← 希腊诗选

希腊诗选 卷一

§5.28-5.40

论金钱买爱与女子形体美评判的短诗

诸位诗人吟咏了对年老色衰情人的拒绝、对爱欲涉及金钱的讽刺与达那厄神话的挪用、对多名女子臀部与美腿的品评裁判,以及对情妇独立谋生的叮嘱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
28

​Rufinus νῦν μοι χαῖρε λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν κεῖνο, τὸ τῆς λύγδου, βάσκανε, λειότερον· νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου, τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας. μηκέτι μοι, μετέωρε, προσέρχεο, μηδὲ συνάντα· ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.

鲁菲努斯 如今你向我道“安好”了,正当你的那张面容已经逝去之时, 嫉妒的人啊,那张曾经比帕罗斯汉白玉还要光洁的面容; 如今你向我嬉戏传情了,正当你失去了你的青丝之时, 那曾飘拂在你傲慢颈项上的缕缕秀发。 莫要再靠近我,曾经骄横的女子,亦莫要与我相逢; 因为我决不愿接受荆棘来取代蔷薇。

​Callicter ἁδὺ τὸ βινεῖν ἐστι· τίς οὐ λέγει; ἀλλʼ ὅταν αἰτῇ χαλκόν, πικρότερον γίνεται ἐλλεβόρου.

卡利克特 交欢固然甘美,谁能予以否认?但只要对方索要 金钱,它便立刻变得比嚏根草还要苦涩。

30

​Antipater πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,1 ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδας. ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος, οὔτε θυρωρὸς ἐν ποσίν, οὔτε κύων ἐν προθύροις δέδεται· ἢν δʼ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται, οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε νόμοι.

安提帕特 荷马把一切都说得极好,但尤为超绝群伦的, 是他将阿佛洛狄忒称作“金色的”。 因为如果你携带着钱币而来,朋友啊,便既无门房 阻拦在脚前,亦无恶犬拴在门廊; 但倘若你空手而来,甚至连刻耳柏洛斯也会拦在面前。啊,贪得无厌的 财富的法则,你们何其不公地欺压贫穷!

​Antipater χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν· παντοίη δʼ ἡ Κυθέρεια τανῦν, καὶ χρυσοῦν τίει, καὶ χάλκεον ἄνδρʼ ἐφίλησεν, καὶ τοὺς ἀργυρέους οὔ ποτʼ ἀποστρέφεται. Νέστωρ ἡ Παφίη. δοκέω δʼ ὅτι καὶ Δανάῃ Ζεὺς οὐ χρυσός, χρυσοῦς δʼ ἦλθε φέρων ἑκατόν.

安提帕特 往昔曾有过黄金的世代、青铜的世代 与白银的世代;而如今的库忒瑞亚却兼收并蓄: 她尊崇金子般的男人,也钟爱青铜般的汉子, 对银子般的男人亦绝不扭头拒绝。 帕福斯的女神简直就像涅斯托尔。依我看,宙斯降临在达那厄身边, 也并非化作黄金,而是随身携带着百枚金币。

​Marcus Argentarius ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης· οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι. καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα· ἢν δʼ αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον.

马库斯·阿尔根塔利乌斯 梅莉莎啊,你做尽了爱花蜜蜂所做的一切行径; 我深知这一点,女人啊,且将它铭记于心。 你在亲吻时唇下滴落甘甜的蜂蜜; 可一旦索要钱财,你便用毒刺施加不公的蜇刺。

​Parmenion ἐς Δανάην ἔρρευσας, Ὀλύμπιε, χρυσός, ἵνʼ ἡ παῖς ὡς δώρῳ πεισθῇ, μὴ τρέσῃ ὡς Κρονίδην.

帕尔梅尼翁 奥林匹斯之主啊,你化作黄金流泻入达那厄的怀中,是为了让少女 被礼物所折服,而不致对克罗诺斯之子心生畏惧。

​Parmenion ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ,2 κἀγὼ δέ σε χρυσοῦ· πλείονα γὰρ δοῦναι τοῦ Διὸς οὐ δύναμαι.

帕尔梅尼翁 宙斯用黄金买得达那厄,我也用黄金买下你; 因为我所能付出的,无法超过宙斯。

35

​Rufinus πυγὰς αὐτὸς ἔκρινα τριῶν εἵλοντο γὰρ αὐταὶ, δείξασαι γυμνὴν ἀστεροπὴν μελέων. καὶ ῥʼ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ· τῆς δὲ διαιρομένης3 φοινίσσετο χιονέη σάρξ, πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη· ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ, αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη. εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς, οὐκέτʼ ἂν οὐδʼ ἐσιδεῖν ἤθελε τὰς προτέρας.

鲁菲努斯 我亲自评判了三个女人的臀部;因为她们亲自选定了我, 袒露出她们肢体如闪电般的裸露光芒。 其中一人的臀部印着圆圆的酒窝, 自雪白丰腴的股间绽放出柔美的触感; 另一人当她张开双腿时,雪白的肌肤泛起红晕, 比紫红的蔷薇更加娇艳; 第三人则如平静的大海般安详,泛起微细的波纹, 娇嫩的肌肤任其自然地轻轻摇曳。 假若评判诸女神的那位裁判曾目睹这些臀部, 他决不会再想看一眼先前的那些。

​Rufinus ἤρισαν ἀλλήλαις Ῥοδόπη, Μελίτη, Ῥοδόκλεια, τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην, καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι ἔστησαν γυμναί, νέκταρι λειβόμεναι. καὶ Ῥοδόπης μὲν ἔλαμπε μέσος μηρῶν Πολύφημος οἷα ῥοδὼν πολίῳ σχιζόμενος ζεφύρῳ τῆς δὲ Ῥοδοκλείης ὑάλῳ ἴσος, ὑγρομέτωπος, οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον. ἀλλὰ σαφῶς ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν εἰδὼς, τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.

