- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.1-5.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
从凯法拉斯为情爱诗所作的序言开始,各诗人吟咏了多样的爱情主题:在梦中免费获得昂贵名妓的慰藉、诅咒催人别离的晨鸡、作为幽会与背叛见证的油灯、对远方爱人的相思、迟暮美人依旧动人的风韵,以及销魂的深吻。
Constantinus Cephalas νέοις ἀνάπτων καρδίας σοφὴν ζέσιν, ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι· πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς νέοις.
君士坦丁·凯法拉斯 我在青年人心中点燃智慧的热情, 将以爱神作为我言辞的开端; 因为正是他为青年人点燃了火炬。
Anonymi Epigrammatici τὴν καταφλεξίπολιν Σθενελαΐδα, τὴν βαρύμισθον, τὴν τοῖς βουλομένοις χρυσὸν ἐρευγομένην γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην. οὐκέτι γουνάσομαι τὴν βάρβαρον, οὐδʼ ἐπʼ ἐμαυτῷ κλαύσομαι, ὕπνον ἔχων κεῖνα χαριζόμενον.
无名氏警句诗人 那焚毁城市的斯忒涅拉伊丝,索要重金的妇人, 向意欲求欢者喷吐黄金的女人, 梦境却让她整夜赤身卧在我的身旁, 直到亲切的黎明,都在无偿地奉献温存。 我不再去哀求那残忍的女人,也不再自怨 自泣,因为我拥有的睡眠会赐予这般恩惠。
Antipater ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δʼ ἠῷος ἀλέκτωρ κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει. ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκεις οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους. γηράσκεις, Τιθωνέ· τί γὰρ σὴν εὐνέτιν Ἠῶ οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;
安提帕特 拂晓已逝,克律西拉,晨鸡早已啼鸣, 宣示着嫉妒的晨曦女神之到来。 愿你毁灭,禽鸟中最具嫉妒之心的鸡,是你把我 从家中逐出,赶向青年人纷乱的闲谈中! 提托诺斯,你老了;若非如此,你怎会把你的床笫伴侣 晨曦,如此清早就从卧榻上赶走? 菲洛德莫斯
Philodemus τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου, ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν ἔμπνουν καὶ πηκτὴν κλεῖε, Φιλαινί, θύρην. καὶ σύ, φίλη Ξανθώ, με·1 σὺ δʼ, ὦ φιλεράστρια κοίτη, ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.
腓莱尼斯啊,既然你已用橄榄油之露浇饱了 这盏沉默的、默默守口之事的见证之灯, 便请出去吧;因为唯独爱神不喜有呼吸的 见证人;腓莱尼斯,把栓紧的门关上吧。 而你,亲爱的克珊托,〔请拥抱〕我;你这宠爱恋人的床榻啊, 现在且领会帕福斯女神剩余的奥秘吧。
Statyllius Flaccus ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ, ἧς παρὰ νῦν λεχέεσσι μαραίνομαι, εἰς ἐπιόρκου παντοπαθῆ κούρης αἴσχεα δερκόμενος. Φλάκκε, σὲ δʼ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι· ἄμφω δʼ ἀλλήλων ἄνδιχα καιόμεθα.
斯塔提利乌斯·弗拉库斯 我这盏银灯,乃夜间情事的忠诚见证, 弗拉库斯却将我赠予了不忠的纳佩; 如今我在她的床榻旁日益枯萎,注视着 一个背弃誓言的少女任受万般情欲的丑行。 弗拉库斯啊,严酷的忧虑折磨着不眠的你; 而我们两人,却在天各一方各自燃烧。
Callimachus ὤμοσε Καλλίγνωτος Ἰωνίδι, μήποτε κείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι ὅρκους.μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων. νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνης νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδʼ ἀριθμός..2
卡利马科斯 卡利格诺托斯曾向约尼斯起誓,决不会 把任何男女朋友看得比她更重要。 他发过誓;但人们说得真实:恋爱中的誓言 绝不会进入不朽神灵的耳中。 如今他为男子的烈火所灼烧;而对于那可怜的 少女,正如对墨伽拉人一样,既无称道,亦无分量。
Asclepiades λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια ἥξειν, κοὐχ ἥκει· λύχνε, σὺ δʼ, εἰ θεὸς εἶ, τὴν δολίην ἀπάμυνον ὅταν φίλον ἔνδον ἔχουσα παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.
阿斯克勒庇阿得斯 油灯啊,赫拉克勒亚在这里时曾指着你三次起誓 说她会来,可她却没有来;油灯啊,你若是神, 就去惩处那狡诈的女子吧!当她屋里藏着情郎、 欢戏正酣时,你就熄灭自身,切莫再放光芒!
Meleager νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους ὅρκοις, ἀλλʼ ὑμέας, εἱλόμεθʼ ἀμφότεροι χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δʼ ἐγὼ οὔ ποτε λείψειν ὠμόσαμεν κοινὴν δʼ εἴχετε μαρτυρίην. νῦν δʼ ὁ μὲν ὅρκια φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι, λύχνε, σὺ δʼ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.
