- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.15-5.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组描摹爱欲狂喜、色容衰败、门外幽怨、钟情仆婢以及衰老之必然性的希腊警句诗篇。
Rufinus ποῦ νῦν Πραξιτέλης; ποῦ δʼ αἱ χέρες αἱ Πολυκλείτου, αἱ ταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι; τίς πλοκάμους Μελίτης εὐώδεας, ἢ πυρόεντα ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται; ποῦ πλάσται; ποῦ δʼ εἰσὶ λιθοξόοι; ἔπρεπε τοίῃ μορφῇ νηὸν ἔχειν, ὡς μακάρων ξοάνῳ.
鲁菲努斯 如今普拉克西特列斯何在?波利克莱托斯那双手何在, 那曾将生机之气赋予昔日技艺的巧手? 谁能雕琢出梅利忒芬芳的发丝,抑或那如火的 明眸与颈项的辉光? 塑像师何在?石匠何在?这样一副 身段理当配有一座神庙,犹如至福诸神的神像一般。 马库斯·阿尔根塔利乌斯
Marcus Argentarius μήνη χρυσόκερως, δέρκευ τάδε, καὶ περιλαμπεῖς ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται, ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετʼ Ἀρίστη· ἑκταίην1 δʼ εὑρεῖν τὴν μάγον οὐ δύναμαι. ἀλλʼ ἔμπης αὐτὴν ζωγρήσομεν, ἢν ἐπιπέμψω Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.
金角的明月啊,请看这些;大洋河迎入 其怀抱中的璀璨群星啊,请看, 吐露香膏芬芳的阿里斯忒,如何抛下我孑然一身离去; 在这第六日,我仍无法寻得这个小妖精。 然而我们终将生擒她,倘若我派出 塞浦路斯女神那银色的猎犬去追踪。
Gaetulicus I ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης· αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω, σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης· οὔριος ἀλλʼ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ, δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.
盖图利库斯一世 守护海滨之畔的女神啊,我向你奉上这些 祭饼与简朴祭仪的供品; 因为明日我将横渡爱奥尼亚海广阔的波涛, 奔赴我们心爱的埃多忒娅的怀抱; 请为我的情爱与桅杆带来顺风的庇护, 掌管洞房与海滩的塞浦路斯女神啊!
Rufinus μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα, οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι. ταῖς μὲν χρὼς ἀπόδωδε μύρου, σοβαρόν τε φρύαγμα, καὶ μέχρι † κινδύνου ἑσπομένη σύνοδος· ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος, καὶ λέκτρον ἑτοῖμον, δώροις ἐκ σπατάλης οὐκ † ἀλεγιζόμενον. μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινεν Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.
鲁菲努斯 比起傲慢的贵妇,我们宁选侍女, 我们这些并不耽于豪奢偷香之乐的人。 前者的肌肤散发着香水之气,带有傲慢的虚骄, 其幽会往往伴随着危险; 而后者则有天成的妩媚与肤色,以及现成的床榻, 全然不顾及那些出自挥霍的礼物。 我效仿阿喀琉斯之子皮洛斯,他宁取 侍妾安德洛玛刻,而舍弃了正妻赫耳弥俄涅。
Rufinus οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαι θηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον· ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου χρώματα, καὶ φύκους ἄνθος ἐπεισόδιον. βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος,2 καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.
鲁菲努斯 我不再如昔日般迷恋少年,如今我被称作 女色之狂徒,如今铁饼于我便如响板; 少男纯洁无暇的肤色不再,取而代之的是白垩粉的 妆容,与外加的胭脂红韵契合我心。 林木葱郁的厄律曼托斯山将放牧海豚, 大海灰白的波涛将饲养敏捷的鹿群!
Honestus οὔτε με παρθενικῆς τέρπει γάμος, οὔτε γεραιῆς· τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι. εἴη μήτʼ ὄμφαξ, μήτʼ ἀσταφίς· ἡ δὲ πέπειρος ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη,
奥涅斯托斯 处女的婚姻不令我欣喜,老妇的结合亦然; 对前者我心怀哀怜,对后者我心存敬畏。 莫要是青涩的生葡萄,亦莫要是干葡萄干;唯有成熟的丰腴, 才是适宜于塞浦路斯女神洞房的芳华。
Rufinus οὐκ ἔλεγον, Προδίκη, Γηράσκομεν; οὐ προεφώνουν ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι; νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες, καὶ στόμα τὰς προτέρας οὐκέτʼ ἔχον χάριτας. μή τις σοι, μετέωρε, προσέρχεται, ἢ κολακεύων λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.
