- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.291-5.298
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保卢斯要求得到苹果所象征的肉体回报;在随后的赠答诗中,阿加提阿斯叹息自己受制于法律学业而与恋人相隔,保卢斯则指责其缺乏真正的激情;接着阿加提阿斯叙述了避开守卫老妪潜入少女闺房的夜袭经历;后续短诗分别咏叹对酒杯的羡慕、以掷酒渣占卜爱情、抒发女子深闺受困的哀怨,以及祈求正义女神以衰老惩治傲慢女子的誓愿。
Paulus Silentiarius εἴ ποτʼ ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην εἰ δʼ ἐπὶ τοῖς μίμνεις,1 ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας πυρσόν, ἀποσβέσσαι τοῦτον ἀναινομένη. Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο μὴ σύγε, κούρη, εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.
保卢斯·西伦蒂阿利乌斯 娇美的人啊,若你曾将这些作为你双乳的信物 赠予我,我便将这恩惠视为极大; 但若你仅止于此,便是不公,因为你点燃了 熊熊的火炬,却拒绝将它熄灭。 创伤特勒福斯的人也治愈了他;姑娘啊,切莫 对我比仇敌还要冷酷。
Agathias Scholasticus πέραν τῆς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων2 ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριον ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δʼ ὀλολυγὼν τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις. ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος; καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ καὶ σέ, μάκαρ, ποθέω, καὶ γλυκερὴν δάμαλιν, ἧς με περισμύχουσι μεληδόνες· ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.
阿加提阿斯·斯科拉斯蒂库斯(因法律课业滞留城池彼岸时,寄予保卢斯·西伦蒂阿利乌斯的便笺) 此地绿意盎然的泥土,带着抽芽的嫩枝, 尽展繁茂林叶的一切秀色; 此地在幽暗的柏树下,柔嫩雏鸟的母亲们—— 禽鸟在鸣啼, 金翅雀清脆地啼啭;而雨蛙 在险峻的荆棘丛中憩息、咯咯作响。 然而这些对我何益,既然比起得罗斯竖琴的弹拨, 我更渴望聆听你的清谈? 双重的爱恋萦绕着我;因为,幸福的友伴啊,我既渴望 见到你,也渴望见到那甜美的小牝牛—— 对她的思念正煎熬着我的内心;然而法律 却将我阻隔,使我远离那体态轻盈的羚羊。
Paulus Silentiarius ἀντίγραφον ἐπὶ τῇ αὐτῇ ὑποθέσει πρὸς τὸν φίλον Ἀγαθίαν θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης. εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως. ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης; νηχόμενος Λείανδρος ὅσον κράτος ἐστὶν ἐρώτων δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζεις μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος. θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ· τίς ἀνὴρ εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;
保卢斯·西伦蒂阿利乌斯(就同一论题致友人阿加提阿斯的答复) 横暴的爱神不知法度,亦无任何 旁的事情能将男子从情爱的狂热中拉开。 若是研读法律的忧思羁绊了你, 那么你的胸膛中便未曾驻有炽烈的爱情。 当窄狭的海道尚能将你的身躯 阻隔在心爱姑娘的远处,这算什么爱情? 泅渡的勒安德罗斯表明了爱神的力量何其博大, 丝毫不顾夜间汹涌的波涛; 而你,友人啊,身边甚至有商船可用;你却推开 塞浦路斯女神,反而频频向雅典娜致敬。 帕拉斯执掌律法,帕福斯女神执掌欲望。请说:何人 能同时充当帕拉斯与帕福斯女神两者的仆役?
Agathias Scholasticus ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη, προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη· καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου κεῖτο χαλικρήτῳ νάματι βριθομένη. ἔμπης οὔ μʼ ἐφόβησαν ἐπεὶ στρεπτῆρα θυρέτρου χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος, φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα· καὶ διαδὺς λέχριος ἐν θαλάμῳ τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος, ὠρθούμην κατὰ βαιόν, ὅπη βατὸν ἔπλετο τεῖχος· ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος, μαζοὺς μὲν κρατέεσκον· ὑπεθρύφθην δὲ προσώπῳ, μάστακα πιαίνων χείλεος εὐαφίῃ. ἦν δʼ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης. οὔπω δʼ ἐξαλάπαξα φίλης πύργωμα κορείης, ἀλλʼ ἔτʼ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ. ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα, ναὶ τάχα πορθήσω τείχεα παρθενίης, οὐ δʼ ἔτι με σχήσουσιν ἐπάλξιες. ἢν δὲ τυχήσω, στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.
