← 希腊诗选

希腊诗选 卷一

§5.270-5.280

天然之美与衰老的名妓及长夜苦候

保卢斯、阿加提阿斯等人的恋情短诗集。内容涵盖对不加雕饰的天然美貌的赞颂、对年老色衰的骄横名妓的讥刺、对抵抗少女的强行欢好、赠予未婚妻的面纱、弃绝男色而专爱妇人,以及长夜待人不至的煎熬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
270

​Paulus Silentiarius οὔτε ῥόδον στεφάνων ἐπιδεύεται, οὔτε σὺ πέπλων, οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων. μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην Ἰνδῴη δʼ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης, ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην· χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη στήθεος ἁρμονίη, κεστὸς ἔφυ Παφίης. Τούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.

保卢斯·西伦蒂阿利乌斯 玫瑰无需花冠,女主人啊,你也无需长袍, 更无需镶嵌宝石的发网。 珍珠在你的肤色前黯然失色,黄金也无法 为你未梳的秀发增添光辉; 印度的风信子石虽有炽烈光华的韵致, 却远逊于你眼瞳的明眸; 湿润的双唇,以及那如蜜调和的 胸脯的匀称,正是帕福斯女神的魔带。 这一切将我彻底降服;唯有你那双 栖宿着温柔希望的明眸,令我沉醉销魂。

​Macedonius II τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων, τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην, γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί, οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι νῦν μέγα πεφρίκασι· τὸ δʼ αὐξοσέληνον ἐκεῖνο ἐξέλιπεν, συνόδου μηκέτι γινομένης.1

马刻多尼乌斯 昔日曾在众女的娇容中狂欢沉醉、 随着金色响板摇曳多姿的奢华妇人, 如今已被衰老与无情的疾病缠身;那些昔日 三番五次恳求着前来相见的求爱者们, 如今大为惊骇而退避;昔日那如渐盈之月般的美色 已然亏蚀,再无欢聚交接之事。

​Paulus Silentiarius μαζοὺς χερσὶν ἔχω, στόματι στόμα καὶ περὶ δειρὴν ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην, οὔπω δʼ ἀφρογένειαν ὅλην ἕλον ἀλλʼ ἔτι κάμνω, παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην. ἥμισυ γὰρ Παφίῃ, τὸ δʼ ἄρʼ ἥμισυ δῶκεν Ἀθήνῃ· αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.

保卢斯·西伦蒂阿利乌斯 我双手握着她的双乳,唇齿相依;在这雪白 脖颈的周围,我如饥似渴、狂热地贪吻, 却仍未完全占有整个阿佛洛狄忒;我依旧在受尽煎熬, 拥抱着一位拒绝同衾的少女。 因为她将一半献给了帕福斯女神,另一半却给了雅典娜; 而我夹在两者中间,正销魂受熬。

​Agathias Scholasticus ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη, ἡ μεγαλαυχήσασα καθʼ ἡμετέρης μελεδώνης, γήραϊ ῥικνώδης, τὴν πρὶν ἀφῆκε χάριν. μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ. τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη,

阿加提阿斯·斯科拉斯蒂库斯 昔日因美貌而趾高气扬、摇曳着 编结的发辫而傲慢自矜的女人, 昔日对我的一片痴心夸口嘲弄的女人, 如今被衰老催生出满身褶皱,褪尽了往昔的风华。 乳房下垂,眉毛脱落,双眼深陷, 双唇伴着苍老的声音颤抖战栗。 我称白发为“欲念的涅墨西斯”,因她依法 行使审判,更快地降临在骄横者的头上。

​Paulus Silentiarius τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης, φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης. τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω, Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.

保卢斯·西伦蒂阿利乌斯 昔日鲁莽的厄洛斯在你滚烫的心灵深处 所烙印下的我之面影, 呜呼,呜呼!如今你竟出人意料地弃若敝屣;然而我 却在灵魂深处保留着你那绝美姿容的铭刻。 无情的人啊,我定要将它展示给法厄同与哈得斯, 促使克里特的公道判决降临在你身上。

275

​Paulus Silentiarius Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη·;· τολμήσας δʼ ἐπέβην λεχέων ὕπερ. ὡς δὲ κελεύθου ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως, ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖς κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος.2 ἡ δʼ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε· “σχέτλιε, νῦν μὲν ἔρεξας ὅ τοι φίλον, ᾧ ἔπι πουλὺν πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην οἰχόμενος δʼ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις· ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.”

保卢斯·西伦蒂阿利乌斯 傍晚时分,娇美的梅内克拉提丝沉沉睡去, 手臂环绕在双鬓之间横卧着; 我壮着胆子爬上了她的床榻。当我欣喜地 行完了爱之路程的一半时, 少女从睡梦中惊醒,用那白皙的双手 揪扯我头上的全部头发; 在她挣扎反抗之中,我们完成了爱恋的余事。 她眼中盈满泪水,这般说道: “狠心的人啊,如今你做成了你所称意的事,为了这事, 我曾多次发誓拒绝过你手中捧出的大量黄金; 而你离去之后,立刻又会将别的女子拥入怀中; 因为你们这群人,本就是贪得无厌的塞浦路斯女神的苦役!”

