← 希腊诗选

希腊诗选 卷一

§5.180-5.190

厄罗斯的狂暴本性与宴饮准备及门前之叹

梅勒阿戈洛斯、阿斯克勒庇阿得斯、波塞狄波斯与莱奥尼达斯的一组爱情短诗,描写了厄罗斯凶暴与矛盾的本性、命仆役筹备宴饮的琐碎指令、通过女仆传达的慌乱传话、对负心伴侣的斥责,以及情人在冬夜风雨中伫立门前的求爱悲叹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
180

​Meleager τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα βάλλει, καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ; οὐ μάτηρ στέργει μὲν Ἄρη γαμέτις δὲ τέτυκται Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσιν; ματρὸς δʼ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα τραχὺ βοᾷ; γενέτας δʼ οὔτε τις οὔτε τινός.1 τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα. κύμασι δʼ ὀργὰν στέρξεν ἴσαν, Ἄρεως δʼ αἱματόφυρτα βέλη.

墨勒阿戈洛斯 若残害凡人的厄罗斯射出喷吐烈火的箭矢, 且用放肆的眼睛苦毒地狞笑,又有什么可奇怪的? 他的母亲不正是既钟情于阿瑞斯,又成了赫淮斯托斯的妻子, 从而与烈火和刀剑皆有瓜葛吗? 而他母亲的母亲海洋,不也在狂风的鞭笞下 发出狂暴的轰鸣吗?至于他的父亲,谁也不是,他也非任何人之子。 因此,他兼具赫淮斯托斯的烈焰,喜好与海浪 无异的狂怒,以及阿瑞斯饱饮鲜血的利箭。

​Asclepiades τῶν † καρίων ἡμῖν λάβε † κώλακας ʽἀλλὰ πόθʼ ἤξεἰ, καὶ πέντε στεφάνους τῶν ῥοδίνων. τί τὸ Πάξ; οὐ φὴς κέρματʼ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντʼ ἔχομεν. οὐκ ἀδικεῖς; οὐδέν; φέρε τὸν λόγον ἐλθὲ λαβοῦσα, Φρύνη, τὰς ψήφους. ὦ μεγάλου κινάδους. πέντʼ οἶνος δραχμῶν ἀλλᾶς δύο ὦτα λέγεις σκόμβροι σησαμίδες, σχάδονες. αὔριον αὐτὰ καλῶς λογιούμεθα· νῦν δὲ πρὸς Αἴσχραν τὴν μυρόπωλιν ἰὼν, πέντε λάβʼ ἀργυρέας. εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντʼ ἐφίλησεν ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.2

阿斯克勒庇阿得斯 去给我们买点……(那家伙究竟几时才来?), 还要五顶玫瑰花冠。说什么 “够了”? 你说你没有零钱?我们要破产了!难道没有人把这拉庇泰杂种 绑上轮子严刑拷打吗?我们养的是个强盗,不是仆人! 你没做错?什么也没错?把账本拿来,弗律涅, 拿着算筹过来!好一个大奸似猾的狐狸! “酒五德拉克马,香肠两……” 你说的是猪耳朵、鲭鱼、芝麻饼、蜂巢糕。 明天我们要好好算清这笔账;不过现在你先去女香料商人埃斯克拉那里, 取回五枚银币。 告诉她作为凭据:巴克翁连续吻了她五次, 而卧榻曾被题记为这一幕的见证。

​Meleager ἄγγειλον τάδε, Δορκάς· ἰδοὺ πάλι δεύτερον αὐτῇ καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα. τρέχε· μηκέτι μέλλε, πέτου — βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες.. Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν; πρόσθες δʼ οἷς εἴρηκα πάλαι — μᾶλλον δὲ ʽτί ληρῶ;ʼ μηδὲν ὅλως εἴπῃς — ἀλλʼ ὅτι — πάντα λέγε· μὴ φείδου τὰ ἅπαντα λέγειν. καίτοι τί σε Δορκάς, ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;

墨勒阿戈洛斯 把这些通报给她,多尔卡斯!看哪,再次向她作第二次、 第三次通报,多尔卡斯,把一切都说出来!快跑! 不要再磨蹭,飞奔而去——稍微等等,多尔卡斯,稍停片刻! 多尔卡斯,你还没听全一切,就要急着奔向何处? 再加上我刚才说的那些——或者说(我在胡扯什么呢?), 什么也别说——不过……把一切都说出来! 别舍不得全部倾吐!然而,多尔卡斯,我何必派你前去, 看哪,我自己不也正和你并肩前行?

