- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.228-5.238
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保卢斯、马刻多尼乌斯与阿加西亚斯的爱情短诗集。描摹了与爱人分别的悲伤、被一缕发丝俘获的爱恋、周旋于数名男子间的轻浮独白、暮年向爱神的臣服、被燕鸣惊扰的长夜悲歌以及陷入痴狂的情火。
Paulus Silentiarius εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον, ἢ τίνι χεῖρας φαιδρυνέεις, ὀνύχων ἀμφιτεμὼν ἀκίδα; ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ, μηκέτι τῆς καλῆς ἐγγὺς ἐὼν Ῥοδόπης; ὄμμασιν οἷς Ῥοδόπην οὐ δέρκομαι,1 οὐδὲ φαεινῆς φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.
保卢斯·西伦蒂阿利乌斯 说吧,你还要为谁编起发辫,还要为谁 修剪指甲的尖角、把双手洗得干干净净? 既然已不再身处美丽的罗多佩身旁, 你又何苦用泛着海光的紫螺染料装点衣袍? 既然凭这双眼再也看不到罗多佩,我甚至也不愿 看见灿烂朝霞所洒下的金光。
Macedonius II τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος· αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.2 αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.
马刻多尼乌斯二世 从前有个放牛人看见哀泣的尼俄伯, 曾惊异于石头竟也懂得流淌泪水; 然而在如此浓重的夜幕迷雾中,任凭我叹息呻吟, 厄伊庇这块有生命的顽石却不曾怜悯我半分。 爱是两者的根源,是痛苦的引流者—— 对尼俄伯而言是因儿女之故,对我而言则是因遭受的情欲之苦。
Paulus Silentiarius χρυσῆς εἰρύσσασα μίαν τρίχα Δωρὶς ἐθείρης, οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας· αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος· ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη, οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ. καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι, δεσπότις ἔνθʼ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.
保卢斯·西伦蒂阿利乌斯 多里斯从她金色的发丛中拔下一根发丝, 便如同对待枪下俘虏一般绑住了我的双手。 起初我还放声大笑,以为要抖落 迷人多里斯的这道束缚乃是轻而易举之事; 可当我发觉自己根本无力将其挣断时,便已开始呻吟, 仿佛被青铜的脚镣紧紧禁锢。 如今我这个极不幸的人竟然被一根头发悬吊着, 女主人拉向何方,我便屡屡被拖向何方。
Macedonius II τὸ στόμα ταῖς Χαρίτεσσι, προσώπατα δʼ ἄνθεσι θάλλει, ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ. συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ· πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.
马刻多尼乌斯二世 她的嘴唇因美惠三女神而繁茂,面庞因群花而绚烂, 双眸焕发着帕福斯女神的光彩,双手洋溢着齐特拉琴的音韵。 你以眼眸夺去众人眼帘的光华,以歌声掠走众人的听觉; 你从四面八方捕获了这些可怜的年轻男子。
Paulus Silentiarius Ἱππομένην φιλέουσα, νόον προσέρεισα Λεάνδρῳ· ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη, εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ Ξάνθον, ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω. πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δʼ ἄλλον αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη, ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.
保卢斯·西伦蒂阿利乌斯 我一面爱着希波墨涅斯,一面把心寄托在勒安德洛斯身上; 紧紧贴在勒安德洛斯的双唇上时, 我心中却怀着克桑托斯的肖像;而当拥抱着 克桑托斯时,我又将归去的心引向希波墨涅斯。 凡落在手中的人我都予以拒绝;我时常在交替的 双臂中接纳一个又一个男子, 侍奉着丰饶的塞西拉女神。若有人因此责备我, 就让他安于从一而终的贫困生活吧。
Macedonius II αὔριον ἀθρήσω σε. τὸ δʼ οὔ ποτε γίνεται ἡμῖν, ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης. ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δʼ ἐς ἄλλους δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη. ὄψομαι ἑσπερίη σε. τί δʼ ἕσπερός ἐστι γυναικῶν; γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.
马刻多尼乌斯二世 “明天我来看你。” 然而这明天对我们而言从未降临,惯常的推诿总在不断滋长。 你把这许诺赏赐给苦苦渴求的我,却把别的 礼物带给他人,彻底背弃了对我的信约。 “傍晚我来看你。” 可女人的傍晚又是什么?那是爬满无尽皱纹的暮年。
Paulus Silentiarius ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,3 γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων, αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος. δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἔφʼ Ἑσπερίδων.
保卢斯·西伦蒂阿利乌斯 从前在青春年少时,以顽固的心智拒绝了 带来狂热的帕福斯女神甘美法则的我, 从前未曾被爱神们吞噬肢体的利箭射中的我, 如今已双鬓染霜,向你低下了头颅,塞浦路斯女神。 放声大笑着接纳我吧,因为你战胜了聪慧的帕拉斯, 如今胜过她,甚至远胜当年为了赫斯珀里得斯的金苹果之时。
Macedonius II ἦλθες ἐμοὶ ποθέοντι παρʼ ἐλπίδα· τὴν δʼ ἐνὶ θυμῷ ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην, καὶ τρομέω, κραδίη τε βυθῷ πελεμίζεται οἴστρῳ, ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ. ἀλλʼ ἐμὲ τὸν ναυηγὸν ἐπʼ ἠπείροιο φανέντα σῶε, τεῶν λιμένων ἔνδοθι δεξαμένη.
