- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.124-5.136
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录了菲洛得穆斯、罗利乌斯·巴苏斯、马库斯·阿尔根塔利乌斯、奥托墨冬、昆图斯·迈基乌斯、波塞狄波斯和墨勒阿戈洛斯等人的爱情与酒宴短诗,涵盖少女初绽的魅力、神话化身与现实买欢之对比、偷情私会被撞破、赞美舞女的技巧,以及对酒壶和恋人名讳的祝酒等主题。
Philodemus οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας· ἀλλʼ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες, Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον. φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ· μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.
菲洛得穆斯 对你而言,夏天尚未脱落花萼,葡萄串 亦未曾变黑而初次射出少女的温存; 但年轻的厄罗斯们已在磨快飞箭, 吕西狄刻啊,暗火正在暗中阴燃。 苦恋者们啊,趁着箭矢尚未搭上弓弦,我们逃吧; 我预见一场大火转瞬间便将熊熊燃起。
Lollius Bassus οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο ἄλλος, χὠ μελίθρους κύκνος ἐπῃόνιος. Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ τοὺς ὀβολοὺς δώσω τοὺς δύο, κοὐ πέτομαι.
罗利乌斯·巴苏斯 我绝不打算化作黄金流淌;让别人变成 公牛去吧,或是变成海滨清歌婉转的天鹅。 且让这些把戏留给宙斯吧;至于科琳娜, 我只付给她两个奥波尔,且绝不飞身腾空。 菲洛得穆斯
Philodemus πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,1 καὶ βινεῖ φρίσσων, καὶ μὰ τὸν οὐδὲ καλὴν πέντε δʼ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ, καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς. πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.
某甲为与某乙一度春宵而奉上五塔兰同, 浑身战栗着同她交接,凭神起誓,她甚至并不俊美; 而我付出五德拉克马,便换得同吕西亚纳萨十二度交欢, 此外我还享有更出色的女子,且是在光天化日之下。 无论如何,要么是我疯了,要么日后 必须用斧头把那个人的睾丸割掉。
Marcus Argentarius παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ. ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ, μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσοτέρων. μητέρα δʼ οὐκ ἔλαθεν κείνης λάλον ἀλλʼ ἐσιδοῦσα ἐξαπίνης, Ἑρμῆς κοινός,2 ἔφη. θύγατερ.
马库斯·阿尔根塔利乌斯 我曾极爱处女阿尔基珀,有一次说服了她, 便在床榻上暗中占有了她。 两人的胸口怦怦直跳,唯恐有人撞见, 唯恐有人窥破这过分狂乱的私密欲望。 然而并未瞒过她那多嘴多舌的母亲;她突然 探过头来,说道:“赫尔墨斯是平分的,女儿啊。”
Marcus Argentarius στέρνα περὶ στέρνοις, μαστῷ δʼ ἔπι μαστὸν ἐρείσας, χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας Ἀντιγόνης, καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ σιγῶ, μάρτυς ἐφʼ οἷς λύχνος ἐπεγράφετο.
马库斯·阿尔根塔利乌斯 胸贴着胸,乳房紧压着乳房, 双唇与安提戈涅甘美的双唇 紧紧相印,肌肤紧贴着肌肤——其余之事 我且缄口不言,因为油灯已被题记为见证。
Automedon τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,3 αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται, οὐδʼ ὅτι βάλλει τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας· ἀλλʼ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι οἶδε, καὶ οὐ φεύγει γηραλέας ῥυτίδας. γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δʼ ἐπιρίψῃ τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.
奥托墨冬 那个来自小亚细亚的女舞者,带着狡黠的姿态, 自纤嫩的指尖起便极尽妖娆之态, 我赞赏她,并非因为她能装出种种情态,亦非因为她 将娇柔的双臂在这里那里曼妙地挥舞; 而是因为她甚至懂得围绕着朽坏的木桩起舞, 且从不避开沧桑的皱纹。 她吐舌亲吻,她撩拨挑逗,她紧紧搂抱;若她抬起 一条大腿压将上来,便能从冥府召回那根木槌。
Quintus Maecius τί στυγνή; τί ταῦτα κόμης εἰκαῖα, Φιλαινί, σκύλματα, καὶ νοτερῶν σύγχυσις ὀμματίων; μὴ τὸν ἐραστὴν εἶδες ἔχονθʼ ὑποκόλπιον ἄλλην; εἶπον ἐμοί· λύπης φάρμακʼ ἐπιστάμεθα. δακρύεις, οὐ φὴς δέ· μάτην ἀρνεῖσθʼ ἐπιβάλλῃ· ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.
昆图斯·迈基乌斯 为何这般阴郁?菲莱尼斯啊,为何要这般胡乱撕扯 头发,为何湿润的双目中满是凄楚? 莫非你撞见了你的情人正将别的女子拥入怀中? 告诉我吧;我们深谙疗愈悲伤的良药。 你一边流泪一边否认;徒劳地试图抵赖是没有用的; 眼睛远比舌头更为诚实可靠。
Philodemus ψαλμός, καὶ λαλιή, καὶ κωτίλον ὄμμα, καὶ ᾠδὴ Ξανθίππης, καὶ πῦρ ἄρτι καταρχόμενον, ὦ ψυχή, φλέξει σε· τὸ δʼ ἐκ τίνος, ἢ πότε, καὶ πῶς, οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.
