- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.56-5.73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人们赞颂女性的美貌,吟咏厄洛斯不可抗拒的狂热与折磨,描绘沐浴与戏骰等香艳场景,并通过神话典故与诙谐笔触抒发对婚姻、红颜易老及及时行乐的感慨。
Dioscorides ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα, ψυχοτακῆ στόματος νεκταρέου πρόθυρα, καὶ γλῆναι λασίαισιν ὑπʼ ὀφρύσιν ἀστράπτουσαι, σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες, καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες, εὐφυέες, πάσης τερπνότεροι κάλυκος. ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρὲς εἰσιν τῆς ἀθυροστομίης1 οἱ Μίδεοι κάλαμοι.
狄奥斯科里得斯 那织造多姿言语的玫瑰色双唇使我神魂颠倒, 那流淌琼浆之口的消魂门户, 那浓眉之下闪烁灼灼的双眸, 是我肺腑心肠的罗网与圈套, 那丰润如乳、相称适度、惹人爱怜的乳房, 体态匀称,比任何花蕾都更加赏心悦目。 然而我何必向群犬指明骨头?那密达斯的芦苇 正是我多嘴多舌的见证。
Meleager τὴν περιφρυγομένην ψυχὴν ἂν πολλάκι καίῃς, φεύξετʼ, Ἔρως· καὐτή, σχέτλιʼ, ἔχει πτέρυγας.
墨勒阿革洛斯 厄洛斯啊,你若一再炙烤这已被四面烘灼的心灵, 它便会逃走;残忍的神啊,心灵自身也是生有双翼的。
Archias νήπιʼ Ἔρως, πορθεῖς μὲ τὸ κρήγυον2 εἴς μὲ κένωσον πᾶν σὺ βέλος, λοιπὴν μηκέτʼ ἀφεὶς γλυφίδα, ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμέ, καί τινα χρῄζων ἄλλον ὀιστεῦσαι, μηκέτʼ ἔχοις ἀκίδα.
阿尔基阿斯 幼稚的厄洛斯啊,你彻底毁灭了我;朝我身上 倾泻你所有的箭矢吧,连一支箭尾也不要剩下, 好让你只用箭镞捕获我一人,而当你想要 向其他人射箭时,便再也没有了锋芒。
Archias φεύγειν δεῖ τὸν Ἔρωτα κενὸς πόνος· οὐ γὰρ ἀλύξω πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.
阿尔基阿斯 必须逃离厄洛斯; 但这不过是徒劳之举;因为徒步的我绝无法脱逃, 正被一位有翼的神祇紧紧追赶。
Rufinus παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη· πυγαὶ δʼ ἀλλήλαις περιηγέες εἱλίσσοντο, ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι. ˘ ˘ τὸν δʼ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ οὐχ ὅλον Εὐρώταν,3 ἀλλʼ ὅσον ἠδύνατο.
鲁菲努斯 生着银足的少女正在沐浴,将那胸前黄金般的 双乳,在宛若凝脂的肌肤上润湿; 丰润的臀部相互回旋, 在比流水更为柔润的肌肤上摇曳动荡。 舒展的玉手遮掩着那肿胀凸起的欧罗塔斯, 未能完全遮住,却也尽其所能。
Rufinus τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ, ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν· ¯ “δώδεκά σοι βέβληκα, καὶ αὔριον ἄλλα βαλῶ σοι, ἢ πλέον, ἠὲ πάλιν δώδεκʼ ἐπιστάμενος.” εἶτα κελευομένη † ἦλθεν γελάσας δὲ πρὸς αὐτήν εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.
鲁菲努斯 我同黑睫毛的菲利帕玩掷骰游戏, 引得她发自内心地甜美欢笑: “我已经为你掷出了十二点,明日我还要为你再掷, 或是更多,或凭着熟练再次掷出十二点。” 随后受到吩咐她便来了;我笑着对她说: “但愿我当初呼唤你是在夜里前来的!”
