- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:4.3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿加西亚斯顾虑听众已饱饫前人之作以及自身作品的去留,将汇集众诗人短诗的新选集比作配有新调料的拼凑盛宴,并宣布将以歌颂查士丁尼皇帝平定四方的武功作为全书序曲。
Agathias Scholasticus συλλογὴ νέων ἐπιγραμμάτων ἐκτεθεῖσα ἐν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ· εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατʼ ἐκεῖνο καιροῦ γενομένας. οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας, ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·1 καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι· λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας, περιφρονεῖν πείθουσι τῶν εἰθισμένων. τί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα;2 ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ, παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν; καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται; τίς δʼ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου, εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα; ἀλλʼ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως· ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία. καὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένον ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων. ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου, καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι ἐξ ὧν τρυφῶσι· καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι. τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ, ἴσως ἐρεῖ πρὸς ἄλλον “ἀρτίως ἐμοῦ μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, οὗτος παρέθηκεν τὴν ὑπʼ ἐμοῦ μεμαγμένην.” ταυτὶ μὲν οὖν ἐρεῖ τις † οὐδὲ τῶν σοφωτάτων, τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας. θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι3 τῶν ὑπʼ ἐμοῦ συνηγμένων. ἀλλʼ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος, ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον, ἴστω γε ταῦτα κατʼ ἀγορὰν ζητητέα. κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι, ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι· ἅπαντα γάρ μοι δεξιῶς προβήσεται. καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους. μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ· μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν4 ἐποκλάζουσα δὲ γαίῃ, καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων, Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις. ἑσπερίη θεράπαινα, σὺ δʼ ἐς κρηπῖδα Γαδείρων, καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην, ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ, θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ, ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης, σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη, καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος, μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο. μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς, ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.5
阿加西亚斯·斯科拉斯蒂库斯 在君士坦丁堡公布的新题铭诗集,献给科斯马斯之子、十人长狄奥多鲁斯。本序诗发表于当时举行的一连串朗诵会之后。 诸位先生,我想你们在这场如此盛大的言辞盛宴中已经饱腹,甚至还在厌饫地打着饱嗝;你们确已因过分享用美馔而饱胀端坐。因为许多人为我们摆出奢华而多样的言辞混杂大宴,教人鄙弃寻常的饮食。 然而我现在该如何是好?难道就这样让我早已备好的心血搁置着消融磨灭?还是我也该把它摆在市集中央,贱价抛售给转手小贩?可又有谁耐得住来分享我的作品?谁愿花三个奥博尔买下这些言辞,除非他长着未曾开窍的耳朵? 不过仍有指望,你们会欣然且不带怠倦地享用所供之物;因为你们的习惯是仅凭邀请者的热忱来衡量餐食。此外,我前来是为了摆出一席采撷各家、辅以新调料的拼凑盛筵。 诸位先生,既然凭我一人之力无法使你们获得相宜的滋养,我便劝说了许多人分担我的辛劳,让他们一同出资,更丰盛地同席共宴。 那些富足之人果然从他们尽情享用的佳品中倾囊相助;而我由衷接纳,在他们的糕点前也自鸣得意。 他们中或许会有人指着我,恰如其分地对旁人说:“我方才揉好了一块簇新而充满诗韵的麦团,这家伙倒把我揉好的东西端上了桌。” 即便是那些并不最聪明的厨子,也会说出这番话来——正是因了他们,我才貌似成了这般盛大宴席的独家司仪。因为我信赖他们,为了不使自己看起来对亲手收集之物完全是个局外人,我也从自家掺入了一点简朴的份量。 但我从每人那里只引入一小部分,仅够浅尝;若有人想求得其余全部并尽享至饱饫,且当知道那些必须去市集上寻觅。 为了给我的劳作增添光彩,我将以皇帝作为开篇序曲;如此,我的一切必将进展顺遂。而在我歌颂这最崇高的功业时,愿我亦能寻得昂扬激越的词章。 切莫有任何蛮族挣脱颈下的轭带,将目光投向以武力征战的帝王; 虚弱的波斯亦切莫再掀起面纱昂首直视,而应伏跪于地,折下其颈项自傲的筋骨,不待招请便顺服于奥索尼亚的衡量秤端。 西方的侍女啊,愿你向着加狄拉的基岩、伊比利亚的海峡与环洋的苏勒岛平缓地舒展呼吸;并在清点过历任僭主埋入你尘土中的首级后,以刚健的双手拥抱亲爱的罗马。 在考卡索斯的山脊上与屈泰亚的浪击之滨——昔日那里铁质尘土的坚硬脊背曾被铜蹄公牛沉重的轰鸣踏碎——愿法西斯的仙女与树精编织起同行的舞队,欢欣雀跃地回旋,歌唱统领万杖之帝王的辛劳,将地生巨人诞育的苦难弃置一旁。 因为伊俄尔科斯的阿耳戈号撞角亦切莫自夸说,惊叹于帕伽萨伊英雄之劳绩的科尔喀斯沃野,已不再饱含巨人的后嗣、以好战的麦穗裂开其争斗的泥土。
- 4.3οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ... προσκόρως ἐρυγγάνειν
动词 οἶμαι 统领宾格不定式结构,其中 ὑμᾶς 为不定式的主格(宾格形态),主导不定式为 ἐρυγγάνειν。分词 ἐμπεπλησμένους 与 ὑμᾶς 在格(阳性宾格复数)上一致,表原因或伴随状态(“因吃饱而……”)。
- 4.3μὴ τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα;
μὴ ... ἐάσω 是用于疑问句的审慎/疑惑虚拟语气(第一人称单数第一不定过去时虚拟态)。动词 ἐάω 接宾格不定式表示“任凭……/让……”,表达修辞性自问:是否应当任由已经完成的心血(τὰ προὐξειργασμένα)搁置消磨(συντετῆχθαι κείμενα)。κείμενα 为伴随分词。
- 4.3τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι
带中性单数属格定冠词的不定式短语(τοῦ δοκεῖν)表示目的(“为了不显得……”)。不定式的表语 ξένος τις 采用主格,是因为它与未明言的不定式主语一致,而该主语与主句主语(καὐτός,即作者自身)同一。
- 4.3μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν
μηδέ 搭配祈愿语气(ἀθρήσειεν,第三人称单数不定过去时祈愿态),表示否定的祈愿(“愿虚弱的波斯亦切莫……仰视”)。女性族名形容词 Περσίς 作主语,分词 ἀναστείλασα、ἐποκλάζουσα 和 καταγνάμπτουσα 均与其保持性数格一致修饰主语的动作。
- 4.3μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς, ὅττι ... οὐκέτι Κολχὶς ἄρουρα ... ἀνοίγει
主句为 μηδὲ γὰρ αὐχήσειεν(祈愿态:“因为伊俄尔科斯的阿耳戈号撞角亦切莫自夸”)。ὅττι 为 ὅτι 的诗体形式,引导动词 αὐχήσειεν 的宾语从句(“自夸说……”)。从句的核心骨架为 Κολχὶς ἄρουρα(主语)…… οὐκέτι …… ἀνοίγει(动词)…… βῶλον(宾格宾语)。