​Agathias Scholasticus σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι βάλλε δὲ σοῖς πλοκάμοισιν ἐφεσσαμένη δʼ ὑπὲρ ὤμων στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον. καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην, ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.

阿加提阿斯·斯科拉斯蒂库斯 我的未婚妻啊,我为你带来这顶面纱, 上面闪耀着金线织就的华美图纹; 将它披在你的发辫上吧;披在肩头之后, 将这件外袍罩在你雪白的胸膛上; 是的,更要罩在胸前,好让这遮蔽乳房的织物 层层缠绕着在你身上散落开来。 如今身为处女,你可以这般穿戴;但愿你也能看见 合卺的床榻,以及如沉甸麦穗般繁茂的子嗣之花, 好让我为你制成白银的发带, 以及缀满宝石的发网编结。

​Eratosthenes Scholasticus ἄρσενας ἄλλος ἔχοι· φιλέειν δʼ ἐγὼ οἶδα γυναῖκας, ἐς χρονίην φιλίην οἷα φυλασσομένας. οὐ καλὸν ἡβητῆρες3 ἀπεχθαίρω γὰρ ἐκείνην τὴν τρίχα, τὴν φθονερήν, τὴν ταχὺ φυομένην.

埃拉托斯特尼·斯科拉斯蒂库斯 让别人去占有少年吧;我只知去爱妇人, 因为她们懂得守候长久的爱情。 青春期的少年毫无美感;因为我厌恶 那层毛发——那惹人生厌、迅速滋生的毛发。

​Agathias Scholasticus αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην, ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ· μήτε τυχήσω, μήτʼ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις. ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω, καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

阿加提阿斯·斯科拉斯蒂库斯 若是我何时渴望去爱恋少年, 愿基忒拉女神亲自与多情的群爱神对我生厌, 融化我空虚的心灵;愿我既不得遂心愿, 也不致滑入更深重的过犯。 妇人们带来的烦扰已足够承受;我愿承担那些, 而将少年们留给愚妄的皮塔拉科斯吧。

​Paulus Silentiarius δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος. αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ, μηδὲ μʼ ὑπʼ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις. ἆ. πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν, ἀλλʼ οὔτʼ ἀνθρώπων φείδεται, οὔτε θεῶν.

保卢斯·西伦蒂阿利乌斯 克勒奥凡提斯迟迟不来;第三盏 油灯已然开始微弱地衰颓、摇曳。 但愿我心中的火炬也能随灯火一同熄灭, 莫要在长夜难眠的渴恋中长久地炙烤我。 啊,她曾指着基忒拉女神发过多少次誓,说黄昏时定会前来; 可她既不顾惜凡人,也不敬畏神明。

280

​Agathias Scholasticus ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόνον; ἦ ῥα καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη; ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίνεται οὔτε ἀριθμός; εὑρήσεις τὰ ὅμοια, τεὴν δʼ, ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην. Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.

阿加提阿斯·斯科拉斯蒂库斯 菲琳娜啊,莫非你也承受着痛苦?莫非你自己 也正受折磨,在干涸的双眼中销魂憔悴? 抑或是你正享有着极甘美的安眠,而我们的 愁绪甚至不值一提、不值一顾? 你终将遭遇同样的境遇;冷酷的女人啊,我必将 看见你的双颊被频频流淌的泪水浸湿。 因为塞浦路斯女神在别的事情上固然反复无常,却唯独享有一桩美德: 那就是憎恶那些骄横狂妄的女人。

语法注3 条
  1. 5.271συνόδου μηκέτι γινομένης

    属格独立结构。承接前文“渐盈之月(τὸ αὐξοσέληνον)”的天文隐喻,σύνοδος一词兼具天文学上的天体“会合(合相/朔)”与情爱修辞中的男女“交媾/欢会”双重含义。

  2. 5.275μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος

    μαρναμένης为省略了逻辑主语(代词αὐτῆς)的属格独立结构,表达让步或伴随状况(“在她挣扎反抗之中”),与主句谓语动词ἀνύσσαμεν的第一人称复数主语形成鲜明对照。

  3. 5.277οὐ καλὸν ἡβητῆρες

    一种惯用句法,其中省略了系动词(ἐστί)的中性单数表语形容词(οὐ καλόν)与阳性复数主语(ἡβητῆρες)搭配。此结构并非简单的性数不一致,而是用于表达对某一类别事物的普遍评判或泛论性命题(类似于荷马史诗中的 οὐκ ἀγαθὸν πολυκοιρανίη)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.270-5.280