- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.239-5.249
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保卢斯、马刻多尼乌斯、埃拉托色尼和伊里奈乌斯抒写了情欲的熄灭与黄金求爱、门扉之隐喻、梦中欢会的破灭、对不同女子吻技的品评、对薄情女子的决绝起誓、对拔扯爱人秀发的懊悔以及在爱中甘心受缚的缠绵。
Paulus Silentiarius ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω, ἀλλὰ καταθνῄσκω ψυχόμενος, Παφίῃ·1 ἤδη γὰρ μετὰ σάρκα διʼ ὀστέα καὶ φρένας ἕρπει παμφάγον ἀσθμαίνων οὗτος πικρὸς Ἔρως. καὶ φλὸξ ἐν τελεταῖς ὅτε θύματα πάντα λαφύξῃ, φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.
保卢斯·西伦蒂阿利乌斯 炽热之火的气势已熄;我不再挣扎煎熬, 只是渐渐变冷,为帕福斯女神走向死亡; 因为越过肉体,已经在骨髓与内心中爬行的, 正是这喘息着吞噬一切的残酷爱神。 正如祭典中的火焰,一旦吞食了所有祭品, 便因薪柴匮乏而自行冷却熄灭。
Macedonius II τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ, ἀλλʼ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.
马刻多尼乌斯二世 我用黄金来追求爱情;因为蜜蜂的采酿 绝非凭铁犁或铁镐促成, 而是依靠带露的春天;对于泡沫所生女神的蜜汁而言, 黄金正是那色彩多姿的工匠。
Paulus Silentiarius Σῴζεό σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω· σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα. ἤματι γὰρ σέο φέγγος ὁμοίιον ἀλλὰ τὸ μέν που ἄφθογγον σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις, κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.
保卢斯·西伦蒂阿利乌斯 每当我正要对你说“别了”,便又勒住 欲回头的声息,重新留在你身旁; 因为我惧怕与你那可怕的分离,宛如惧怕 阿刻戎那凄惨的黑夜。 你的光芒堪比白昼;然而白昼大抵是 无声的,你却还为我带来言语, 那比塞壬更为甘甜的言语,我灵魂的所有希望 都系于其上。
Eratosthenes Scholasticus ὡς εἶδον Μελίτην, ὦχρός μʼ ἕλε· καὶ γὰρ ἀκοίτης κείνῃ ἐφωμάρτει· τοῖα δʼ ἔλεξα τρέμων “τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,2 δικλίδος ὑμετέρης τὴν βάλανον χαλάσας, καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι, ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;” ἡ δὲ λέγει γελάσασα, καὶ ἀνέρα λοξὸν ἰδοῦσα· τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.
埃拉托色尼·斯科拉斯提库斯 一见到梅丽忒,面色苍白便攫住了我;因为她的丈夫 正伴随身旁;我战战兢兢地这样说道: “我能否推开你那大门的门栓, 拔开你们双扇门上的插销, 跨过两重门廊潮湿的基石, 将插木之尖紧紧楔入正中?” 她微笑着,斜眼瞥了丈夫一眼,说道: “离门廊远点,免得恶犬要了你的命。”
Macedonius II τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου εἶχον, ἐπισφίγξας πήχεσιν ἡμετέροις. πείθετό μοι ξύμπαντα, καὶ οὐκ ἀλέγιζεν, ἐμεῖο κύπριδι παντοίῃ σώματος ἁπτομένου· ἀλλὰ βαρύζηλός τις Ἔρως καὶ νύκτα λοχήσας ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας. ὧδέ μοι οὐδʼ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.
马刻多尼乌斯二世 在夜的梦境中,我曾拥抱过那爱笑的少女, 用我的双臂将她紧紧环抱。 她事事顺从于我,毫不介意 我以塞浦路斯女神的诸般方式触摸她的身体; 然而嫉妒的爱神即便在夜里也设下埋伏, 驱散了睡意,倾覆了这份欢爱。 就这样,甚至在沉睡的梦乡之中, 爱神也吝啬于让我享有甜蜜结合的收益。
Paulus Silentiarius μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ, Δωρὶς ὀδακτάζει. τίς πλέον ἐξερέθει; οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ τριχθαδίων στομάτων, ψῆφον ἐποισόμεθα. ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων· μίμνʼ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.
保卢斯·西伦蒂阿利乌斯 加拉忒亚的吻深长而作响,德摩的吻柔软, 多里斯则咬人。究竟谁更能令人动情? 莫让耳朵来评判接吻;品尝过 这三种不同的唇舌之后,我们再投下判决之票。 我的心啊,你走偏了!你已知晓德摩柔软的亲吻, 以及她湿润唇间甘甜的蜜汁; 就守着这些吧;她握有无可争议的桂冠。纵然有人 沉湎于他人,也绝不能将我们从德摩身边夺走。
Macedonius II Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις. ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,3 μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν. παῖζε μόνη τὸ φίλημα. μάτην πόππυζε σεαυτῇ χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις. αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.