​Posidippus τέσσαρες οἱ πίνοντες· ἐρωμένη ἔρχεθʼ ἑκάστῳ· ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν. παιδάριον, βαδίσας πρὸς Ἀρίστιον, εἰπὲ τὸ πρῶτον ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἄπεισι δύο ἀσφαλέως· οἶμαι δʼ ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε· ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.

波塞狄波斯 饮酒者共有四人;每人各有一位情人前来; 聚成八人时,一罐希俄斯酒可不够用。 仆役童子,快跑到阿里斯提翁那里,叫他先送来 那罐已经用去一半的;因为两荷斯酒必定会被喝空, 而且我想甚至会更多。快快跑去! 因为到了第五个时辰,我们全员便要齐集一处。

​Meleager ἔγνων, οὒ μʼ ἔλαθες· τί θεούς;3 οὐ γάρ με λέληθας· ἔγνων μηκέτι νῦν ὄμνυε· πάντʼ ἔμαθον. ταῦτʼ ἦν, ταῦτʼ, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς; ὦ τόλμης καὶ νῦν, νῦν ἔτι φησί, μόνη. οὐχ ὁ περίβλεπτός σε Κλέων; κἂν μὴ τί δʼ ἀπειλῶ; ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος. καίτοι σοι δώσω τερπνὴν χάριν οἶδʼ ὅτι βούλει κεῖνον ὁρᾶν αὐτοῦ δέσμιος ὧδε μένε.

墨勒阿戈洛斯 我全知道了,你瞒不过我!何必呼唤神明?你根本瞒不过我; 我知道了,现在休要再赌咒发誓;我全明白了。 事情就是这样吗,发伪誓的女人?又是独自一人,你独自就寝? 好大的胆子!直到现在,她现在居然还说“独自一人”。 难道那显赫的克勒翁没有与你在一起?而且若不……——等等,我威胁什么呢? 滚开,床榻上的恶兽,快快滚开! 然而我要赐给你一份惬意的恩惠:我知道你想 见到那个男人;就老老实实被绑着留在这里吧!

185

​Asclepiades εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρʼ Ἀμύντου γλαυκίσκους αἴτει, καὶ δέκα φυκίδια· καὶ κυφὰς καρῖδας ʽἀριθμήσει δέ σοι αὐτόσ̓ εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι. καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε. καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.

阿斯克勒庇阿得斯 去市场上,德米特里奥斯,从阿蒙塔斯那里讨要三条 小灰鱼,还有十条小岩鱼; 再拿二十四只弯弓的小虾(他会亲自为你数清), 拿上回到这里来。 另外从陶波利奥斯那里再取六顶玫瑰花冠, 顺路把特律费拉赶紧叫来。

​Posidippus μή με δόκει πιθανοῖς ἀπατᾷν δάκρυσσι, Φιλαινί. οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ, τοῦτον ὅσον παρʼ ἐμοὶ κέκλισαι χρόνον4 εἰ δʼ ἕτερός σε εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.

波塞狄波斯 别以为用动人的泪水就能欺骗我,菲莱尼斯; 我知道:因为你绝不爱任何人胜过爱我, 但仅仅是在你依偎在我身旁的这段时间里;若是换了另一个男人 拥抱你,你也会说爱他胜过爱我。

​Meleager εἰπὲ Λυκαινίδι, Δορκάς· “ἴδʼ ὡς ἐπίτηκτα φιλοῦσα ἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.”

