← 希腊诗选

希腊诗选 卷一

§5.153-5.168

咏叹恋人魅力背叛与夜间苦痛的短诗

收录了阿斯克勒庇阿得斯、墨勒阿戈洛斯、西摩尼得斯、赫狄罗斯等人的爱情短诗,描绘了对赫利奥多拉等恋人的倾慕、名妓的欺诈、夜巡苦候与难耐的情欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
153

​Asclepiades Νικαρέτης τὸ πόθοισι βεβαμμένον ἡδὺ πρόσωπον, πυκνὰ διʼ ὑψορόφων φαινόμενον θυρίδων, αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν, Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.1

阿斯克勒庇阿得斯 尼卡蕾忒那被情欲浸染的娇美面容, 曾常常自高高的屋顶小窗中显现, 亲爱的塞浦路斯女神啊,克勒奥彭在门廊前 那甘美目光中闪烁的明亮闪电,已使它黯然失色。 墨勒阿戈洛斯

​Meleager ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασιν Κύπριν, ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά.2

凭着那游过粼粼波涛的塞浦路斯女神起誓, 单凭那姿容,特律斐拉也委实当得起“娇柔(特律斐拉)”之名。

155

​Meleager ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώραν ψυχὴν τῆς ψυχῆς αὐτὸς ἔπλασσεν Ἔρως.

墨勒阿戈洛斯 在我心灵深处,厄罗斯亲自塑造了 语调婉转的赫利奥多拉,作为我灵魂中的灵魂。

​Meleager ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.

墨勒阿戈洛斯 多情的阿斯克勒庇阿斯,以她那宛如平静海面的 明亮双眸,劝诱着所有的人扬帆踏上情爱的航程。

​Meleager τρηχὺς ὄνυξ ὑπʼ Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας· ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην.

墨勒阿戈洛斯 赫利奥多拉粗糙的指甲啊,你是在厄罗斯手下长成的; 因为这女子的抓痕甚至能深刺入心脏。

​Asclepiades Ἑρμιόνῃ πιθανῇ ποτʼ ἐγὼ συνέπαιζον, ἐχούσῃ ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη, χρύσεα γράμματʼ ἔχον διόλου δʼ ἐγέγραπτο, “φίλει με· καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μʼ ἕτερος.”

阿斯克勒庇阿得斯 有一回我与善于劝诱的赫尔弥奥妮嬉戏,帕福斯的女神啊, 她系着一条用鲜花织成的斑斓腰带, 上面织有金字;从头至尾写着这样的话:“爱我吧; 倘若另有人占有了我,也请切勿悲伤。”

​Simonides Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἳ ποτʼ ἐρασταί, σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν. ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.

西摩尼得斯 吹笛女博伊狄翁与皮蒂阿斯,曾几何时为人所钟爱, 塞浦路斯女神啊,将她们的腰带与画像献给了你。 行商与货船的舵手啊,你们的钱囊最清楚, 这些腰带来自何方,这些画版又取自何处。

160

​Meleager Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτα τέρπεται· ἁ δʼ ἐν ἐμοὶ νῦν στενάχει κραδία. εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα· ἔστι καὶ ἐν ψυχροῖς σάββασι3 θερμὸς ἔρως.

墨勒阿戈洛斯 白皙脸颊的德摩啊,有人与你肌肤相亲, 正享鱼水之欢;而我心中的灵魂此刻却在呻吟。 倘若安息日的情欲将你纠缠,那也绝非怪事; 因为即便在寒冷的安息日里,亦有炙热的情爱。

​Hedylus Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι, Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕνʼ ἑκάστη, γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον. ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.

赫狄罗斯 欧弗洛、塔伊斯和博伊狄翁,这几位狄俄墨得斯的 老妇人,船东们的二十桨货船, 把阿吉斯、克勒奥彭和安塔戈拉斯——每人各自处置一个—— 剥得精光,抛掷出门,使他们落魄得甚于海难余生者。 去吧,快带着你们的船只逃离阿佛洛狄忒的海盗船吧; 因为这些女人比塞壬更为险恶。

​Asclepiades ἡ λαμυρὴ μʼ ἔτρωσε Φιλαίνιον εἰ δὲ τὸ τραῦμα μὴ σαφές, ἀλλʼ ὁ πόνος δύεται εἰς ὄνυχα. οἴχομʼ, Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν νυστάζων ἐπέβην, οἶδʼ, ἔθιγον τʼ Ἀίδα.

阿斯克勒庇阿得斯 任性的菲莱尼翁中伤了我;纵然那伤痕 并不显眼,痛苦却已深潜入指尖。 厄罗斯们啊,我完了,我毁灭了,我彻底消逝了!因为我迷迷糊糊地 踏入一名娼妓之门,我知道,竟触碰了冥府。

​Meleager Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας ψαύεις, ἐκπρολιποῦσ’ εἰαρινὰς κάλυκας; ἦ σύ γε μηνύεις ὅτι καὶ γλυκὺ καὶ δυσύποιστον, πικρὸν ἀεὶ κραδίᾳ, κέντρον Ἔρωτος ἔχει; ναὶ δοκέω, τοῦτʼ εἶπας. ἰώ, φιλέραστε, παλίμπους στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.

