← 希腊诗选

希腊诗选 卷一

§5.299-5.309

屈服的傲慢、街头捕获爱神与情意试炼

本组短诗描写了因傲慢而最终臣服于少女膝下的男子、矢志不渝的远行追寻与献礼、就各种男女情事展开的思索与抉择、街头抓获爱神的骚动、向风烛残年的女子求欢、接吻的陶醉、检验情意的试金石、对天鹅神话的自嘲、街头搭讪冷漠女子的对话,以及将爱神斥为盗贼的谑语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
299

​Agathias Scholasticus μηδὲν ἄγαν, σοφὸς εἶπεν ἐγὼ δέ τις ὡς ἐπέραστος, ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις, καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης· ἡ δʼ ὑπερηέρθη, σοβαρὴν θʼ ὑπερέσχεθεν ὀφρύν, ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη. καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής, ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης· πάντα δʼ ἔναλλα γένοντο· πεσὼν δʼ ἐπὶ γούνασι κούρῃ ἴαχον· ἱλήκοις, ἤλιτεν ἡ νεότης.

阿加提阿斯·斯科拉斯蒂库斯 “过犹不及”, 智者曾说;而我却自命不凡,自以为多么惹人喜爱、 多么俊美,竟心高气傲, 以为那姑娘——或许是个狡黠的姑娘——整颗心 都完全掌握在我的手中; 然而她更加骄横,傲慢地扬起双眉, 仿佛在责怪自己先前的举止。 而如今我这个面相凶狠、铁石心肠、难以被劝服的人, 这昔日振翅高飞的人,却突然一蹶不振; 一切全然倒转;我倒在那姑娘膝前, 呼喊道: “发发慈悲吧,是年轻犯了过错。”

300

​Paulus Silentiarius ὁ θρασὺς ὑψαύχην τε, καὶ ὀφρύας εἰς ἓν ἀγείρων κεῖται παρθενικῆς παίγνιον ἀδρανέος· ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν, αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.1 καὶ ῥʼ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις· ἡ δὲ κατʼ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει. παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες, σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.

保卢斯·西伦蒂阿利乌斯 昔日昂首阔步、双眉倒竖的狂妄之徒, 如今却躺伏在此,沦为一个柔弱少女的玩物; 那先前以为能以狂暴之举折磨姑娘的人, 自己反被降服,落得意料之外的结局。 于是他倒伏在地,在苦苦的哀求中变得软弱; 而她的眼中却含着如男子般的怒火。 怀着狮子般性情的少女啊,即便你燃烧着合理的愤懑, 也当熄灭你的高傲;你已看见复仇女神就在身旁。

​Paulus Silentiarius εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις, πτηνὸς Ἔρως πτηνῷ κεῖσε μένει με φέρει. εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ, πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις. εἰ δέ τι σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη. εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος, τὸ πρὶν ἐπʼ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.

保卢斯·西伦蒂阿利乌斯 即便你将脚步踏向比麦罗埃更遥远的地方, 展翼的爱神亦会以双翼之力将我带至彼处。 即便你前往东方,走向与你肤色相同的黎明女神, 我亦将徒步追随于这无可计量的里程之中。 若我赠你深海的宝物,少女啊,请心怀宽容; 这乃是海生的帕福斯女神奉献于你, 她为你心驰神往的肌肤美色所征服, 已然抛弃了昔日对自身艳丽的自信。

​Agathias Scholasticus ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον;2 ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώξεις χρυσομανεῖ σπατάλῃ· εἰ δʼ ἐπὶ παρθενικῆς πελάσεις λέχος, ἐς γάμον ἥξεις ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων. κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος; μοίχια λέκτρα κάκιστα, καὶ ἔκτοθέν εἰσιν ἐρώτων, ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη. χήρη δʼ, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστήν, καὶ πάντα φρονέει δήνεα μαχλοσύνης· ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης, καὶ στυγέει τὸ τελεσθὲν ἔχουσα δὲ λείψανον αἰδοῦς, ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας. ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος· εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου. πάντʼ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δʼ ὑμέναιον ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων.

阿加提阿斯·斯科拉斯蒂库斯 看在爱神份上,究竟该走哪条道路?若走在街巷中, 你将为娼妓贪求金钱的奢靡而痛惜哀叹; 若走近处女的床榻,你若不走入合法的婚姻, 便会落得诱奸者该受的刑罚。 至于结发之妻,被责任所拖累、 去唤醒毫无欢愉的情欲,谁又能忍受得下? 私通的床榻最为下贱,乃在情爱之外, 对少年的狂热恶行亦当与之并列。 至于寡妇,放荡者广蓄市井情夫, 满心筹谋着各种淫乱的伎俩; 端庄者则极难与人和合,即便交合, 亦会尝到无情悔恨的刺痛, 厌恶既成之事,因残留的羞耻之心, 又退缩回解除婚约的辞令中。 若与自己的女仆相合,你便需忍受 反过来沦为女奴之奴仆的命运; 若是别人的女仆,法律将因追究 侵害他人肉体的罪名,而让你背负耻辱。 因此第欧根尼避开了这一切,未曾渴望拉伊丝, 只用自己的手掌唱响了婚礼的赞歌。

​Anonymi Epigrammatici κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ ἄσπετος ἐν τριόδοις, οὐδʼ ἀλέγεις, Παφίη; ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.

