← 希腊诗选

希腊诗选 卷一

§5.250-5.259

恋人的眼泪、背弃的誓言与热烈相拥

保卢斯·西伦蒂阿利乌斯、伊里奈乌斯与帕拉达斯的爱情短诗集。诗中描绘了恋人的眼泪与忧虑、赤裸相拥与缄默、誓言的背弃、热烈相缠的情侣景象、对成熟之美的赞颂以及床笫之欢后的疲态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
250

​Paulus Silentiarius ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ κατʼ αὖ τῶν ἠπιοδινήτων δάκρυ χέει βλεφάρων. χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη· μυρομένην δʼ ἐφίλησα· τὰ δʼ ὡς δροσερῆς ἀπὸ πηγῆς δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων. εἶπε δʼ ἀνειρομένῳ,1 τίνος εἵνεκα δάκρυα λείβεις; δείδια μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.

保卢斯·西伦蒂阿利乌斯 朋友们啊,莱斯的微笑是甘甜的;她那轻轻转动的眼帘中所垂落的泪水也是甘甜的。 昨日她毫无因由地对我抽泣,斜斜倚靠着,久久枕在我的肩头; 我吻着啜泣的她;那泪水如出清泉,滴落在我们交合的双唇之上。 当我探问“你因何流泪”时,她说道: “我害怕你抛弃我;因为你们男人都是背弃誓言之徒。”

​Irenaeus ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν, χείλεα δʼ ἀκροβαφῆ λοξὰ παρεκτανύεις, καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην, ἐκχυμένας δʼ ὁρόω τὰς σοβαρὰς παλάμας. ἀλλʼ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος· οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.

伊里奈乌斯 你转动双眸,隐现着幽暗的火焰,将微红的唇角斜斜抿开, 吃吃地娇笑着,摇曳着秀发的亮泽,我见你那骄傲的手掌散漫地伸展着。 然而你心中昂扬的傲慢并未折服; 即便年华渐逝,你也尚未变得温存柔顺。

​Paulus Silentiarius ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα· γυμνὰ δὲ γυμνοῖς ἐμπελάσει γυίοις γυῖα περιπλοκάδην· μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν στήθεα δʼ ἐζεύχθω, τὰ [τε] χείλεα· τἆλλα δὲ σιγῇ κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.

保卢斯·西伦蒂阿利乌斯 娇美的人啊,让我们褪去衣衫;让赤裸的肢体紧紧相贴,赤裸相拥; 其间莫留寸隙;因为你单薄的衣衫在我看来,犹如塞米拉米斯的城墙。 让胸膛相贴,让双唇相合;其余之事皆当隐于沉默;我厌恶口无遮拦。

​Irenaeus τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις, καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς; αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δʼ ἄρα σιγᾷς, νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη,

伊里奈乌斯 克律西拉啊,你为何低头凝视着地面,手指漫不经心地似要解开腰带? 羞怯与塞浦路斯女神向来无涉;若你依然缄默不语,便用点头示意你愿归顺帕福斯女神吧。

​Paulus Silentiarius ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη, ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης· οὐ δʼ ἔτλην ὁ τάλας· τὸ γὰρ αὔριον ἄμμι φαάνθη τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.2 ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος· θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μὴ δέ με μάστιξ, πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.

保卢斯·西伦蒂阿利乌斯 明艳的少女啊,我曾发誓远避于你,直到第十二度晨曦降临,天哪! 然而可怜的我却无法忍受;因为依你起誓,明日于我而言,竟比第十二个月还要遥远。 但求求你向诸神祈求,亲爱的人啊,莫让这些誓言刻在惩罚之卷的背面; 并用你的温存抚慰我的心灵;尊贵的人啊,莫让你与神明的皮鞭将我灼烧毁灭。

255

​Paulus Silentiarius εἶδον ἐγὼ ποθέοντας· ὑπʼ ἀτλήτοιο δὲ λύσσης δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι, οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ, εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην, ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην, ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι. καὶ ῥʼ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων κούρη δʼ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα ζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο. καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης. ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει, στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα, ἢ κείνους3 φιλέοντας, ὑπʼ ἀντιπόροισὶ τʼ ἀγοστοῖς ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους. τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη, τρὶς μάκαρ· ἀλλʼ ἡμεῖς ἄνδιχα καιόμεθα.

