← 希腊诗选

希腊诗选 卷一

§5.169-5.179

情爱的甘美与厄罗斯的恶作剧及对拂晓的哀怨

阿斯克勒庇阿得斯与诺西斯赞颂情爱至高无上的甘美;墨勒阿戈洛斯则吟咏对酒杯的艳羡、对拂晓的怨尤、对沉睡恋人的深情,斥责不忠的情妇,并描绘与难以驯服的顽童厄罗斯的纠葛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
169

​Asclepiades ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταις ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον· ἥδιον δʼ ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας χλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπʼ ἀμφοτέρων.

阿斯克勒庇阿得斯 盛夏时节,对于口渴者而言冰雪之饮是甘美的;对于水手而言, 历经严冬后见到春日的西风是甘美的; 然而更为甘美的,是一袭斗篷覆遮着两位相爱之人, 而塞浦路斯女神受到两人的共同赞颂之时。

170

​Nossis ἅδιον οὐδὲν ἔρωτος, ἃ δʼ ὄλβια, δεύτερα πάντα ἐστὶν ἀπὸ στόματος δʼ ἔπτυσα καὶ τὸ μέλι. τοῦτο λέγει Νοσσίς· τίνα δʼ ἁ Κύπρις οὐκ ἐφίλασεν, οὐκ οἶδεν κήνα γʼ ἄνθεα ποῖα ῥόδα.

诺西斯 没有比情爱更为甘美之物;凡被称作幸福者,全都在它 之下;连蜜糖我也从口中唾弃。 诺西斯如是说:凡塞浦路斯女神未曾爱过的人, 便不会知晓玫瑰是怎样的花朵。 墨勒阿戈洛斯

​Meleager τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δʼ ὅτι τᾶς φιλέρωτος Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος. ὄλβιον εἴθʼ ὑπʼ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.1

酒杯甘美地欢喜着,说它正触碰着 多情的泽诺菲拉那善辩的嘴唇。 幸福之物啊!但愿她此刻将双唇印在我的双唇之上, 屏气一口饮尽我体内的灵魂!

​Meleager ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ; εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης, ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον. ἤδη γὰρ καὶ πρόσθεν ἐπʼ Ἀλκμήνῃ Διὸς ἦλθες ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.

墨勒阿戈洛斯 黎明啊,情人的仇敌,为何当我在亲爱的 德摩的肌肤上刚得温存之际,你就这般迅速降临床榻? 但愿你折返飞快的奔行,化作暮星, 甘美的光芒啊,向我倾泻的却是最刺骨的苦楚! 因为昔日为了阿尔克墨涅,你也曾违抗宙斯的旨意 逆向而行;你绝非不知倒转之道。

​Meleager ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ, ἄλλος ἐπεὶ Δημοῦς θάλπεθʼ ὑπὸ χλανίδι; ἀλλʼ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης, ὡς βάλλων ἐπʼ ἐμοὶ φῶς ἐπιχαιρέκακον.

墨勒阿戈洛斯 黎明啊,情人的仇敌,既然另一个男人正温暖于德摩的薄衣之下, 为何此刻你却这般迟缓地绕着人世盘桓? 然而当我将那苗条的女子拥入怀中时,你却飞速降临, 仿佛在向我倾泻幸灾乐祸的刺眼光亮。

​Meleager εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος. εἴθʼ ἐπὶ σοὶ νῦν ἄπτερος εἰσῄειν Ὕπνος2 ἐπὶ βλεφάροις, ὡς ἐπὶ σοὶ μηδʼ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων, φοιτήσαι, κάτεχον δʼ αὐτὸς ἐγώ σε μόνος.

墨勒阿戈洛斯 你睡着了,泽诺菲拉,娇柔的花枝啊。但愿此刻我化作 无翼的睡神,落在你的眼睑之上, 好让那连宙斯的眼眸也能迷惑的睡神也不至造访你, 而由我独自一人拥你入怀。 墨勒阿戈洛斯

175

​Meleager οἶδʼ ὅτι μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος, μηνύει δʼ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα, καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος· ἔσκυλται δʼ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος, πάντα δʼ ὑπʼ ἀκρήτου γυῖα σαλευτὰ φορεῖς. ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.

我知道你对我的誓言是虚妄的,因为你那散发芳香、 刚被润湿的卷发正揭示出你嗜好放荡; 瞧,揭示你的还有那失眠而沉重的双眼, 以及紧束在秀发周围的花冠束带; 你那散乱的卷发刚被狂乱地弄乱, 由于纯酒的作用,你带着浑身颤抖的肢体。 滚开吧,尽人可夫的女人!因为热爱欢宴的竖琴 和拍打响板的击掌轰鸣正在召唤着你。

​Meleager δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω, καὶ πάλιν, οἰμώζων πολλάκι, δεινὸς Ἔρως; ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶς ἥδεται· ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται. θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα κύματος, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.