墨勒阿戈尔 神圣的黑夜与油灯啊,除了你们俩,我们双方 并未选择任何他人作我们誓言的见证者; 我们起誓:他发誓爱我,而我发誓决不离弃他; 你们掌握着共同的见证。 可如今他说那些誓言已随水流逝, 而你,油灯啊,却看见他正躺在别人的怀抱里。
Rufinus Ῥουφῖνος τῇ μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται. οὐκέτι βαστάζω, μὰ τὰ σ’ ὄμματα, τὴν φιλέρημον καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην ἀλλʼ αἰεὶ δακρύοισι πεφυρμένος ἢ πὶ Κορησσὸν ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος. αὔριον ἀλλὰ πάτρη με δεδέξεται· ἐς δὲ σὸν ὄμμα πτήσομαι, ἐρρῶσθαι μυρία σ’ εὐχόμενος.
鲁菲努斯 鲁菲努斯向我最甜美的埃尔皮斯致以深切的 问候,倘若她离开我还能欢欣快乐。 指着你的眼睛起誓,我再也无法忍受这孤苦伶仃、 独宿一榻的与你之分离; 我总是满面泪痕,要么走向科雷索斯, 要么走进伟大的阿尔忒弥斯的神庙。 然而明日故土便将迎我归去;我将飞向你的眼眸, 祈愿你有千百般的安康。
Alcaeus ἐχθαίρω τὸν Ἔρωτα· τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας ὄρνυται, ἀλλʼ ἐπʼ ἐμὴν ἰοβολεῖ κραδίην; τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγει; ἢ τί τὸ σεμνὸν δῃώσας ἀπʼ ἐμῆς ἆθλον ἔχει κεφαλῆς;
阿尔卡埃乌斯 我痛恨爱神;他为何不沉重地扑向 野兽,反而向我的心脏射箭? 若神明焚尽凡人,又有何益?抑或他摧毁了 我的头颅,又算得了什么荣耀的战利品?
Anonymi Epigrammatici εἰ τοὺς ἐν πελάγει σῴζεις, Κύπρι, κἀμὲ τὸν ἐν γᾷ ναυαγόν, φιλίη, σῶσον ἀπολλύμενον.
无名氏警句诗人 塞浦路斯女神啊,倘若你搭救海里的人,也请在这陆地上 拯救我这遭逢海难而奄奄一息的人吧,亲爱的女神!
Rufinus λουσάμενοι, Προδίκη, πυκασώμεθα, καὶ τὸν ἄκρατον ἕλκωμεν, κύλικας μείζονας αἰρόμενοι. βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ γῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος.
鲁菲努斯 普罗狄克啊,沐浴之后让我们戴上花冠,高举 更大的酒杯,痛饮纯酒。 享乐之人的生命是短暂的;随后其余的一切 都将被衰老阻断,而终点则是死亡。
Philodemus ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας, ἀλλʼ ἔτι κυανέων σύρμα μένει πλοκάμων, κἠν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος, καὶ χρὼς ἀρρυτίδωτος ἔτʼ ἀμβροσίην, ἔτι πειθὼ πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων. ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετʼ ἐρασταί, δεῦρʼ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.3
菲洛德莫斯 夏丽托已度过了六十个年岁的循环, 但她那乌黑卷曲的秀发依然流淌, 在她胸前,那如大理石圆锥般的乳房 依旧挺立,无需束胸带的环绕; 而她那毫无皱纹的肌肤依然渗出仙馔甘露,依然充溢着 全部的诱惑,依然滴落数不清的娇媚。 不避狂热欲望的情人们啊, 忘掉那六十载的岁数,快到这里来吧!
Rufinus Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ, ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος· ψαύει δʼ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλʼ ἐρίσασα τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.4
鲁菲努斯 欧罗巴的吻,纵然只及唇沿, 亦觉甘美,即便只是轻轻擦过嘴角; 然而她绝非仅以唇尖轻触,而是紧贴着 嘴唇,将人的灵魂从脚趾尖生生抽吸出来。
- 5.4καὶ σύ, φίλη Ξανθώ, με·
此处动词省略。结合前行的祈使句(ἔξιθι, κλεῖε)以及后文的床榻秘戏语境,可补足表示拥抱或爱抚的动词(如 φίλει 或 δέξαι),意为“而你,亲爱的克珊托,请[拥抱/爱]我”。
- 5.6ὡς Μεγαρέων, οὐ λόγος οὐδʼ ἀριθμός
典出德尔斐神谕的成语。墨伽拉人询问自身在希腊诸邦中的地位,神谕却判定他们“既无分量亦不值一提”。在此处用作谓语性表达,指被抛弃的少女对情郎而言已变得无足轻重、不值一提。
- 5.13τῆς ἐτέων ληθόμενοι δεκάδος
名词 δεκάς 指“十的单位”,呼应首句的“六十岁(ἑξήκοντα)”,既可指她年龄的数十载岁月,亦泛指她年逾花甲的岁数。分词 ληθόμενοι(遗忘)依文法支配此属格。
- 5.14τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει
介词短语 ἐξ ὀνύχων(从趾尖/指甲缝起)是惯用的夸张表达,意指将灵魂从身体最末梢整个抽吸而起,与前文“仅触及唇角”形成鲜明对比,极力渲染深吻之销魂热烈。