佚名诗人 喧嚷的声音传至耳畔,十字路口沸沸扬扬、 纷乱不休;帕福斯女神啊,你竟不顾惜么? 因为凡是心中怀着爱火之人, 全在此处截住了你那在街头漫步的儿子。

​Anonymi Epigrammatici Ὄμφαξ οὐκ ἐπένευσας· ὅτʼ ἦς σταφυλή, παρεπέμψω. μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.

佚名诗人 青葡萄时你未曾应允;成了成熟葡萄,你将我打发; 莫要吝惜哪怕分给我少许葡萄干。

305

​Anonymi Epigrammatici κούρη τίς μʼ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς. νέκταρ ἔην τὸ φίλημα· τὸ γὰρ στόμα νέκταρος ἔπνει· καὶ μεθύω τὸ φίλημα,3 πολὺν τὸν ἔρωτα πεπωκώς.

佚名诗人 一位姑娘在黄昏时分用湿润的双唇吻了我。 那吻乃是甘露,因她的口中呼出甘露的气息; 我沉醉于这吻中,饱饮了浓烈的爱意。

​Philodemus δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς, ζηλοτυπεῖς, ἅπτῃ πολλάκι, πυκνὰ φιλεῖς. ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δʼ εἴπω παράκειμαι , καὶ μέλλῃς, ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.

菲洛得摩斯 你流泪,你哀凄地言说,你多疑地窥视, 你吃醋,你频频抚摸,你不住亲吻; 这些确实是恋爱者的举动;但当我说道: “我正躺在〔你〕身旁”, 而你却迟疑不决,那你身上根本毫无爱意可言。

​Antiphilus χεῦμα μὲν Εὐρώταο Λακωνικόν· ἁ δʼ ἀκάλυπτος Λήδα· χὠ κύκνῳ κρυπτόμενος Κρονίδας. οἳ δέ με τὸν δυσέρωτα καταίθετε, καὶ τί γένωμαι ὄρνεον; εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.

安提菲洛斯 这是欧罗塔斯河的拉科尼亚清流;这是赤裸的 勒达;这是藏身于天鹅之中的克罗诺斯之子。 然而你们这些灼烧我这不幸恋爱者的人啊,我该化作何种 鸟儿?若宙斯化作天鹅,那我便成了云雀。

​Philodemus ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα; ποῦ σε ἔστιν ἰδεῖν; ὃ θέλεις δώσομεν. οὐδὲ λαλεῖς. ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε; ὦ σοβαρή, ὑγίαινʼ. οὐδʼ ὑγίαινε λέγεις; καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν καὶ σοῦ σκληροτέρας. νῦν δʼ ὑγίαινε, γύναι.

菲洛得摩斯 “俏丽的人啊,等我片刻。你的芳名是什么?何处 能见到你?你想要什么我都给。”——你竟一言不发。 “你住在哪里?我派人送你。有人占有你了吗?” 傲慢的人啊,再会了。“你连‘再会’都不说一声么?” “我定会一次又一次来找你;哪怕比你更冷硬的女子, 我也懂得如何将其软化。眼下,别了,妇人。”

​Diophanes τρὶς λῃστὴς ὁ Ἔρως καλοῖτʼ ἂν ὄντως· ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει.

狄奥法内斯 爱神真可谓是“三料强盗”: 他彻夜不眠,他肆无忌惮,他将人剥得精光。

语法注3 条
  1. 5.300ἐλπίδος ἐκτὸς ἔβη

    由介词短语 ἐλπίδος ἐκτός(“在意料之外”)构成的习语,表示原本自以为胜券在握的主语(ὁ πρὶν...)被制服后,落得了完全出乎意料的结局。

  2. 5.302ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον;

    不带 ἄν 的思虑希求法(deliberative optative),表示困惑与自问(“究竟该走哪条道路?”)。介词短语 πρὸς Ἔρωτος 既可理解为呼告或起誓(“看在爱神的份上”),亦可指涉关联(“关于爱神/情事”)。

  3. 5.305μεθύω τὸ φίλημα

    通常为不及物动词的 μεθύω(“我醉了”)后接 τὸ φίλημα 作为内宾格(同族宾语性质),表示醉意的缘由与内容,即“沉醉于这吻之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.299-5.309