Rufinus οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλʼ ἔτι πολλὰ λείψανα τῆς προτέρης σῴζεται ἡλικίης, ˘ ˘ καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ κάλλος τῶν ἱλαρῶν μήλων ἢ ῥόδου ἐξέφυγεν. ὦ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος.
鲁菲努斯 岁月尚未泯灭你的秀美,往昔盛年 的许多残痕依旧得以存留, 诸般魅力历久弥新,那令人欣悦的 双乳之美与玫瑰之姿亦未曾消逝。 啊,那往昔神明般的花朵,曾将多少人焚化殆尽!
Marcus Argentarius Ἀντιγόνη, Σικελὴ πάρος ἦσθά μοι· ὡς δʼ ἐγενήθης Αἰτωλή, κἀγὼ Μῆδος4 ἰδοὺ γέγονα.
马库斯·阿尔根塔利乌斯 安提戈涅啊,从前对我而言你是西西里女子;但既然你成了 埃托利亚女子,瞧,我也成了米底亚人。
Asclepiades Νῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου, πάντα τὰ πορφύροντʼ ἐν χθονὶ σεῖε νέφη. ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δὲ μʼ ἀφῇς ζῆν, καὶ διαδὺς τούτων χείρονα, κωμάσομαι ἕλκει γάρ μʼ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς, Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.
阿斯克勒庇阿得斯 下雪吧,降雹吧,降下黑暗,燃烧吧,投下雷霆, 在地上撼动所有翻卷的浓云吧! 因为你若杀了我,我便就此罢手;但若容我活着, 纵使穿过比这更恶劣的狂风骤雨,我也要去欢饮夜游。 因为那位甚至统御着你的神祇正牵引着我,曾几何时你正是依从了他, 宙斯啊,才化作黄金穿过青铜的深闺密室。
Anonymi Epigrammatici αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπʼ ἀντίθεον Γανυμήδην, κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης. οὕτως ἀμφότερʼ ἐστὶν ἀσύγκριτα· τῶν δύο δʼ αὐτῶν ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο.
佚名 宙斯化作雄鹰降临于宛如神明般的伽倪墨得斯, 化作天鹅降临于海伦金发的母亲。 如此这般,二者皆无可比拟;而在这两者之中, 有人以为前者更佳,有人以为后者更胜,而于我而言二者皆善。
Rufinus εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον, καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων, σῶσον, ἔφην, “ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.” ταῦτα λέγοντος5 ἔκλαυσεν ἀποψήσασα δὲ δάκρυ, ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.
鲁菲努斯 我见普罗狄刻恰好独处,便上前哀求, 抚摸着她那神圣的膝头, 说道:“救救我吧,救救一个濒死之人, 将那即将飘散的生命之息施舍给我吧。” 听我说完这些她流下了眼泪;然而拭去泪水后, 她用娇柔的双手将我驱逐出门。
Capito κάλλος ἄνευ χαρίτων τέρπει μόνον, οὐ κατέχει δέ, ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ.
卡皮托 缺乏妩媚的容貌只能取悦于人,却不能长久留住人心, 就像浮在水面上却没有鱼钩的钓饵。
Polemon I ἢ τὸ φιλεῖν περίγραψον, Ἔρως, ὅλον, ἢ τὸ φιλεῖσθαι πρόσθες, ἵνʼ ἢ λύσῃς τὸν πόθον, ἢ κεράσῃς.
波勒蒙一世 厄洛斯啊,要么彻底划清界限不再爱,要么把被爱 补足给我,好让你要么消除这渴望,要么使其调和得度。
Rufinus Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλος Μαιονίδʼ, ἐκ κραδίης ἴαχον ἀμφότεραι· “οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ· οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.”
鲁菲努斯 帕拉斯与脚踏金履的赫拉一看见 那位迈奥尼亚少女,便双双自心底惊呼: “我们再也不宽衣解带了;牧羊人的一次裁决已经足够; 因争夺美貌而两度落败实非体面之事。”
Rufinus κάλλος ἔχεις Κύπριδος, Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴν εἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης, νοῦν καὶ σωφροσύνην Θέμιδος, καὶ χεῖρας Ἀθήνης· σὺν σοὶ δʼ αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη.