马刻多尼乌斯二世 在我充满渴念之时,你出乎意料地到来了;惊异将我 心中所有的想象彻底撼动, 我颤抖着,心脏在狂乱情欲的深渊中战栗, 灵魂在塞浦路斯女神的波涛中濒临窒息。 然而,请拯救我这个漂流显现在陆地上的遇难者吧, 将我收纳进你的港湾之中。
Paulus Silentiarius ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα. οὐ γὰρ ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι χείλεϊ σῷ, ῥοδέων ἁβροτέρῳ καλύκων, Τάνταλος ἀκριτόδακρυς, ὑπερτέλλοντα δὲ πέτρον δείδιεν ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται. αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ, ἐκ δʼ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.
保卢斯·西伦蒂阿利乌斯 说真的,坦塔罗斯在阿刻戎所受刑罚的苦痛, 恐怕比起我们的哀愁还要轻缓些。 因为坦塔罗斯并未见过你的美貌,未曾被阻隔着无法将嘴唇 贴上你那比玫瑰花苞更娇嫩的双唇; 他泪流满面,惧怕着头顶悬垂的巨石,但他却无法再死第二次。 而我活在这世上,却在狂乱的情欲中渐渐销蚀, 虚弱无力,死期近在眼前。
Agathias Scholasticus πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δʼ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος, ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι. ὄμματα δʼ οὐ λάοντα φυλάσσεται·4 ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται. ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην ἀλλʼ Ἴτυλον κλαίοιτε κατʼ οὔρεα, καὶ γοάοιτε εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι, βαιὸν ἵνα κνώσσοιμεν ἴσως δέ τις ἥξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.
阿加西亚斯·斯科拉斯提库斯 我整夜都在呜咽哀诉;可当黎明破晓、 赐予我少许安歇的片刻之时, 燕子便在周围啁啾鸣叫,将我那甘美的睡眠 驱散,让我重新陷入泪海之中。 我的双眼合不上,只能被迫守望;而对罗丹忒的 思念又再次盘旋在我的胸膛。 嫉妒多话的鸟儿啊,停歇吧!毕竟我未曾 剪去菲洛墨拉的舌头。 去群山之间哀哭伊堤罗斯吧,去停在戴胜鸟 粗粝的巢穴中悲啼吧, 好让我们得以稍稍打个盹;也许会有一个梦境降临, 用罗丹忒的臂膀将我紧紧环抱。
Macedonius II τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη, οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον, ἀλλʼ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα, δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον. οὗτος ἐμοὶ ποθέοντι συνέμπορος, οὐδὲ κατόπτρου δεύομαι, ἐν δʼ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ, κἀλαὸς ὡς ἐν ἔρωτι. σὺ δʼ ἢν ἀπʼ ἐμεῖο λάθηαι, τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.
马刻多尼乌斯二世 这柄利剑为何从鞘中拔出?我指着你起誓,少女啊, 绝非为了行出任何有违塞浦路斯女神之事, 而是为了向你表明,即便是焦躁残酷的阿瑞斯, 也顺从着温柔的塞浦路斯女神。 这柄剑是我在渴恋中的旅伴,我不需要镜子, 却在剑身中凝视着自己, 尽管在爱情中我是盲目的。但倘若你将我遗忘, 这柄剑便会刺入我的肋腹。
- 5.228ὄμμασιν οἷς Ῥοδόπην οὐ δέρκομαι
与格 ὄμμασιν 表示手段或工具,作为关系从句 οἷς Ῥοδόπην οὐ δέρκομαι 的先行词,从句中的关系代词 οἷς 同样为工具与格。全句修饰主句的 οὐδὲ ... φέγγος ἰδεῖν ἐθέλω,意为“凭着那双再也看不见罗多佩的眼睛,我甚至不愿看见……”。
- 5.229ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος
短语 ἔμπνοος ... λίθος(有呼吸的石头/活石)是矛盾修辞法,用作对冷酷无情的厄伊庇的隐喻。属格 Εὐίππης 为同位属格或定义属格,修饰 λίθος,意为“厄伊庇这块有生命的石头”。
- 5.234ἀπειπάμενος
ἀπειπάμενος 为不定过去时中间位分词,意为“主动拒绝、放弃”,直接支配宾格 ἡδὺν ... θεσμόν(甘美的法则),与主句的第一人称单数主语同格,构成短语 ὁ πρὶν ... ἀπειπάμενος,为主动词 κλίνω 奠定了先行的对比铺垫。
- 5.237ὄμματα δʼ οὐ λάοντα φυλάσσεται
οὐ λάοντα 为动词 λάω(注视、看见,或渴望、享受)的否定形式现在分词,意为“无法闭合(无法入睡)的”或“未能注视的”。中间位动词 φυλάσσεται 意为“被迫守望、保持警戒”,生动刻画了诗人双眼被剥夺睡眠后的痛苦守候状态。