墨勒阿戈洛斯 可怕啊厄罗斯,真可怕!倘若我一再哀叹, 反复呼喊“可怕啊厄罗斯”,又有什么益处呢? 因为这顽童听了这话反而发笑,屡遭责骂却 心生欢喜;我若加以辱骂,他反倒以此为养料。 令我惊奇的是,塞浦路斯女神啊,自苍茫波涛中 显现的你,究竟如何从潮湿之物中生出了烈火。

​Meleager κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτι ὀρθρινὸς ἐκ κοίτας ᾤχετʼ ἀποπτάμενος. ἔστι δʼ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής, σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος. πατρὸς δʼ οὐκέτʼ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ, οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος· πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλʼ ἐσορᾶτε μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα. καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας, τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.

墨勒阿戈洛斯 我要悬赏搜捕狂暴的厄罗斯!因为就在刚才, 清晨时分,他从床榻上振翅飞逃。 这顽童含着甘美的泪珠,喋喋不休,迅疾敏捷,毫无畏惧, 嗤嗤冷笑,背生双翼,背负箭筒。 但我已说不出他的生父是谁;因为无论是天空、 大地还是汪洋,都说未曾孕育这个狂妄之徒; 因为他在各处都遭所有人憎恶。然而你们要小心提防, 唯恐他此刻又在向你们的心灵布设新的罗网。 可是看哪,他在他的巢穴旁!你逃不过我的眼睛, 弓箭手啊,哪怕你藏匿在泽诺菲拉的眼眸之中!

​Meleager Πωλείσθω, καὶ ματρὸς ἔτʼ ἐν κόλποισι καθεύδων, πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν; καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον, ἄκρα δʼ ὄνυξιν κνίζει, καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ· πρὸς δʼ ἔτι λοιπὸν ἄθρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός, ἄγριον, οὐδʼ αὐτῇ μητρὶ φίλῃ τιθασὸν πάντα τέρας, τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω. καίτοι λίσσετʼ, ἰδού, δεδακρυμένος. οὒ σ’ ἔτι πωλῶ· θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε,

墨勒阿戈洛斯 卖掉他吧,哪怕他还蜷缩在母亲怀中熟睡, 卖掉他吧!我何苦抚养这个凶顽的造物? 因为他生来便塌鼻生翼,用爪尖抓挠, 哭泣之时常常夹杂着欢笑; 此外他更难以管教,喋喋不休,目光锐利, 生性凶野,连亲生母亲也无法使他驯服; 他浑身都是怪物,因此他必将被变卖。若有即将启航的 商贾想要买下这童子,就请上前吧。 然而看哪,他满脸泪痕地向我哀求。我不再卖你了; 放心吧;留在这里,作为泽诺菲拉的伴侣吧。

​Meleager ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας, τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην φλέξω, ναί, τί μάταια γελᾷς, καὶ σιμὰ σεσηρὼς μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις. ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας, χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην. καίτοι Καδμεῖον κράτος οἴσομεν,3 εἴ σε πάροικον ψυχῇ συζεύξω, λύγκα παρʼ αἰπολίοις. ἀλλʼ ἴθι, δυσνίκητε, λαβὼν δʼ ἔπι κοῦφα πέδιλα ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.

墨勒阿戈洛斯 凭着塞浦路斯女神起誓,厄罗斯,我要点火烧尽你所有的一切, 无论是你的弓箭,还是那盛放箭矢的斯基泰箭筒; 我要烧光它们,是的!你为何徒劳地发笑,为何歪嘴嗤笑、 哼哼作声?很快你就会发出萨狄尼亚式的苦笑了。 因为我定要剪去你引导欲望之步履的疾速双翼, 在你的双脚上紧紧套上青铜的脚镣。 然而若将你这恶邻拴在我的灵魂之侧,犹如在羊圈旁养了一只猞猁, 我所收获的便只能是卡德摩斯式的破灭胜利。 去吧,难以制服的家伙;穿上轻便的凉鞋, 向着他人舒展你那迅疾的双翼吧。

语法注3 条
  1. 5.171ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι

    动词 προπίνω 通常意为“为……干杯”或“祝酒”,在此处则直接支配宾语 ψυχὰν τὰν ἐν ἐμοὶ(“我体内的灵魂”),以形象的比喻表达通过接吻屏息一饮而尽(ἀπνευστί)诗人的灵魂。

  2. 5.174ἄπτερος εἰσῄειν Ὕπνος

    由连词 εἴθε 引导的 εἰσῄειν 为 εἴσειμι 的第一人称单数未完成过去直陈式,表达当前与事实相反的愿望(“但愿我化作……进入”)。主语为说话者自身,ἄπτερος Ὕπνος 则作谓语性同位语(“作为无翼的睡神”)。

  3. 5.179Καδμεῖον κράτος οἴσομεν

    Καδμεῖον κράτος(“卡德摩斯式的胜利”)为熟语,指虽胜犹败、两败俱伤或反噬自身的胜利(类似“皮洛士式胜利”)。配合后面的条件从句 εἴ σε ... συζεύξω,主句使用将来直陈式 οἴσομεν 鲜明地强调了若与厄罗斯为邻必将引火烧身的自灭结局。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.169-5.179