鲁菲努斯 普罗狄克啊,我岂非说过:“我们正在衰老”? 我岂非预言过:“拆散情侣的岁月转瞬即至”? 如今皱纹已生,青丝染霜,身躯羸弱如破布, 双唇亦不再保留往昔的魅力。 曾经高傲的女人啊,如今还有谁会走向你,抑或巧言令色地 恳求你?如今我们走过你身边,恰似走过一座孤坟。
Rufinus σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι, ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον, αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον, αἰτήσοντα πικρὴν μήποτʼ ἐλευθερίην ἄχρι, φίλη, πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ μήποτʼ ἐφʼ ἡμετέραις ἐλπίσι βασκανίη.
鲁菲努斯 赐予甘美礼物的爱神,已将我当作仆役交给了你,博俄庇斯, 犹如一头主动奔向爱欲的公牛套上了轭, 心甘情愿、全心归顺、无怨无悔、自发自驱, 绝不再去祈求那苦涩的自由, 亲爱的,直到白发苍苍与残年垂暮;愿嫉妒的恶眼 永远不要投向我们满怀的期冀。
Callimachus οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι3 ψυχροῖς τοῖσδε παρὰ προθύροις οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν κοιμίζεις· ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας. γείτονες οἰκτείρουσι· σὺ δʼ οὐδʼ ὄναρ. ἡ πολιὴ δὲ αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
卡利马科斯 愿你也能这般入睡,科诺皮昂,正如你让我 在这冰冷的门廊旁卧地而眠; 愿你也能这般入睡,最最不义的女人,正如你让你的情人 安歇;你甚至在梦中都不曾触碰过丝毫怜悯。 邻人们尚且同情我;而你甚至梦中亦无怜悯。然而不久之后, 白发必将使你想起这所有的一切。
Meleager ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας, δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη. φησὶ μὲν ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς αὐτὴ καὶ προλέγει, καὶ προλέγουσα φιλεῖ.
墨勒阿戈尔 我的灵魂预先告诫我,当逃离对赫利奥多拉的渴望, 因为它深知昔日的泪水与嫉妒。 它确实这样说了,可我却没有力量逃离;因为那不知羞耻的 〔灵魂〕自己既发出告诫,又一边告诫一边爱着。
Philodemus ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατʼ ἦμαρ, εἴτʼ ἀποτολμήσας ἤλυθον ἑσπέριος, οἶδʼ ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδʼ ὅτι ῥιπτῶ πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. ἀλλὰ τί μοι πλέον ἐστί; † γὰρ θρασύς, ἠδʼ ὅταν ἕλκῃ πάντοτʼ Ἔρως, ἀρχὴν οὐδʼ ὄναρ οἶδε φόβου.
菲洛德莫斯 每当我躺在屈狄拉的怀中,无论是在白昼, 抑或壮起胆子在暮色中前来, 我都自知正在悬崖峭壁边开凿通路,深知自己 始终在自己的头颅之上掷下孤注一掷的骰子。 但这于我又何济于事?因为爱神鲁莽无畏,无论何时当他拖拽我, 他连在睡梦中都不知恐惧为何物。
Anonymi Epigrammatici εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις, εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις, ἴση ἀπʼ ἀμφοτέρων λάμπει χάρις. ἦ ῥά γε ταύταις θριξὶ συνοικήσει καὶ, πολιῇσιν Ἔρως.
无名氏警句诗人 无论我看见你闪耀着乌黑浓密的长发, 抑或,女王啊,看见你重现一头金发, 两者散发出的魅力皆同等耀眼。这爱神定将长相厮守, 与这秀发同在,纵使它日后变得斑白。
Rufinus ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα τῆς πολυθρυλήτου κάλλεα φαντασίης; ποῦ δʼ ὀφρύες, καὶ γαῦρα φρονήματα, καὶ μέγας αὐχὴν, καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη; νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσί τε τρύχη· ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.
鲁菲努斯 梅莉莎啊,你那昔日名噪一时、令人瞩目的 黄金般的绝代芳华如今何在? 那傲视一切的双眉、高傲的狂想、扬起的玉颈, 以及傲慢步履中佩戴黄金的奢靡,如今何在? 如今发丝稀疏而枯干,脚边缠绕着破布褴褛; 这便是穷奢极欲的姬妾们最终的归宿。
- 5.16ἑκταίην
形容词 ἑκταῖος(第六天的)阴性单数宾格。在此作表语性用法,充当表示时间跨度的状语(“到第六天依然无法找到她”),修饰 εὑρεῖν οὐ δύναμαι 结构。
- 5.19βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος
修辞手法中的“不可能之事”(ἀδύνατον),通过自然秩序的彻底颠倒来表达某事绝无可能。这表明诗人声称自己“不再迷恋男童而转恋女色”的说法,就如同树木丛生的高山去放牧海豚一样,纯属不可思议的遁词或反讽。
- 5.23οὕτως ὑπνώσαις... ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι
由表达愿望的祈愿语气 ὑπνώσαις(“愿你……入睡”)与表示相关比较的从句 ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι(“正如你使我卧眠那样”)构成的句式。意在发出诅咒般的祈愿:“愿你遭受同样的折磨而入眠,正如你将我弃置门外受冻一般”。