墨勒阿戈洛斯 去对吕凯尼斯说,多尔卡斯:“瞧,伪装着去爱的你, 是如何被识破的;岁月绝不会隐瞒虚假的爱情。”

​Leonidas οὐκ ἀδικέω τὸν Ἔρωτα. γλυκύς, μαρτύρομαι αὐτὴν Κύπριν βέβλημαι δʼ ἐκ δολίου κέραος, καὶ πᾶς τεφροῦμαι· θερμὸν δʼ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον, λωφᾷ δʼ οὐδʼ ὅσον ἰοβολῶν. χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων, τίσομαι·5 ἐγκλήμων δʼ ἔσσομʼ ἀλεξόμενος;

莱奥尼达斯 我并未冤枉厄罗斯。他是甘美的,我请塞浦路斯女神 亲自作证;但我被狡黠的角弓射中, 整个人化为了灰烬;他把炽热的利箭一支接一支地掷来, 倾泻箭矢时丝毫不肯停歇。 我虽是一介凡人,却要向这个恶棍复仇,纵使这神灵生有双翼; 难道我自卫防身还要遭受责难吗?

​Asclepiades νὺξ μακρὴ καὶ χεῖμα, μέσην δʼ ἐπὶ Πλειάδα δύνει· κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος, τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα Κύπρις, ἀνιηρὸν δʼ ἐκ πυρὸς ἧκε βέλος.

阿斯克勒庇阿得斯 漫漫长夜,寒风凛冽,昴宿星团正过中天沉落; 我冒着雨水,在门廊前徘徊不去, 为那狡诈女子的情欲所伤;因为塞浦路斯女神投掷过来的 不是爱情,而是由烈火铸就的痛苦飞箭。

190

​Meleager κῦμα τὸ πικρὸν Ἔρωτος, ἀκοίμητοί τε πνέοντες ζῆλοι, καὶ κώμων χειμέριον πέλαγος, ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται, ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἐποψόμεθα;

墨勒阿戈洛斯 厄罗斯苦涩的波涛,永不停歇呼啸着的 嫉妒,以及狂欢宴饮的狂暴大海啊, 我正被漂向何方?理智的船舵已被全盘弃置; 难道我们真要再次迎面遭遇那妖娆的斯库拉?

语法注5 条
  1. 5.180γενέτας δʼ οὔτε τις οὔτε τινός

    省略句的解读。γενέτας 意为“父亲、生身之父”。整句“既无人是其父,其亦非何人之子”承接前一首(第177首)中天地海洋皆否认生下厄罗斯的母题,强调爱神无父无源、狂悖难驯的特性。

  2. 5.181ὧν κλίνη μάρτυς ἐπεγράφετο

    关系代词 ὧν 的先行词为前文由 πέντʼ 暗指的“五次亲吻”(中性复数属格)。动词 ἐπεγράφετο 为中被动态,意为“被题写/登记为见证人”,将卧榻拟人化为这一约定的法律见证人。

  3. 5.184τί θεούς;

    动词省略(遮断法)。此处打断了负心女试图呼唤神明以发誓辩解的话语,省略了如 ὄμνυς(发誓)或 μαρτύρεαι(呼唤作证)等动词,意为“何必[拉出]诸神[发誓]?”

  4. 5.186τοῦτον ὅσον παρʼ ἐμοὶ κέκλισαι χρόνον

    指示代名词 τοῦτον 与关系词 ὅσον 构成的表示时间跨度的相关结构(时间宾格):“[仅仅]在你依偎在我身旁的这段时间内”,揭示出对方之爱纯属逢场作戏的短暂性。

  5. 5.188χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων, / τίσομαι

    句首 χὠ 是 καὶ ὁ 的并合(crasis)。修饰主语 ἐγώ 的 θνητός(必死的凡人)与宾语 τὸν ἀλιτρόν(罪人厄罗斯)形成对照;中间插入让步从句 κεἰ(即 καὶ εἰ)πτηνὸς ὁ δαίμων(纵使这神明生有双翼),统摄于将来时动词 τίσομαι(我定要复仇)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.180-5.190