墨勒阿戈洛斯 以花朵为食的蜜蜂啊,你弃绝了春日的花萼, 为何要触碰我赫利奥多拉的肌肤? 难道你是在宣告,她拥有厄罗斯的毒刺, 既甘美又难以忍受,始终令心灵痛苦? 是的,依我看,你说的正是这话。走吧,爱恋情爱之物啊,折身 归去吧;我们早就知晓了你的消息。

​Asclepiades νύξ· σὲ γὰρ οὐκ ἄλλην μαρτύρομαι, οἷά μʼ ὑβρίζει Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτις· κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα. ταὐτὰ παθοῦσα σοὶ μέμψαιτʼ ἔτʼ ἐμοῖς στᾶσα παρὰ προθύροις,

阿斯克勒庇阿得斯 黑夜啊,除了你我别无他人可以作证,尼科之女 皮蒂阿斯,嗜好欺瞒,竟这般侮辱于我! 我是受邀而来,并非不速之客。愿她遭受同样的命运, 有朝一日伫立在我的门前,向你倾吐哀怨!

165

​Meleager ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ, ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ, εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος, κοιμάσθω μὲν λύχνος· ὁ δʼ ἐν κόλποισιν ἐκείνης ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.

墨勒阿戈洛斯 诸神之母、亲爱的黑夜啊,我只向你祈求这一件事, 是的,我祈求你,欢宴游行的伴侣,尊贵的黑夜: 假若有人躺卧在赫利奥多拉的斗篷下取暖, 因她那欺瞒睡眠的肌肤而浑身温热, 那么就让灯火睡去吧;而他在她的怀中 辗转翻腾,作为第二个恩狄弥翁长眠下去吧。

​Meleager ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας, καὶ † σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ, ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καὶ τὸ φίλημα μνημόσυνον ψυχρᾷ θάλπετʼ ἐν εἰκασίᾳ; ἆρά γʼ ἔχει σύγκοιτα τὰ δάκρυα, κἀμὸν ὄνειρον ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ; ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε, ταῦτʼ ἐσίδῃς, εἴης δʼ ἧς παρέδωκα φύλαξ.

墨勒阿戈洛斯 啊黑夜,啊令我彻夜难眠的对赫利奥多拉的渴望, 以及令泪水欢欣的曲折黎明的抓挠之痛, 我对她的眷恋残迹是否依然留存?那亲吻 是否在冰冷的臆想中作为信物得以温存? 她是否与泪水同榻而眠,是否将我那欺弄心灵的梦境 拥入胸怀并予以亲吻? 抑或已有了新的别恋,新的嬉戏?灯火啊,切莫 目睹这般景象,而要做我所托付之人的守卫。

​Asclepiades ὑετὸς ἦν καὶ νύξ, καὶ τὸ τρίτον ἄλγος ἔρωτι, οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος. ἀλλʼ ὁ καλὸς Μόσχος πλέον ἴσχυεν. “αἰ σὺ γὰρ οὕτως ἤλυες,4 οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας.” τῇδε τοσαῦτʼ ἐβόησα βεβρεγμένος· “ἄχρι τίνος, Ζεῦ; Ζεῦ φίλε, σίγησον καὐτὸς ἐρᾶν ἔμαθες.”

阿斯克勒庇阿得斯 倾盆大雨,夜色沉沉,还有情爱的第三种痛苦—— 美酒;北风凛冽,而我形单影只。 然而俊美的莫斯科斯更占上风。“要是你曾这般 狂乱游荡,未曾在任何一扇门前安歇就好了!” 浑身湿透的我在此处大声呼喊:“宙斯啊,要到几时? 亲爱的宙斯,请安静吧;你自己也曾学会过爱恋。”

​Anonymi Epigrammatici καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷ βάλλε, καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη· τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.

佚名诗人 无论是烈火、暴雪,抑或如你所愿的霹雳, 尽管朝我掷来,把我拽向峭壁与大洋深处吧; 因为对于因渴望而精疲力竭、被厄罗斯所降服的人而言, 纵使是宙斯劈落的烈火,也无法使之消磨殆尽。

语法注4 条
  1. 5.153αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν, / Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί

    此处出现语序倒装(hyperbaton)。句子的主语是相隔较远的 αἱ χαροπαὶ ... ἀστεροπαί(明亮的闪电),由属格短语 Κλεοφῶντος ... γλυκεροῦ βλέμματος(克勒奥彭甘美目光的)来修饰;介词短语 ἐπὶ προθύροις(在门廊前)修饰谓语动词 ἐμάραναν(使……褪色),其直接宾语为第一行的 τὸ ... ἡδὺ πρόσωπον(娇美的面容)。

  2. 5.154ἁ Τρυφέρα τρυφερά

    此处是专有名词 Τρυφέρα(特律斐拉)与形容词同形词 τρυφερά(娇柔的、艳丽的、娇奢的)构成的双关(paronomasia)。句中的 ἔστι καὶ ἐκ μορφᾶς(单凭姿容亦是如此)强调了她的名字恰如其分地体现了她的外貌特征。

  3. 5.160ἐν ψυχροῖς σάββασι

    源于犹太教安息日不得生火的戒律,故称“寒冷的安息日”。这与紧随其后的 θερμὸς ἔρως(炙热的情爱)构成了鲜明的对比(antithesis)。

  4. 5.167αἰ σὺ γὰρ οὕτως / ἤλυες

    αἰ γάρ(相当于 εἰ γάρ)后接直陈式过去时,表示对过去的不可实现的愿望或感叹(“要是你曾这般狂乱游荡就好了/何苦这般游荡”)。ἤλυες 源于诗歌动词 ἀλύω(游荡、心烦意乱、狂乱徘徊)的未完成过去时。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.153-5.168