← 希腊诗选

希腊诗选 卷一

§5.260-5.269

杯传之吻、狂热相思与爱之苦恼

保卢斯·西伦蒂阿利乌斯、阿加提阿斯与科墨塔斯的爱情短诗辑录。描绘了因不同发式而引发的爱欲、借酒杯传递的双唇之吻、对守望老妪的抗议、情愁导致的未老先衰、对菲莉丝与德摩丰神话的今昔颠倒、如狂犬病般的相思之苦、对精于算计之恋情的驳斥、爱神倾尽箭矢的夸饰,以及夹在两个女人之间的两难境地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
260

​Paulus Silentiarius Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ Ῥείης πυργοφόρου δείκελον εἰσορόων. ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.1 ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις; οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην. μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει· πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.

保卢斯·西伦蒂阿利乌斯 是发网束紧了你的秀发?眼见那宛如戴着高塔冠冕的 瑞亚神貌,我在狂热的躁动中销魂融化。 若是你的头颅未受遮掩?因你金发的闪耀, 我那倾泻自胸膛的心神已被惊扰散乱。 你若是用素白的细布遮掩下垂的卷发? 也绝无丝毫减弱的烈火占据着我的心房。 三美神侍奉着这三重形貌; 而每一种形貌,都为我倾泻下独特的炽火。

​Agathias Scholasticus εἰμί μὲν οὐ φιλόοινος· ὅταν δʼ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι. εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα, καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.

阿加提阿斯·斯科拉斯蒂库斯 我固然并非好酒之人;但每当你想要将我灌醉, 请你先自品尝而后奉上,我便欣然受饮。 因为只要你用双唇触碰过,便再难以 保持清醒,也无法逃离这甜美的斟酒之人; 因为这杯盏将来自你的亲吻渡运给我, 并向我报知它所领受的恩泽。

​Paulus Silentiarius φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει, βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων· ἱσταμένης δʼ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς, οἷα πολύγληνον βουκόλον Ἰναχίης. ἵστασο, καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου· οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.

保卢斯·西伦蒂阿利乌斯 呜呼,呜呼!嫉妒甚至阻绝了温存的软语, 以及眼帘下暗中传情的顾盼; 我们对近旁伫立的老妪之眼心怀震悚, 宛如看见守望伊那科斯之女的百目牧人。 站着吧,窥视吧,徒然地撕扯你自己的心吧; 因为你的目光绝无法延伸进我们的灵魂。 阿加提阿斯·斯科拉斯蒂库斯

​Agathias Scholasticus μήποτε, λύχνε, μύκητα φέροις, μηδʼ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον, αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθʼ Ἡρὼ ἥρμοσε Λειάνδρῳ.. θυμέ, τὸ λοιπὸν ἔα.2 Ἡφαίστου τελέθεις· καὶ πείθομαι, ὅττι χαλέπτων Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.

油灯啊,愿你永不生出灯花,愿你莫唤来雨霖, 莫要阻拦我正在前来的新郎。 你总是嫉恨塞浦路斯女神;因为昔日赫罗 与勒安德洛斯结合之时……我的心啊,其余的休要再提! 你是属于赫淮斯托斯的;我深信,你借着触怒 塞浦路斯女神,正在抚慰主人的创痛。

​Paulus Silentiarius βόστρυχον ὠμογέροντα τί μέμφεαι, ὄμματά θʼ ὑγρὰ δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων σύμβολα, καὶ δολιχῆς ἔργα νυχεγρεσίης. καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη, καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται. ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ. ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ,

保卢斯·西伦蒂阿利乌斯 你为何责怪我那过早斑白的卷发,与因泪水 而湿润的双眼?这些皆是对你的渴恋留下的玩弄, 是未得所愿的欲念之忧,是箭镞留下的印记, 更是长夜难眠熬成的后果。 想必过早的皱纹已爬上我的两肋, 松弛的皮肉也耷拉在我的脖颈周围。 情焰之花盛开得何其韶秀, 我的肢体便在噬骨的忧患中何等衰老。 但请你动怜悯之心,赐予恩惠吧;因为我的肌肤 定将立刻重现生机,头顶亦将重返乌黑。

265

​Cometas Chartularius ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον ὅρκος ἀλήτης πλάζετο, Δημοφόων δʼ ἦεν ἄπιστος ἀνήρ. νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης Δημοφόων σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς;

科墨塔斯·沙图拉里乌斯 菲莉丝曾将目光投向浩瀚的航程;漂泊的誓言 随风飘散,德摩丰成了背信弃义之徒。 然而如今,亲爱的人啊,我是在海滨守信的德摩丰; 但你身为菲莉丝,又为何偏偏生就背信弃义的心肠?