鲁菲努斯 你拥有库普里斯的美貌,劝导女神的巧嘴,春日时序女神的 身段与风华,卡利俄珀的歌喉, 忒弥斯的智慧与节制,雅典娜的双手; 菲勒啊,有了你,美惠三女神便成了四位。
Palladas Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς θυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον. ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὃς σ’ ἐλεήσας ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.
帕拉达斯 齐诺啊,你娶了先锋战士之父与克敌制胜之母 的女儿,在家中便有了一场战事。 快去物色一位名叫解战者的体贴奸夫吧,他同情于你, 自会将你从这冲锋陷阵的安德洛玛刻手中解救出来。
Palladas τοῦτο βίος, τοῦτʼ αὐτό· τρυφὴ βίος. ἔρρετʼ ἀνῖαι· ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λύαιος, ἄρτι χοροί, στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες· σήμερον ἐσθλὰ πάθω· τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.
帕拉达斯 这才是生活,正是这般;奢享才是生活。滚开吧,烦恼! 凡人所拥有的生命何其短暂。此刻有解忧之神, 此刻有曼舞,有爱花之冠,此刻有女郎! 今日就让我尽享美事吧;因为明日究竟如何,对谁都是未知。
Rufinus δαίμονες, οὐκ ᾔδειν ὅτι λούεται ἡ Κυθέρεια, χερσὶ καταυχενίους λυσαμένη πλοκάμους. ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισι μήποτε μηνίσῃς, θεῖον ἰδοῦσι τύπον. νῦν ἔγνων Ῥοδόκλεια, καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος τοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας.
鲁菲努斯 诸神啊,我原不知是库忒瑞亚在沐浴, 亲手解开了垂落在颈后的秀发。 女主啊,请赐垂怜,切莫对我们的双眼 动怒,这双目瞻仰了神明的容姿。 如今我认出了:是罗多克勒娅,而不是库普里斯。那么这倾国之貌 从何而来?依我看,是你将那女神剥得精光,夺走了她的美貌。
- 5.56ἀθυροστομίης
由“无门”与“嘴”复合而成的词,本义为“毫无遮拦的嘴”,引申指“多嘴多舌、走漏秘密”。后文紧承的“密达斯的芦苇”(οἱ Μίδεοι κάλαμοι)典出理发师将密达斯长有驴耳的秘密告知地穴,后被长出的芦苇随风传扬的故事,喻指按捺不住而泄密。
- 5.58πορθεῖς μὲ τὸ κρήγυον
中性单数形容词 τὸ κρήγυον(本义为“好的、真切的”)在此作状语性宾格,意为“彻底地、完全地”,修饰动词 πορθεῖς(毁灭、洗劫),而代词 μὲ 则充当其直接宾语。
- 5.60Εὐρώταν
斯巴达著名的河流名“欧罗塔斯河”,在此处隐喻沐浴少女隆起充血的阴部或毛发。与阳性单数宾格分词 τὸν ὑπεροιδαίνοντα(隆起的、肿胀的)在语法上同格相合,将身体隆起的局部比作涨水的河流。
- 5.63Σικελὴ ... Αἰτωλή ... Μῆδος
基于族名与地名的双关语戏谑。Αἰτωλή(埃托利亚女)谐音动词 αἰτέω(索要、索取财物),而 Μῆδος(米底亚人)则谐音否定词 μηδέν(一无所有、绝不付出)。全句意指“既然你变成了索求无度的女人,我也就成了分文不予之人”。
- 5.66ταῦτα λέγοντος
属格独立结构,由于在语境中显而易见,其逻辑主语代词 ἐμοῦ(我)被省略,意为“当我说着这些话时”。主句的主语转为普罗狄刻,作谓语动词 ἔκλαυσεν(她哭了)的主语。