鲁菲努斯 罗多佩、梅利忒与罗多克勒娅三人彼此争胜, 比试她们三人中谁拥有更绝妙的腿股, 并且挑选我作为裁判;她们宛如令人倾慕的女神, 周身赤裸地伫立着,散发着琼浆玉液般的芬芳。 罗多佩双腿之间闪耀着独眼巨人的光采, 犹如被惨白西风吹裂的玫瑰园; 罗多克勒娅的则光洁如玻璃,前额润泽, 恰似神庙中初次雕琢的神像。 然而我深知帕里斯因当年的裁判遭遇了何等灾祸, 于是当场一同为这三位不朽的佳人戴上了花冠。

​Rufinus Μήτʼ ἰσχνὴν λίην περιλάμβανε, μήτε παχεῖαν τούτων δʼ ἀμφοτέρων τὴν μεσότητα θέλε. τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴν κέκτηται· λεῖπον μὴ θέλε, μηδὲ πλέον·

鲁菲努斯 切莫拥抱过分纤瘦的女子,亦不可拥抱过分肥胖的女子; 在这二者之间,你当取其中庸。 因为前者欠缺丰盈的肌肉,而后者则赘肉 过多;既不要缺损不足,亦不可过多过盛。

​Nicarchus II εὐμεγέθης πείθει με καλὴ γυνή, ἄν τε καὶ ἀκμῆς ἅπτητʼ, ἄν τε καὶ ᾖ, Σιμύλε, πρεσβυτέρη. ἡ μὲν γάρ με νέα περιλήψεται, ἡ δὲ παλαιὴ γραῖά με καὶ ῥυσή, Σιμύλε, λειχάσεται.

尼卡科斯二世 身形高挑的美妇总能打动我,无论她是正值 青春鼎盛,抑或,西缪洛斯啊,年岁稍长。 因为年轻的妇人会投怀送抱,而年迈 龙钟、满面皱纹的妇人,西缪洛斯啊,亦会舔舐我。

​Nicarchus II οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει, ἤν τε ποδαγρὸς ἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω; πολλοὶ γάρ μʼ ἀροῦσιν. ἔα χωλόν με γενέσθαι· τῶνδʼ ἕνεκεν γὰρ ἴδʼ ὡς οὔποτʼ ἐῶ θιάσους.

尼卡科斯二世 我难道不终有一死吗?无论是因痛风致残, 还是作为敏捷的奔跑者步入哈得斯,对我又有何相干? 因为自会有许多人抬着我。就由着我变成跛子吧; 正因如此,你看啊,我才绝不放弃欢饮的歌队。

40

​Nicarchus II τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθω καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως, τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλὰ γʼ ἐκείνοις ἐμπαίξασ’, ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν πάντα λίθον κίνει. σαυτὴν τρέφε, καὶ γράφε πρός με εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας. εὐτακτεῖν πειρῶ· τὸ δʼ ἐνοίκιον, ἤν τι περισσὸν γίνηται, καὶ ἐμοὶ φρόντισον ἱμάτιον. ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε μὴ θορυβηθῇς· εὑρήσει πόθεν ἔστʼ, ἐλθὸν ἐς ἡλικίην.

尼卡科斯二世 莫要听信你母亲的话,菲洛墨涅;因为倘若我离去, 一旦将脚步踏出了城外, 莫要理会那些嘲弄轻薄之人,反而当嘲弄 他们,开始做出比我还要宏大的举动; 想方设法,倾尽全力。养活你自己,并写信给我, 告诉我你到了哪一片令人欢欣的海岸。 尽力谨言慎行;若交完房租尚有富余, 也替我张罗一件外衣。 假若你腹中怀了身孕,生下来吧,是的,生下来,切莫惊慌; 待孩子长大成人,自会查明父亲是谁。

语法注3 条
  1. 5.30τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,

    τό γε μήν 充当表示限定或对比的副词性宾格(“然而关于这一点至少……”),后续的 ὅτι 从句(“即阿佛洛狄忒是金色的”)作同位语解释其具体内容,共同构成谓语动词 εἶπεν 的宾语。

  2. 5.34ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ, κἀγὼ δέ σε χρυσοῦ·

    χρυσοῦ 为代价属格(genitivus pretii),句中省略了表示“购买”或“获取”的谓语动词(如 ἐπρίατο 或 ἔλαβεν)。诗人将宙斯用黄金得到达那厄的神话,直接等同于男子用金钱换取肉体交易。

  3. 5.35τῆς δὲ διαιρομένης

    省略明确名词主语的属格独立结构,指代与前文 ἡ μέν 相对的第二位女子。中动相分词 διαιρομένης 意为“当她自行张开(腿股/臀部)时”,其逻辑主语与具体身体部位依据语境省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.28-5.40