​Paulus Silentiarius ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν. λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα εἰς ἐμέ, καὶ μανίαις θυμὸν ἐληίσατο· σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει, καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόον,

保卢斯·西伦蒂阿利乌斯 人们说,被疯犬之毒射中的人, 会在水中看见野兽的倒影。 狂乱的厄洛斯或许也将带毒的利齿深刺进 我的体内,用疯狂掳劫了我的心神; 因为于我而言,无论是大海,是河川的漩涡, 还是倾注美酒的杯盏,都映现出你动人的芳容。

​Agathias Scholasticus α. τί στενάχεις; β. φιλέω. α. τίνα; β. παρθένον. α. ἦ ῥά γε καλήν; β. καλὴν ἡμετέροις ὄμμασι φαινομένην. α. ποῦ δέ μιν εἰσενόησας; β. ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι. α. ἐλπίζεις δὲ τυχεῖν; β. ναὶ, ναί, φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλʼ ὑποκλεπτομένην. α. τὸν νόμιμον μᾶλλον φεύγεις γάμον. β. ἀτρεκὲς ἔγνων, ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.3 α. ἔγνως; οὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

阿加提阿斯·斯科拉斯蒂库斯 甲:你为何叹息?乙:我在恋爱。甲:恋着谁?乙:一位少女。甲:莫非生得极美? 乙:在我眼中她是美丽的。 甲:你在何处见到了她?乙:去往那里的宴席时, 我见她斜倚在共用的榻上。 甲:你可希冀得谐鱼水?乙:是的,是的,朋友;但我所寻求的 并非明媒之爱,而是人所不知的私情。 甲:你莫不是在逃避合法的婚姻。乙:我很清楚, 自己所欠缺的资财实在太多。 甲:你清楚?你并未恋爱,你撒了谎;因为 懂得精打细算的心灵,怎可能陷入情狂之中?

​Paulus Silentiarius μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην. μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν ἐξότε γάρ μοι λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα, ἀστεμφής, ἀδόνητος ἐνέζεται, οὐδὲ μετέστη, εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.4

保卢斯·西伦蒂阿利乌斯 再无人需要畏缩于欲念之箭;因为贪暴的厄洛斯 已将整筒箭矢全都倾泻在我一人身上。 再无人需要战栗于他双翼的来袭;因为自从 他践踏我的胸膛、深陷那痛苦的足印以来, 他便坚定、不动地盘踞在内,再未离去, 更是对着我将那一双羽翼尽数剪除。

​Agathias Scholasticus δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος· εἷλκε δέ μʼ ἡ φιλέουσα· πάλιν δʼ ἐγώ, οἷά τε τις φώρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν, ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας. ὀχθήσας δʼ ἄρʼ ἔειπον Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.

阿加提阿斯·斯科拉斯蒂库斯 昔日我孤身一人横卧在两个妇人中间, 渴望着其中一人,又迎合着另一人; 爱我的那人将我拉向身边;而我却如窃贼一般, 用吝啬的双唇亲吻着另一人, 瞒过身旁妇人的妒意;我唯恐遭到她的揭发, 害怕那摧毁情爱的通报。 愤懑之下我说道:“于我而言,被爱恐怕 同去爱人一样艰难,使我遭受着双重的惩罚。”

语法注4 条
  1. 5.260ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον

    形容词 ἔκχυτον(倾泻出的、流溢的)修饰宾语 νόον(心神),与动词 ἐξεσόβησα(惊扰散乱、驱散)连用,带有结果补足语的述谓性质,生动表现出心神受惊而自胸膛彻底流散逸去的情状。

  2. 5.263θυμέ, τὸ λοιπὸν ἔα

    诗人对自己心灵(θυμέ)发出呼告的隐语停顿(aposiopesis)。为免道出赫罗与勒安德洛斯神话中不祥且悲剧性的结局(灯火熄灭导致勒安德洛斯溺亡),说话者在此骤然打住,不再多言。

  3. 5.267ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον

    ὅττι 引导由 ἔγνων 支配的间接引语从句。τῶν κτεάνων(财产)作为具有缺损意味的部分属格,依附于名词化分词 τὸ λειπόμενον(不足之处、残缺之物),πουλύ 则作表语,意为“我的资财中所欠缺的缺口极大”。

  4. 5.268εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων

    中动态分词 κειράμενος 表示“为自己剪断/剪除自己的”。介词短语 εἰς ἐμὲ 表方向与归着(“针对我/留驻于我身上”),构成了一个奇特而夸张的隐喻:爱神厄洛斯剪断了自己的双翼,从而永远盘踞在诗人的胸膛内不再离去。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.260-5.269