- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.74-5.93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录鲁菲努斯、柏拉图、阿斯克勒庇阿得斯等人的短诗,以鲜花寄寓青春易逝并劝诱欢爱,叹息红颜老去与岁月无情,倡导及时行乐,并吟咏爱情神箭的狂乱与不可抗拒。
Rufinus πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖς αὐτὸς ὑφʼ ἡμετέραις πλεξάμενος παλάμαις. ἔστι κρίνον, ῥοδέη τε κάλυξ, νοτερὴ τʼ ἀνεμώνη, καὶ νάρκισσος ὑγρός, καὶ κυαναυγὲς ἴον. ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα·1 ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.
鲁菲努斯 罗多克勒娅啊,我将这顶花冠寄赠于你,乃是我自己 亲手用秀丽的花朵编织而成。 其间有百合,有玫瑰花蕾,有带露的银莲花, 有润泽的水仙,以及闪耀幽蓝光芒的紫罗兰。 戴上这些,收起你的傲慢吧; 你与这花冠一样,皆在盛开,也皆在凋零。
Rufinus γείτονα παρθένον εἶχον Ἀμυμώνην, Ἀφροδίτη, ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον. αὕτη μοι προσέπαιξε, καί, εἴ ποτε καιρός, ἐτόλμων ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο· ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν ὅτι τίκτει· ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;
鲁菲努斯 阿佛洛狄忒啊,我曾有一位邻家少女阿密摩涅, 她使我的心灵燃烧得不可开交。 她曾与我调情戏谑;每逢良机,我便大胆试探, 她便泛起红晕。复有何求?她已察觉了我的恋情。 经历诸多辛劳我遂成了心愿。如今我风闻她临盆待产; 那么我们该当如何?是逃走,还是留下?
Rufinus αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος, εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος· ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι, καὶ νῦν τῶν προτέρων οὐδʼ ὄναρ οὐδὲν ἔχει, ἀλλοτρίας δὲ τρίχας, καὶ ῥυσῶδες τὸ πρόσωπον, οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.
鲁菲努斯 往昔此女曾有诱人的肌肤,春日般饱满的乳房, 俊俏的脚踝,修长的身姿,秀丽的细眉,丰美的秀发; 却随岁月、衰老与白发而面目全非, 如今连昔日风姿的残梦亦不复存在, 戴着旁人的假发,满脸褶皱, 那副模样,连衰老的猢狲也不曾拥有。
Rufinus εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν, οὐκ ἄν τοι κόρον ἔσχεν ἀνὴρ ἀλόχοισιν ὁμιλῶν. πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.
鲁菲努斯 若是女子在库普里斯的云雨之后仍保有这般媚态, 男儿与妻子交接便绝不会生出厌倦。 因为一切女子在欢爱之后皆索然无味。
Plato τὴν ψυχήν, Ἀγάθωνα φιλῶν, ἐπὶ χείλεσιν ἔσχον ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.2
柏拉图 亲吻阿伽通时,我将灵魂衔于唇畔; 因为那可怜的心灵前来,仿佛要径直渡向彼岸。
Plato τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη, τῆς σῆς παρθενίης μετάδος· εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.3
柏拉图 我将这枚苹果掷向你;你若真心爱我, 便接纳它,将你的处子之身与我分享; 若你心中另有所图——但愿绝无此事——便将这苹果收下, 思忖一番这青春年华是何等短暂。
Plato μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλʼ ἐπίνευσον, Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
柏拉图 我是苹果;爱慕你的人将我掷来。应允了吧, 克珊狄珀;我和你都在走向枯萎。
Dionysius Sophista ἡ τὰ ῥόδα, ῥοδόεσσαν ἔχεις χάριν ἀλλὰ τί πωλεῖς; σαυτήν, ἢ τὰ ῥόδα; ἠὲ συναμφότερα;
修辞学家狄奥尼修斯 手捧玫瑰的女子啊,你有着玫瑰般的魅力;但你卖的是什么? 是你自己,还是玫瑰?亦或是二者兼而有之?
Anonymi Epigrammatici ὦ σοβαρὴ βαλάνισσα, τί δή ποτέ μʼ ἔκπυρα λούεις; πρὶν μʼ ἀποδύσασθαι, τοῦ πυρὸς αἰσθάνομαι,
佚名 气势汹汹的女澡堂主啊,你为何用滚烫的水为我沐浴? 我尚未宽衣解带,便已感受到了这火热。
Anonymi Epigrammatici εἴθʼ ἄνεμος γενόμην, σὺ δʼ ἐπιστείχουσα παρʼ ἀγὰς στήθεα γυμνώσαις, καί με πνέοντα λάβοις.
佚名 但愿我化作清风,而你漫步于海滨, 敞开你的胸膛,将吹拂的我拥入怀中。
Anonymi Epigrammatici εἴθε ῥόδον γενόμην ὑποπόρφυρον, ὄφρα με χερσὶν ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις.
佚名 但愿我化作一朵浅红的玫瑰,好让你用纤手 采撷我,赏赐给你那白雪般的酥胸。
Asclepiades φείδῃ παρθενίης· καὶ τί πλέον; οὐ γὰρ ἐς ᾍδην ἐλθοῦσ’ εὑρήσεις τὸν φιλέοντα, κόρη. ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος·; ἐν δʼ Ἀχέροντι ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.
