← 希腊诗选

希腊诗选 卷一

§5.281-5.290

情侣的戏谑与叹良宵苦短及情焰之苦

保卢斯·西伦蒂阿利乌斯、阿加提阿斯与鲁菲努斯描摹了多幅情爱画卷:被泼水却燃起情焰、暮年犹存的风韵、叹良宵苦短、隔着少女腰带的亲吻、不顾一切的交欢狂热、以远行试探芳心、如毒火般的发冠、毒打少女的悍妒老妇,以及寄托着灼热爱火的苹果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
281

​Paulus Silentiarius χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην, ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.1 ἐφλέχθην δʼ ἔτι μᾶλλον ὑφʼ ὕδατος· ἐκ γὰρ ἐκείνης λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.

保卢斯·西伦蒂阿利乌斯 昨日在痛饮纯酒的狂欢之后,正当我用花环 编饰庭院大门时,赫尔墨纳萨 从杯中把水泼在我身上;弄乱了我的秀发, 那是我费尽周折才编好、原想保持到第三日破晓的。 然而借着那水,我反而燃烧得更烈;因为那杯子 正含着来自她甘甜双唇的隐秘之火。

​Agathias Scholasticus ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν, ἀλλʼ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν οὐ λάθε·2 τῶν δʼ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη· μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν. ἐνθάδε δʼ ἔγνων ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.

阿加提阿斯·斯科拉斯蒂库斯 苗条的梅莉特已步入漫长衰老的门槛, 却未曾褪去青春的妩媚; 她的双颊依旧光彩照人,她的明眸也未尝 失去勾魂摄魄的力量;她所度过的年代绝非短暂; 少女般的娇矜依然留存。由此我方才懂得, 时光终究无法战胜天性。

​Paulus Silentiarius δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼ εἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρων ἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ, μέμφετο μελλούσης ἄγγελον ἠριπόλης. οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτων λάτρις, νύκτας ἔχειν ὤφελε Κιμμερίων.3

保卢斯·西伦蒂阿利乌斯 可爱的忒阿诺为我倾洒着令人心碎的泪水, 整整一夜我将她拥在我们同衾的床榻上; 因为自从暮星升上奥林匹斯山的那一刻起, 她便不住地怨责那宣告清晨临近的使者。 对凡人而言,无事称心如意;若是有人做爱神的 奴仆,他真该拥有辛梅里亚人的长夜。

​Ruf(in)us πάντα σέθεν φιλέω· μοῦνον δὲ σὸν ἄκριτον ὄμμα ἐχθαίρω, στυγεροῖς ἀνδράσι τερπόμενον.

鲁菲努斯 我喜爱你身上的一切;唯独憎恶你那 缺乏鉴赏力的双眼,竟然会沉溺于那些可憎的男人。

285

​Agathias Scholasticus εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην, καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ, αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν. ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου,

阿加提阿斯·斯科拉斯蒂库斯 由于被阻止与我唇齿相依,高贵的罗丹忒 将少女的腰带在两人中间拉直, 去亲吻那带子;而我宛如一名开渠引水之人, 将爱之泉水引向另一端, 把那吻吸纳过来;在少女的腰带上咂着嘴唇, 从远处回吻着她。 这也是对我们相思之苦的慰藉;因为那条甜美的 腰带,成了连接双唇的摆渡之舟。

​Paulus Silentiarius Φράξεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει. ποῖος ἄρης, ἢ τάρβος ἀπείριτον, ἠὲ τίς αἰδὼς τούσδε διακρίνει, πλέγματα βαλλομένους; εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων δεσμά, καὶ Ἡφαίστου πᾶσα δολορραφίη· μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας θελγοίμην ἐπὶ σοῖς ἅψεσι βοσκόμενος δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης, πότνα, καὶ ἀρητήρ, χἠ παράκοιτις ἴδοι.

保卢斯·西伦蒂阿利乌斯 克勒奥凡提斯啊,请为我想想这是何等的美妙,当均等的 爱火狂暴肆虐、同时撼动着两颗心灵。 什么样的战争,或无尽的恐惧,或什么样的羞耻, 能将这两个紧紧纠缠在一起的人分开? 哪怕利姆诺斯的铁砧所铸就的锁链,以及赫淮斯托斯的 全部机巧诡计都落在我的四肢上,我也甘愿; 只要我能用双臂环抱你的身躯,娇美的人啊, 沉醉地贪享你的肢体,便心满意足。 那时,无论是异乡客、本地人、行路人, 尊贵的人啊,还是祭司,乃至我的结发之妻,都尽情看着我吧!

