- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.41-5.55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录鲁菲努斯、菲洛德穆、狄奥斯科里得斯等人的短诗,描写男女私通、与妓女的交涉议价、房中体位以及爱情誓约与背叛。
Rufinus τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν; τίς ψυχὴν λιθίνην εἶχε, καὶ οὐκ ἔβλεπε; μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών. γινόμενον πᾶσαι τοῦτο ποοῦσι, τέκνον. πλὴν ἀπὸ νῦν, ὅταν ᾖ τις ἔσω, κεῖνος δʼ ὅταν ἔξω, τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς.
鲁菲努斯 是谁将你这般剥得精光,赶出门外又加以痛打? 是谁生就铁石心肠,竟不愿多看一眼? 大约是他不合时宜地闯了进来,撞见了通奸的情夫。 这本是常事,孩子啊,女人们全都这般做。 只是从今往后,每当屋里有人,而那人又在门外时, 务必插紧门闩,免得你重遭此难。
Rufinus μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν· ἡ μὲν γὰρ βραδέως, ἡ δὲ θέλει ταχέως.
鲁菲努斯 我厌恶轻浮顺从的女人,亦厌恶过分矜持的女人; 因为前者所欲太快,而后者所欲太迟。
Rufinus ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν, ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου; εἶτα, τέκνον, κλαίουσα κατατρίψεις τὸ πρόσωπον, καὶ παραριγώσεις μαινομένου προθύροις; ἔκμαξαι, μὴ κλαῖε, τέκνον χεὑρήσομεν ἄλλον, τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.1
鲁菲努斯 难道只要撞见了奸夫,人就该把女人剥光赶出家门, 仿佛他自己从未偷情通奸,仿佛他是毕达哥拉斯的门徒一般? 然后,孩子啊,你便要哭泣着抓破脸面, 在那发狂之人的门廊前受冻挨寒吗? 擦干眼泪,莫要哭泣,孩子啊;我们自会另寻一个男人, 寻一个既不认得察言观色,亦不认得挥拳动粗的人。
Rufinus Λέμβιον, ἡ δʼ ἑτέρα Κερκούριον, αἱ δύʼ ἑταῖραι αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι. ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης φεύγεθʼ· ὁ συμμίξας καὶ καταδὺς πίεται.
鲁菲努斯 一个名叫小扁舟,另一个名叫快划艇,这两个交际花 长年抛锚停泊在萨摩斯人的海港。 但是,年轻人们啊,全都要快快逃避阿佛洛狄忒的海盗船; 凡是与之接舷沉没之人,必将通通被吞噬殆尽。
Callicter Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ, οὐκ ἀπὸ τᾶς τέχνας, ἀλλʼ ἀπὸ τᾶς φύσιος.
卡利克特 这位待字闺中的少女让自己的钱币不断增多, 并非凭借其技艺,而是凭借其天赋之姿。
Philodemus α. χαιρε σύ. β. καὶ σύ γε χαῖρε. α. τί δεῖ σε καλεῖν; β. σὲ δέ; α. μή πω τοῦτο φιλόσπουδος.2 β. μηδὲ σύ· α. μὴ τινʼ ἔχεις; β. ἀεὶ τὸν φιλέοντα α. θέλεις ἅμα σήμερον ἡμῖν δειπνεῖν; β. εἰ σὺ θέλεις. α. εὖγε· πόσου παρέσῃ; β. μηδέν μοι προδίδου. α. τοῦτο ξένον. β. ἀλλʼ ὅσον ἄν σοι κοιμηθέντι δοκῇ, τοῦτο δός. α. οὐκ ἀδικεῖς. ποῦ γίνῃ; πέμψω. β. καταμάνθανε. α. πηνίκα δʼ ἥξεις; β. ἣν σὺ θέλεις ὥρην. α. εὐθὺ θέλω. β. πρόαγε.
菲洛德穆 甲:祝你安好。 乙:也祝你安好。 甲:该如何称呼你? 乙:你呢? 甲:眼下先莫要这般刨根问底。 乙:你也是。 甲:你有相好的男人吗? 乙:总有爱慕我的人。 甲:今日可愿同我一起用晚餐? 乙:倘若你愿意的话。 甲:太好了;多少钱你才肯来? 乙:不用预付任何定金。 甲:这倒稀奇。 乙:只要同寝之后你觉得该给多少,就给多少吧。 甲:你倒公道。 你住在何处?我派人接你。 乙:记住路径。 甲:你何时过来? 乙:你想什么时候就什么时候。 甲:我想立刻就去。 乙:在前引路吧。
Rufinus πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια, πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·· νῦν δʼ ὅτε μοι γυμνὴ γλυκεροῖς; μελέεσσι πέπλησαι, ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ. θυμὲ τάλαν, τί πέπονθας; ἀνέγρεο, μηδʼ ἀπόκαμνε· ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.
鲁菲努斯 塔勒娅啊,我曾多少次祈求能在夜里拥你入怀, 用炽烈的爱情狂热填满我的心灵; 可如今,当你赤身裸体、带着甜美的肢体伴我而卧时, 我却在昏沉的困顿中浑身乏力,四肢酸软。 可怜的心啊,你这是怎么了?振作起来,莫要颓丧; 日后你定会空自渴求这无上的福气。
Rufinus ὄμματα μὲν χρύσεια, καὶ ὑαλόεσσα παρειή, καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος, δειρὴ λυγδινέη, καὶ στήθεα μαρμαίροντα, καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος. εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι, τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.