马刻多尼乌斯二世 你吃吃地笑着,发出预示交欢的嘶鸣, 悄悄向我点头示意;然而你的一切撩拨皆属徒劳。 关于那个冷酷的少女,我曾对三块巨石起誓, 绝不再以温存的目光注视她。 你自己独自去玩接吻的游戏吧!徒劳地独自咂巴 你那毫无遮掩、不与任何人相接的双唇。 我自去走另一条路;毕竟在良宵床榻上, 塞浦路斯女神还有其他更好更勤勉的侍奉者。
Paulus Silentiarius μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη· ψυχὴ δʼ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης. καὶ τίς ὑποτλαίη; τάχα τις τάχα τοῦτο ταλάσσας δίψαν Τανταλέην τλήσεται εὐμαρέως.
保卢斯·西伦蒂阿利乌斯 萨福的接吻诚然温柔,她雪白肢体的 交缠诚然温柔,周身一切躯体无不温柔; 然而她的灵魂却是不肯顺从的金刚石;因为爱意 仅止于双唇之间,其余的一切仍属于童贞。 谁能忍受这样的折磨?或许能忍受此举之人, 也必能轻而易举地忍受坦塔罗斯的焦渴。
Macedonius II Παρμενὶς οὐκ ἔργῳ·4 τὸ μὲν οὔνομα καλὸν ἀκούσας ὠισάμην σὺ δέ μοι πικροτέρη θανάτου· καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις, ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς. κεντρομανὲς δʼ ἄγκιστρον ἔφυ στόμα, καί με δακόντα εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.
马刻多尼乌斯二世 帕尔墨尼斯名不符实!听闻这美好的名字, 我曾以为你会恒久相守;可你对我而言却比死亡更苦; 你避开爱你的人,却追逐不爱你的人, 好在后者一旦爱你时,又再次将他抛弃。 你的嘴唇是一把催人疯狂的鱼钩,我甫一咬下, 便立时被悬挂在你那玫瑰色的唇上。
Paulus Silentiarius ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι· ἔτλης· οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή, σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος. νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις· οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει. μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινὴν μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.
保卢斯·西伦蒂阿利乌斯 大胆妄为的双手啊,你竟敢一把死死抓紧, 生生扯下那缕纯金般的发丝; 你竟敢如此!悲戚的哀求声、扯碎的秀发、 软弱垂下的脖颈,都未能软化你的粗暴蛮横。 如今你频频捶打自己的前额,也是徒劳无益; 因为你的手掌再也无法触及她的双乳。 女主人啊,我祈求你,切莫施加如此沉重的惩罚; 我宁愿满心欢喜地承受利剑的斩刺。
Irenaeus ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοις καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη, ἀγκὰς ἑλοῦσὰ μʼ ἔχεις παρὰ σὸν λέχος· ἐν δʼ ἄρα δεσμοῖς κεῖμαι, ἐλευθερίης οὐκ ἐπιδευόμενος. οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν συμφέρεται, φιλίης ῥεύμασι μιγνύμενα.
伊里奈乌斯 傲慢的罗多佩啊,你终于屈服于帕福斯女神的箭矢, 抛弃了那狂妄自大的骄横, 将我拥入怀中,留在你的榻旁;我便在这羁绊中 躺卧,不再希求任何自由。 因为凡人的灵魂与消融的躯体正是如此相融相契, 在爱情的激流中彼此交织缠绵。
- 5.239Παφίῃ
尽管有时也校读为呼格 Παφίη,但依照抄本流传的与格 Παφίῃ,可理解为关涉与格或献词性与格(“为了帕福斯女神 / 面向帕福斯女神”)。
- 5.242τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας
推开门栓、松开门插销、跨过门槛等门扉意象,在此作为性结合的隐喻(双关语)展开。
- 5.245ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις
动词 ὄμνυμι 接续了表示涉及对象的宾格(τὴν κόρην,“关于那位少女”),而与格 τρισὶν πέτραις(“指着三块石头 / 向三块石头”)则表示庄重或决绝誓言的见证物与对象。
- 5.247Παρμενὶς οὐκ ἔργῳ
对专有名词 Parmenis 的语源双关,该词源自动词 παραμένω(停留、坚守);诗人讽刺她徒有此名,却“在行动上无法留驻(οὐκ ἔργῳ)”。
