πλουτῶν, Σωσίκρατες· ἀλλὰ πένης ὢν οὐκέτʼ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει. ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν Μηνοφίλα, νῦν σου τοὔνομα πυνθάνεται, τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πτόλις; ἦ μόλις ἔγνως τοῦτʼ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.

马库斯·阿尔根塔利乌斯 索西克拉忒斯啊,腰缠万贯时你坠入爱河;但沦为穷汉, 你便不再爱恋;饥饿拥有多么灵验的药效! 从前唤你作香膏、唤你作宜人阿多尼斯的 墨诺菲拉,如今竟打听起你的姓名: “众人之中你是谁?来自何方?你的城邦在哪里?”想必你终于 领悟了这句格言:“身无分文者,举目无朋友。”

​Quintus Maecius ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν μηδέποτʼ ἀργυρίου χωρὶς ἀνασχομένη, φαίνετʼ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα φαίνεσθʼ ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω. καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής; δάκνει δʼ οὐκ ἄλλως ἢ θανατηφορίην.

昆图斯·迈基乌斯 处处刁钻刻薄的菲利斯提翁,那个没有金钱 便绝不容留情人的女人, 如今看来竟比从前更容易忍受。看起来如此倒不足为奇, 我并不认为她的本性已经改变。 因为那不知羞耻的毒蛇何曾变得温顺? 它一旦下口,无非便是带来死亡。

115

​Philodemus ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα καὶ Σαμίης Δημοῦς δεύτερον οὐχὶ μέγα· καὶ πάλι Ναξιακῆς Δημοῦς τρίτον οὐκέτι ταῦτα παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος. αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον, ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχει με πόθος.

菲洛得穆斯 我爱上了帕福斯血统的德摩,不足为奇; 其次又爱上了萨摩斯的德摩,亦不奇怪; 第三次又爱上了纳克索斯的德摩,这便不再是 儿戏了;第四次又爱上了阿尔戈利斯的德摩。 定然是命运女神亲自为我起名“菲洛得穆斯(爱德摩者)”, 因为对德摩的炽热渴求始终紧紧攥住我的心。

​Marcus Argentarius θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται, ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος. εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον. στρέψας Μηνοφίλαν εὐίσχιον, ἐν φρεσὶν ἔλπου αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.

马库斯·阿尔根塔利乌斯 对所有在爱意中怀有庄严心智的人而言, 对女子的爱在凡人之间是造就得最美好的。 但若你也钟情于男色,我知道如何传授 一副良药,借此你便可止住这相思之疾。 将美臀的墨诺菲拉翻转过来,在心中设想 你怀抱中所拥有的正是男子墨诺菲洛斯本人。

​Quintus Maecius θερμαίνει μʼ ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαι τοῦτο τὸ φῶς, ἤδη πῦρ μέγα γιγνόμενον.

昆图斯·迈基乌斯 俊美的科尔内利乌斯令我心生炽热;但我惧怕 这缕光芒,如今它已然渐成燎原烈火。

​Marcus Argentarius Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις, ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον, ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶ ὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης.

马库斯·阿尔根塔利乌斯 吐息甜美的伊西阿斯啊,纵使你散发出十倍的芬芳, 也快快醒来,用纤纤玉手接下花冠吧, 你将见到它如今尚自盛开,到了黎明便会凋零, 这正是你青春岁月的象征。

​Crinagoras κἢν ῥίψῃς ἐπὶ λαιά, καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς, Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους, εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα, γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον.

克里纳戈拉斯 克里纳戈拉斯啊,即便你在空荡的卧榻上 向左翻滚,抑或向右翻滚, 若无娇美的格梅拉斜倚在你身旁, 即使睡去,你所尝到的也不会是安眠,而是疲惫。

120

​Philodemus καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον3 ἦλθον, καὶ πυκινῇ τεγγομένη ψακάδι. τοὔνεκʼ ἐν ἀπρήκτοισι καθήμεθα, κοὐχὶ λαλεῦντες εὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις;

菲洛得穆斯 甚至在午夜时分,我避开同床共寝的丈夫, 冒着倾盆密雨湿透全身赶来此处。 难道我们坐在这里就是为了无所事事,而不能像情人按规矩 该安歇的那样,一边交谈一边入睡吗?

​Philodemus Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων οὐλοτέρη, καὶ μνοῦ χρῶτα τερεινοτέρη, καὶ κεστοῦ φωνεῦσα μαγώτερα, καὶ παρέχουσα πάντα, καὶ αἰτῆσαι πολλάκι φειδομένη· τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην.

菲洛得穆斯 菲莱尼翁身材娇小且肤色微黑,但发卷 比欧芹更蜷曲,肌肤比绒毛更柔嫩, 话语比阿佛洛狄忒的魔带更摄人心魄,事事皆 肯依从,且常常克制着不去索求; 金色的库普里斯啊,在找到另一个更完美的女子之前, 愿我长久地钟爱这样的菲莱尼翁。

​Diodorus μὴ σύ γε, μηδʼ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων ἀμφοτέρων, κλεινοῦ κοῦρε Μεγιστοκλέους, κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης4 τὸν καλὸν οὐ γὰρ ὁ παῖς ἤπιος οὐδʼ ἄκακος, ἀλλὰ μέλων πολλοῖσι, καὶ οὐκ ἀδίδακτος ἐρώτων. τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.

狄奥多罗斯 显赫的墨吉斯托克勒斯之子啊,纵使你觉得那美少年 远胜过你的双目,纵使他在美惠女神的沐浴中光彩夺目, 你也千万莫去撩拨招惹他;因为这少年既非温良,亦非不谙世事, 而是令众人挂心、且深谙情欲之道。 胆大妄为的人啊,切莫去扇旺这团火焰。

​Philodemus Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη, φαῖνε, διʼ εὐτρήτων βαλλομένη θυρίδων αὔγαζε χρυσέην Καλλίστιον ἐς τὰ φιλεύντων ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ. ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη· καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.

菲洛得穆斯 游荡于黑夜、生有双角、酷爱通宵欢宴的塞勒涅啊,照耀吧, 穿过那镂空的窗棂投下光芒,照耀吧; 映亮金色的卡利斯提翁;凝视有情人的 缠绵,对不朽的女神而言绝非招致嫉妒之事。 塞勒涅啊,我知道你既祝福她也祝福我们; 因为恩底弥翁亦曾点燃过你的芳心。

语法注4 条
  1. 5.110μία πρὸς δέκα

    介词 πρός 接宾格表示比例或对照(“相对于”、“匹敌于”)。此处意指欧普兰忒一人便足以抵得上十个人。

  2. 5.112ἐρρίφθω

    动词 ῥίπτω 的第三人称单数完成时被动命令法。字面意为“愿其被抛弃”,引申为与过去行为彻底决裂的习语表达(“且由它去吧”、“休要再提”)。

  3. 5.120τὸν ἐμὸν κλέψασα σύνευνον

    阴性主格单数分词 κλέψασα 与 τεγγομένη 表明本诗的叙述者是一位女性。动词 κλέπτω 在此意为“避开”或“瞒过”同床共枕的丈夫而溜出。

  4. 5.122μὴ σύ γε ... ἀμφιδονοίης

    由 μή 配合希求法(ἀμφιδονοίης)构成的戒止句。主语 σύ 与主谓动词 ἀμφιδονοίης 之间大幅插入了条件从句(μηδʼ εἴ... κἢν...)与呼语,构成了倒装离隔结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.110-5.123