阿加提阿斯·斯科拉斯蒂库斯 嫉妒的老太婆横卧在近旁的少女身旁, 将后背斜倚在床榻上, 宛如一座突出的、不可逾越的胸墙;而展开的单衣 如高塔般遮掩着少女; 傲慢的女仆闩紧了宅邸的大门, 沉醉在未兑水的浓酒中昏睡。 然而她们并未使我生畏;因为我用无声的双手 微微抬起门闩, 用我斗篷的挥拂扑灭了冒着浓烟的火把; 侧身潜入内室, 避开了沉睡的看守;随后在床下 绳索底下以肚腹轻缓匍匐前行, 在墙体尚可翻越之处,一点点挺起身来; 紧贴在少女身侧倚着胸膛, 我紧紧握住她的双乳;面庞凑近恣意爱抚, 以她双唇的柔触滋润着我的口吻。 于是那美妙的双唇成了我的战利品,而那吻 便是我夜战较量的标志。 我尚未攻破心爱贞洁的卫城, 它仍被无可争辩的延宕所紧固。 然而,若我们再掀起另一场激战, 是的,我定将攻破贞操的壁垒, 胸墙亦不能再将我阻拦。若我得手, 携胜利而来的塞浦路斯女神啊,我必为你编织花冠。
Leontius Minotaurus Ψαῦε μελισταγέων στομάτων, δέπας· εὗρες, ἄμελγε· οὐ φθονέω, τὴν σὴν δʼ ἤθελον αἶσαν ἔχειν.
莱翁提奥斯·米诺陶洛斯 去触碰那滴蜜的唇吧,酒杯啊;既然寻得了,就尽情汲取吧; 我不嫉妒你,但我真愿拥有你的命运。
Agathias Scholasticus ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντῴου μάξατο κισσυβίου, ἔγνων ὡς φιλέεις με· τὸ δʼ ἀτρεκὲς αὐτίκα πείσεις3 εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη. τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς καλλείψω λατάγων πλήγμασι τερπομένους.
阿加提阿斯·斯科拉斯蒂库斯 自从试爱游戏的回响之音 击中占卜用的常春藤杯底, 我便知晓你爱着我;但你通宵依偎在 我们的床榻上,便会立即使我坚信真相。 因为这方能证明你完全真实;至于那些酒徒, 我且由得他们去陶醉于掷酒渣的声响中。
Agathias Scholasticus Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις. τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ, παίγνιὰ τʼ ἀμφιέπουσι παρήγορα, καὶ κατʼ ἀγυιὰς πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι ἡμῖν δʼ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.
阿加提阿斯·斯科拉斯蒂库斯 青年男子所受的折磨,绝不如降临于我们 这些娇弱女子身上的痛苦那样沉重。 因为他们有同龄的伴侣,能以无畏的声音 向其倾吐忧思的痛苦, 参与怡情的游戏,在街巷中 流连,沉醉于图画的色彩; 而我们甚至不得见天日,只能深居于闺房之内, 在阴郁的忧思中日渐消瘦。
Julianus ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης· μὴ θανάτῳ, βασίλεια· τὸ δʼ ἔμπαλιν, ἐς τρίχας ἥξοι γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.4
尤利安努斯 迷人的玛利亚傲慢自负;但至尊的正义女神啊, 愿你惩治她傲慢的狂妄; 不要用死亡,女王啊;相反,愿她迎来白发苍苍的 暮年,愿粗糙的面容布满皱纹; 愿斑白的华发偿付这些泪水;愿这美丽之躯 承受灵魂过犯的报应,因它自身正是那过犯的根源。
- 5.291εἰ δʼ ἐπὶ τοῖς μίμνεις
介词短语 ἐπὶ τοῖς 意为“止步于这些(苹果)”或“仅限于此”,代词 τοῖς 指代上文象征双乳的苹果(τάδε σύμβολα μαζῶν),指责对方仅赠信物而不愿进一步委身。
- 5.292διὰ τὰ λύσιμα τῶν νόμων
名词化的中性复数形容词 τὰ λύσιμα 是晚期希腊语及法学院术语,指法律学业的高级讲义、释法辨析或毕业考核。διά 支配宾格表示此行的目的或原因。
- 5.296τὸ δʼ ἀτρεκὲς αὐτίκα πείσεις
πείσεις 是动词 πείθω 的第二人称单数将来时主动态,支配中性单数形容词实质化的宾语 τὸ ἀτρεκές(“真相”),意为“你将(使我)确信真相”或“证明这是事实”。
- 5.298κάλλος ὑπόσχοι ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης
主语为 κάλλος(“美”)。动词 ὑπόσχοι(ὑπέχω 的不定过去时祈愿语气)意为“承担……的惩罚/责任”,支配宾格 ψυχῆς ἀμπλακίην(“灵魂的过犯”)。同格成分 αἴτιον ἀμπλακίης(“过犯的起因”)修饰主语 κάλλος,逻辑是:既然美色本身是她傲慢过犯的诱因,就让美色以自身衰老皱缩来承担罪责。