菲洛得穆斯 竖琴的拨弄、细语的呢喃、娇媚的眼波、克珊狄珀的 歌声,以及此刻初露端倪的烈火, 啊,我的灵魂,它们必将把你灼烧;然而由于何人、何时、以何种方式, 我尚不知晓;命途多舛的家伙啊,在烟熏火燎之中你自会知晓。
Philodemus ὦ ποδός, ὦ κνήμης, ὦ τῶν ἀπόλωλα δικαίως μηρῶν,4 ὦ γλουτῶν, ὦ κτενός, ὦ λαγόνων, ὦ ὤμοιν, ὦ μαστῶν, ὦ τοῦ ῥαδινοῖο τραχήλου, ὦ χειρῶν, ὦ τῶν μαίνομαι ὀμματίων, ὦ κατατεχνοτάτου κινήματος, ὦ περιάλλων γλωττισμῶν, ὦ τῶν θῦʼ ἐμὲ φωναρίων. εἰ δʼ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς, καὶ Περσεὺς Ἰνδῆς ἠράσατʼ Ἀνδρομέδης.
菲洛得穆斯 啊,这纤足!啊,这小腿!啊,我理所当然为之丧命的 大腿!啊,这玉臀!啊,这芳草!啊,这腰际! 啊,这双肩!啊,这双乳!啊,这纤细的脖颈! 啊,这双手!啊,我为之狂乱的双目! 啊,这极其精妙的舞步!啊,这无与伦比的 深吻!啊,这令我销魂断肠的娇声软语! 纵使她是奥斯坎人,名叫芙洛拉,不曾吟唱萨福的诗篇, 珀耳修斯不也曾爱过印度的安德洛墨达吗?
Quintus Maecius Ὤμοσ’ ἐγώ, δύο νύκτας ἀφʼ Ἡδυλίου, Κυθέρεια, σὸν κράτος, ἡσυχάσειν ὡς δοκέω δʼ, ἐγέλας, τοὐμὸν ἐπισταμένη τάλανος κακὸν οὐ γὰρ ὑποίσω τὴν ἑτέρην, ὅρκους δʼ εἰς ἀνέμους τίθεμαι. αἱροῦμαι δʼ ἀσεβεῖν κείνης χάριν, ἢ τὰ σὰ τηρῶν ὅρκιʼ ἀποθνῄσκειν, πότνιʼ, ὑπʼ εὐσεβίης.
昆图斯·迈基乌斯 库忒瑞娅啊,凭着你的威能我曾立誓,离开赫狄利翁 安静地度过两夜;然而据我所想,你定然笑了, 深知可怜的我所承受的苦难;因为第二夜我断不能 挨过,只得将誓言抛诸风中。 我宁愿为她背弃神明,也不愿谨守对您的 誓约,尊贵的主母啊,因虔诚而送了性命。
Posidippus Κεκροπὶ ῥαῖνε λάγυνε πολύδροσον ἰκμάδα Βάκχου, ῥαῖνε· δροσιζέσθω συμβολικὴ πρόποσις. σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος, ἅ τε Κλεάνθους μοῦσα μέλοι δʼ ἡμῖν ὁ γλυκύπικρος ἔρως.
波塞狄波斯 雅典的大酒壶啊,洒下巴克科斯那饱含清露的琼浆吧, 洒下吧;让凑份子的碰杯满染甘霖。 让智者天鹅芝诺缄口不言,让克勒安忒斯的 诗神退避;唯有酸甜交织的情爱才是我们心之所系。
Anonymi Epigrammatici στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε, ὑψαύχην, στεινῷ φθεγγομένη στόματι, Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης, ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη, τίφθʼ ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ, ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.
佚名诗人 圆润、精雕细琢、生有独耳、长长颈项、 耸立咽喉、经由窄口发声, 巴克科斯、缪斯与库忒瑞娅的开朗奴仆, 笑意盈盈、凑份酒席的欢畅管事, 为何每逢我清醒时你却对我烂醉,而一旦我喝醉, 你反倒清醒了?你背叛了酒席上的友谊。
Meleager ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν Ἡλιοδώρας εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγʼ ὄνομα· καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα, μναμόσυνον κείνας ἀμφιτίθει στέφανον. δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
墨勒阿戈洛斯 倒酒,再念一遍,再念,再念一遍: “赫利奥多拉!”将这甜美的名字与纯酒融为一体; 并将那浸透了香油、属于昨夜遗留的、 作为怀念她的花冠戴在我的头上。 看哪,钟爱恋人的玫瑰正在垂泪,因为它见到她 身在别处,而不在我们的怀抱之中。
- 5.126πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα
数词 ἑνός(中性单数属格)与后文的 τῶν δώδεκα(中性复数属格)形成对照,用作表示代价或交换的属格(genitive of price),承前省略了像 βινήματος(“一度交合/春宵”)这样的名词。全句意为“某人为了单单一次春宵便付给某女五个塔兰同”。
- 5.127Ἑρμῆς κοινός
希腊语成语,意为“赫尔墨斯是公有的!”,源于人们偶遇意外之财或好运时要求“见者有份、利益平分”的俗语。在此处,母亲撞破女儿偷情现场,借此俗语戏谑而贪婪地索要封口费或利益均沾。
- 5.129ἐξ ἁπαλῶν κινυμένην ὀνύχων
短语 ἐξ ἁπαλῶν ὀνύχων 相当于拉丁语成语 a teneris unguiculis,既可意指“自幼时起”,亦可依字面解作“自幼嫩的指尖起”。在描摹舞姿的语境中,指其身体的舞动细腻绵延至最末端的纤纤指尖。
- 5.132ὦ τῶν ἀπόλωλα δικαίως μηρῶν
这是一种语序倒错(hyperbaton)与嵌套结构:感叹属格 ὦ...μηρῶν(“啊,这大腿!”)中间嵌入了由关系代词属格 τῶν 引导的小句 ἀπόλωλα δικαίως(“我理所当然为之丧生”)。τῶν 指代先行词 μηρῶν,作原因属格。第4行中的 ὦ τῶν μαίνομαι ὀμματίων 亦同此构词法。