鲁菲努斯 双眸灿若黄金,面颊明澈如琉璃, 嘴唇比紫红的花蕾更加令人心醉, 颈项宛若白大理石,胸口光华闪耀, 双足比银足的忒提斯还要白皙。 纵然发丝间略微闪烁着斑白的尖芒, 对于那苍白的茬梗,我也丝毫不予介怀。
Gallus ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη, τῷ μὲν ὑπὲρ νηδύν, τῷ δʼ ὑπό, τῷ δʼ ὄπιθεν, εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν. εἰ σπεύδεις, ἐλθὼν σὺν δυσί, μὴ κατέχου.
加卢斯 我吕得在一次迅捷中同时侍奉三个男人, 一人在腹上,一人在腹下,一人在背后, 少年之恋者、狂恋妇人者与嗜好肆虐者,我都一体接纳。 你若心急,便与另外两人同来,切莫退缩犹豫。
Anonymi Epigrammatici καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω κούφως· πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.
佚名 贫困与爱情是我身上的两大祸患;对于前者, 我可以轻松承受,但库普里斯的烈火我却无法忍受。
Anonymi Epigrammatici ;Ἡράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξʼ, ἀγαπῶμαι· τίς δέ, καὶ ἧς, καὶ πῶς, ἡ θεὸς οἶδε μόνη.
佚名 我坠入爱河,我接吻,我得手,我成就好事,我蒙受爱恋; 然而她是何人、是谁家之女、如何成就,唯有女神知晓。
Dioscorides ὅρκον κοινὸν Ἔρωτʼ ἀνεθήκαμεν ὅρκος ὁ πιστὴν Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην. ἀλλʼ ἡ μὲν ψευδὴς κενὰ δʼ ὅρκια, τῷ δʼ ἐφυλάχθη ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις. θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀΰσαις Ἀρσινόης, παστῷ μεμψάμενος προδότῃ].
狄奥斯科里得斯 我们共同奉献厄洛斯作为誓言;正是这誓言 定下了阿尔西诺厄对索西帕特罗斯的忠贞爱情。 然而她背信弃义,誓言化作飞灰,唯有他的 渴慕得以保留;但诸神的力量晦暗莫测。 许墨奈俄斯啊,在阿尔西诺厄的门旁高唱挽歌吧, 去谴责那背叛誓约的新婚洞房。
Dioscorides ἡ πιθανὴ μʼ ἔτρωσεν Ἀριστονόη, φίλʼ Ἄδωνι, κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ. εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω, μὴ πρόφασις,3 σύμπλουν σύμ με λαβὼν ἀπάγου.
狄奥斯科里得斯 妩媚动人的阿里斯托诺厄刺痛了我的心,亲爱的阿多尼斯啊, 正当她在你的草庐旁捶打自己胸脯之时。 倘若在我气绝身亡之时,她亦能将同样的恩典施予我, 莫要推诿借故,带上我作为同行的旅伴一同离去吧。
Dioscorides μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος. μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται, τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου. ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ, τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.
狄奥斯科里得斯 当你纵情于繁衍子嗣的库普里斯时,切莫在卧榻上 与身怀六甲的妻子面对面交合。 因为当中会掀起滔天巨浪与非同小可的折磨, 正当她用力划桨,而你剧烈摇晃之时。 不如将她翻转过来,尽情享用她如玫瑰般的臀部, 把你的妻子权当做少年模样的库普里斯。
Dioscorides Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας ἅψεσιν ἐν χλοερῖς ἀθάνατος γέγονα. ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσίν, ἤνυσεν ἀκλινέως τὸν Κύπριδος δόλιχον; ὄμμασι νωθρὰ βλέπουσα· τὰ δʼ ἠύτε πνεύματι φύλλα, ἀμφισαλευομένης, ἔτρεμε πορφύρεα,4 μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν, καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.
狄奥斯科里得斯 我将拥有玫瑰般臀部的多里斯舒展在卧榻之上, 在她充满青春活力的肢体间,我获得了永生。 因为她用修长美妙的双腿跨骑在我的腰间, 毫不摇晃地跑完了库普里斯的长途竞逐, 眼中流露出慵懒的目光;而当她周身摇曳之时, 紫红的肉体宛如风中的树叶般不住颤抖, 直至白色的精元自双方倾注殆尽, 多里斯才四肢松弛地瘫软下来。
- 5.43τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν
名词化不定词 καὶ τὸ βλέπειν ... καὶ τὸ δέρειν 作分词 εἰδότα(οἶδα 的完成时主动分词阳性单数宾格)的直接宾语。此处 οἶδα + 不定词表“懂得/擅长做某事”,修饰先行词 ἄλλον,意为“一个既不懂得察看也不懂得施虐打人的人”。
- 5.46μή πω τοῦτο φιλόσπουδος
省略了系动词祈使语气(如 ἴσθι 或 γίνου)的口语对话省略句。μή 配合形容词 φιλόσπουδος 构成劝阻:“先别就这事(名字)刨根问底”。
- 5.53μὴ πρόφασις
名词 πρόφασις(借口、托辞)与否定词 μή 构成的简练惯用省略结构(省略了 ἔστω 等),意为“切莫推托借故”。它承接前面的条件从句(ἢν ἀποπνεύσω),直接引出后面的祈使动词 ἀπάγου(带我离去)。
- 5.55τὰ δʼ ἠύτε πνεύματι φύλλα, / ἀμφισαλευομένης, ἔτρεμε πορφύρεα
中性复数主语 τὰ ... πορφύρεα 支配单数动词 ἔτρεμε(典型的中性复数主语配单数动词构文)。在语境中指她通红战栗的私密部位或身体部位。ἠύτε πνεύματι φύλλα 是史诗风格的明喻(“宛如风中的树叶”),ἀμφισαλευομένης 则是以多里斯为逻辑主语的独立属格结构。