保卢斯·西伦蒂阿利乌斯 我曾见过热恋中的二人;在难耐的情焰驱使下,双唇长久相印, 对毫无保留的欢爱毫无餍足;若非逾矩,他们恨不能潜入彼此的心中, 为了稍微缓解那难以言喻的渴望,他们裹在彼此柔软的衣衫之中。 那男子全然如同阿基琉斯,正如当年身处吕科墨得斯深闺中的模样; 而少女将长袍束至皎白如银的膝间,化作了福柏的容颜。 他们的双唇再次紧紧相贴;因为他们怀着吞噬肢体的、难以平息的求爱饥渴。 有人要解开果园中两根盘错交结的葡萄树藤——那经年交织、已然合为一体的枝干—— 也比分离开那对恋人更为容易,他们在交错的臂弯下将柔软的肢体紧密纠缠。 亲爱的人啊,被这般羁绊缠绕之人何等有福,何等有福!而我们却分隔两处,各自饱受煎熬。

​Paulus Silentiarius δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις ἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη. ὕβρις ἔρωτας ἔλυσε. μάτην ὅδε μῦθος ἀλᾶται· ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην. ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης· ὦ πόποι· ἀλλʼ ἱκέτης πρώιος εὐθὺς ἔβην.

保卢斯·西伦蒂阿利乌斯 黄昏时分,加拉忒亚当面摔上了双扇门,还掷下一句侮辱之语; “侮慢会斩断情爱。”这句谚语实属虚妄流传; 因为侮慢反而更加激发了我的求爱狂热。 我曾起誓要离开她整整一年; 天哪!然而清晨一到,我便立时像个祈求者般赶到了门前。

​Palladas νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,4 μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα· οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος, οὔθʼ ἁπαλῆς Λήδης ἐστʼ ἀπολειπομένη· εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν τῶν βασιλευουσῶν παρθενικῶν φθορέα,

帕拉达斯 如今我甚至指责宙斯是个不懂风情之人,因为他竟不愿为了这位傲慢的妇人而变换形貌; 因为她的美貌绝不逊于欧罗巴,不亚于达那厄,亦不输于柔嫩的勒达; 除非他避开了风尘女子;因为我知道他是那些王室处女的玷污者。

​Paulus Silentiarius Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης πάσης· ἱμείρω δʼ ἀμφὶς ἔχειν παλάμαις μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις, ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης. σὸν γὰρ ἔτι φθινόπωρον ὑπέρτερον εἴαρος ἄλλης, χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.

保卢斯·西伦蒂阿利乌斯 菲琳娜啊,你的皱纹胜过一切青春的朝气;我情愿 用手掌托住你那如花序般沉垂的双乳, 胜过抚摸少艾少女高耸坚挺的胸脯。 因为你的秋日依旧胜过旁人的春光,你的冬日也比旁人的盛夏更为温热。

​Paulus Silentiarius ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ, οἷάπερ ἐκ λέκτρων ἄρτι διεγρομένης· ἔσκυλται δὲ κόμη, ῥοδέης δʼ ἀμάρυγμα παρειῆς ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται. κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέτεται ὅς σε περιπλέγδην ἔχε πήχεσιν εἰ δέ σε τήκει· θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.

保卢斯·西伦蒂阿利乌斯 卡里克罗啊,你的眼眸透着沉重的爱欲,宛如刚刚从榻上醒来; 秀发凌乱,惨白之色占据了玫瑰色面颊的光泽,身躯也已疲软乏力。 倘若你是经历了一整夜的角力缠绵才显出这般形容,那么将你紧拥在臂弯中的那人真可谓飞升于一切极乐之上; 但若是一股炽热的爱恋在将你消融,但愿你正是为我而消融憔悴。

语法注4 条
  1. 5.250εἶπε δʼ ἀνειρομένῳ

    现在分词 ἀνειρομένῳ 为阳性与格单数,修饰主句中省略的间接宾语“对我”(即“面对发问的我,她说道”)。

  2. 5.254τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης

    τηλοτέρω 是副词比较级,支配比较属格 μήνης ... δωδεκάτης(“比第十二个月还要遥远”)。ναὶ μὰ σέ(“指着你起誓”)是插入语性质的起誓短语,极力渲染恋人甚至熬不过一夜的焦灼。

  3. 5.255ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει, ... ἢ κείνους

    副词 ῥεῖα(史诗形式,相当于 ῥᾳδίως,“轻易地”)与比较连词 ἤ 呼应,构成“解开……比解开那二人更为容易”的句式。宾格 κείνους 与 στελέχη 并列作 λύσει 的宾语。

  4. 5.257νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου

    动词 καταγιγνώσκω(“谴责、认定有罪”)支配人称属格(τοῦ Διὸς),并通过 ὡς 及一致的属格形容词(ἀνεράστου)表述指控的内容(“斥责其不通情爱”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.250-5.259