​Agathias Scholasticus σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, πείραζον κραδίην πλάσματι κερδαλέῳ· “βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη, ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.” ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης, καί με μένειν ἱκέτευεν ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον. ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.4

阿加提阿斯·斯科拉斯蒂库斯 我急于探知容貌姣好的厄瑞托是否真心爱我, 便用机敏的谎言试探她的芳心: “我将前往某个异邦远行;但你,姑娘啊, 要好生保重,时刻铭记着我们的爱恋。” 她闻言大声哀号着跳了起来,猛击自己的面庞, 撕扯那编结完好的发束, 哀求我留下来;而我宛如极难被说服之人, 仅仅带着一副娇作的眼神点头首肯。 在情爱中我是幸福的;因为我本就一心渴望成就之事, 却当成天大的恩惠赐予了她。

​Paulus Silentiarius ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼ λάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους, πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος, ὡς δοκέω, τι εἶχεν, ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα.

保卢斯·西伦蒂阿利乌斯 自从与我对饮嬉戏的卡里克洛 暗中将她自己的花环戴在我头上起, 毁灭的烈火便噬咬着我;因为依我看,那花环里 潜藏着曾烧死克瑞翁之女格劳刻的某种魔物。

​Agathias Scholasticus ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη, ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτʼ ἐπὶ χρυσῷ, οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ· τὴν κούρην δʼ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτʼ αὐτὴν ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην, ἆ μέγα τολμήεσσα ῥαπίσμασιν ἀμφὶ πρόσωπα πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην. εἰ δʼ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια, οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος. ἔστω δʼ ἀμφοτέροισι χάρις μία· τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην,5 πρίν τι κακὸν παθέειν.

阿加提阿斯·斯科拉斯蒂库斯 那个活过乌鸦三倍年岁的老太婆,因着我们的辛劳, 曾多次得以延缓死期, 却心肠狠毒,既不受黄金的诱惑, 也不为斟满浓烈纯酒的大常春藤杯所动; 她时刻紧盯着少女;若是偶尔窥见少女 眼神迷离、暗送秋波, 啊,她竟极其放肆地挥起耳光打在脸上, 抽打着那个凄楚悲啼的娇弱少女。 珀耳塞福涅啊,若你真曾爱过阿多尼斯, 就请垂怜这同样销魂受煎的痛楚吧; 愿降下同一恩典惠及两人:在少女遭受不测之前, 把她从这老太婆手中解救出来吧。

290

​Paulus Silentiarius ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης, συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν, ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.

保卢斯·西伦蒂阿利乌斯 避开母亲那双惊恐警惕的眼睛, 娇美的女子赠予我一对红润的苹果。 想必她是在那泛红的苹果里,暗暗掺入了 爱神们具有魔力的火炬; 因为可怜的我,已全然被烈火裹缠;可是,哎呀, 我这双无所作为的手里捧着的,却是苹果而非她的双乳。

语法注5 条
  1. 5.281ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην

    介词短语 ἐς τρισσὴν ἀμφιλύκην(“直到第三日黎明/破晓”)表示发辫精心编结后预期能够维持的时限,以夸张的手法突出了发型被水轻易浇乱的无奈。

  2. 5.282ὄμμα δὲ θέλγειν οὐ λάθε

    动词 λανθάνω 此处后接不定式 θέλγειν,而非通常的分词形式(θέλγον),属于诗意用法,意为“她的双眼未尝不能勾魂摄魄”或“依然显见其魅惑之力”。

  3. 5.283νύκτας ἔχειν ὤφελε Κιμμερίων

    由 ὤφελε 搭配不定式 ἔχειν 构成表达与事实相反的愿望句(反事实愿望)。其主语顺承前一条件分句中的不定代词 τις(εἴ τις Ἐρώτων λάτρις),意为“凡做爱神奴仆之人,本应当拥有辛梅里亚人那漫无边际的长夜”。

  4. 5.287τὸ γὰρ μενέαινον ἀνύσσαι πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν

    关系从句(τὸ ... μενέαινον ἀνύσσαι πάντως)前置,先于主句的指示代词 τοῦτο,构成宾语提前的强调倒装结构:“那件我原本一心渴望成就之事,如今我反倒将这作为莫大的恩情赐予了她”。

  5. 5.289τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην

    动词 ῥύομαι(拯救)支配宾格直接宾语(τὴν κούρην)与表示分离的属格(τῆς ... γεραιῆς),意为“将少女从老妇手中解救出来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.281-5.290