阿斯克勒庇阿得斯 你吝惜处子之身;但这又有何益?去往哈得斯之后, 少女啊,你再也寻不到爱恋你的人。 库普里斯的欢悦唯存于生者之间;而在阿刻戎河畔, 处女啊,我们将化作白骨与灰烬横卧一处。
Claudius Claudianus ἵλαθί μοι, φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνων ἐβλήθης ὑπʼ Ἔρωτος ὑπʼ ὠκυπόροισιν ὀιστοῖς.
克劳狄乌斯·克劳狄安努斯 施恩于我吧,亲爱的福玻斯;因为你虽能挽强弓疾射, 亦曾被厄洛斯用飞矢射中。
Rufinus ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα κέκραγʼ ὡς βελέων δεξάμενον φαρέτρην, καὶ βάσις ἀστατέουσα, καὶ ἄστατος ἄσθματος ὁρμή, καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες. ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐϋστεφάνου Κυθερείης, φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ Φλέγομαι.
鲁菲努斯 墨利西阿斯否认爱意,但她的身躯 却在疾呼,宛如承受了整囊箭矢, 步履踉跄不稳,喘息起伏难定, 被矢石击中般深陷的眼眶亦是如此。 来吧,渴望之神们,凭着你们戴着华冠的母亲库忒瑞亚之名, 去炙烤那违逆不恭的少女,直到她说出: “我在燃烧。”
Rufinus εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα, πυρφόρε, καῦσαι, τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.
鲁菲努斯 荷火的神啊,你若无法在二人心中燃起同等的烈焰, 便将这独灼一人的火焰熄灭,抑或转移至另一人身上。
Marcus Argentarius οὐκ ἔσθʼ οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσαν βούλετʼ ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος· ἀλλʼ ὅστις κακόμορφον ἰδών, τετορημένος ἰοῖς στέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος, οὗτος ἔρως, πῦρ τοῦτο· τὰ γὰρ καλὰ πάντας ὁμοίως τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.
马库斯·阿尔根塔利乌斯 若有人欲占有容颜姣好的女子, 仅依从理智的双眼所见,这绝非爱情; 但若有人得见丑陋之女,中箭受创, 自癫狂的心智中燃烧并深爱着她, 这才是爱情,这才是烈火;因为美好之物, 自会均等地愉悦所有懂得鉴赏形体之人。
Anonymi Epigrammatici πέμπω σοι μύρον ἡδύ, μύρῳ τὸ μύρον θεραπεύων, ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου.
佚名 我赠你芬芳的香膏,是以香膏供奉香膏, 正如向布罗米奥斯倾洒布罗米奥斯的甘泉琼浆。
Anonymi Epigrammatici πέμπω σοι μύρον ἡδύ, μύρῳ παρέχων χάριν, οὐ σοί· αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι,
佚名 我赠你芬芳的香膏,是将恩惠赐予香膏,而非赐予你; 因为你自己便能令香膏亦沾染芬芳。
Rufinus ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε “χαῖρε” εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο. ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι, ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσιν. ὦ ῥυτίδες, καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον, σπεύσατε· κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην,
鲁菲努斯 罗多珀因美貌而倨傲;若我道一声 “安好”,她只以傲慢的眉毛作答。 我若在门楣上悬挂花冠, 她便怒不可遏,以傲慢的脚步将其践踏。 啊,皱纹与无情的衰老,快些到来吧, 速速赶来;至少你们能让罗多珀回心转意!
Rufinus ὥπλισμαι πρὸς;ἔρωτα περὶ στέρνοισι λογισμόν,4 οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα· θνατὸς δʼ ἀθανάτῳ συστήσομαι· ἢν δὲ βοηθὸν Βάκχον ἔχῃ, τί μόνος πρὸς δύʼ ἐγὼ δύναμαι;
鲁菲努斯 我已披坚执锐抗衡厄洛斯,将理智护卫于胸膛, 只要一对一单打独斗,他便休想胜我; 凡人之躯,我将正面抗衡不死之神。 但他若招来巴克科斯为臂助,我孤身一人面对两个,又能如何?
- 5.74ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα
στεψαμένη 为中间动词分词,意为“为自己戴上花冠”。祈使动词 λῆξον 接补充动词分词 ἐοῦσα,构成表示“停止作为……/别再……”的常见补足构词。
- 5.78ὡς διαβησομένη
ὡς 连同将来时分词 διαβησομένη 构成表意图或状态的比况从属成分,意为“宛如想要渡过去一般”。
- 5.79σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος
先发受格(prolepsis)句式:间接从句的逻辑主语(ἡ ὥρη)被提前置于主句充当宾格宾语 τὴν ὥρην,相当于 σκέψαι ὡς ἡ ὥρη ὀλιγοχρόνιος(“思量那青春华年是何等短暂”)。其前的 ὃ μὴ γίγνοιτο 为表示祈愿的希求法插入语(“但愿绝无此事”)。
- 5.93ὥπλισμαι πρὸς Ἔρωτα περὶ στέρνοισι λογισμόν
中被动态动词 ὥπλισμαι 带有保留宾格 λογισμόν(“我在胸前披挂起理智作为甲胄”)。源自主动语态 ὁπλίζω 接双重宾格(武装某人以某物),在转换为中间/被动态时装备名词保留为宾格。
