- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:4.3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿加西亚斯颂扬了皇帝统御之下四海承平与通衢无阻,随后向题献对象狄奥多鲁斯阐明了诗集的七卷编排结构:奉献诗、题画诗、墓志铭、哲理诗、讽刺诗、爱情诗与宴饮诗。
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις. οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλʼ ἐνὶ πόντῳ Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ. ἀλλʼ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων, Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων, Ἰνδῴης ἐπίβηθι κατʼ ὀργάδος, ἐν δὲ κελεύθοις εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην· ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων κύρβιας Ἀλκείδαο μετέρχεο· θαρσαλέως δὲ ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων, ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης, δίζυγος ἠπείροιο συναντήσασα κεραίη1 ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης. ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος, καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει. οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης, ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος, ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον κοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην. τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης, ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ ἐλπίδες ἐθραύσθησαν ὑφʼ ἡμετέρῳ Βασιλῆι, δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης. σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων ἐργασίην ἤσκησα, μιῇ δʼ ὑπὸ σύζυγι βίβλῳ ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης, καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας, στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης, ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ, ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην, ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ. οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου. πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων, ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκει γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι. ἀλλὰ πάλιν μετʼ ἐκεῖνα παλαίτερον εὖχος ἀγείρει ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ, εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις. καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου ὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.2 ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις, δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην. ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου, ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ3 εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας, καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.
因为往昔的功业,若非出自神话的杜撰,便是借由不洁的术法而成——那是狡诈的少女为狂乱的欲念所困,施展出巫术的强制之力。然而抛开诡计与幽暗的蛊药,巴克特里亚的巨人是在我们的飞矢下颓然轰倒。于我而言,再无不可涉足之地;在赫尔卡尼亚海湾的波涛中,乃至埃塞俄比亚的深渊里,意大利的船只划破了被驯服的安澜水面。去吧,奥索尼亚的行旅之人,无须护卫而走遍整个大陆,欢跃前行吧!绕过马萨革泰人的弯角,越过苏萨险阻的山谷,踏上印度的草场;若在途中口渴,尽可掬饮俯首称臣的许达斯佩斯河水。甚至无畏地越过那晦暗的西方,探寻阿尔喀得斯的石柱;并在伊比利亚的沙滩上坦然停歇脚步——在那里,越过那水流清澈的海上关隘,双重大陆相抵的角岬断绝了人们徒步通行的指望。 你亦可踏上纳萨莫涅斯人所在的利比亚边陲,来到叙耳提斯身旁;在那里,南来的风暴将浪涛反冲,与北风迎头相倾,越过干燥退去的潮汐,在舟楫通行的海岸上,神圣的大海为世人辟出一条陆路通道。因为无论你奔向何方,异邦的习俗都不会阻隔你,你所遇皆属英明皇帝的领土,因他已用王权囊括了整个世界;任凭塔奈斯河徒劳地划分着大陆,漂向斯基泰亚与迈奥提斯湖。因此,当万象充溢着可亲的宁静,当外敌的骚扰与内乱的妄念皆在我们皇帝脚下破灭之时,来吧,蒙福的狄奥多鲁斯,让我们立起智慧的角力,引动吟游舞阵的雅乐嬉游。我正是为你担负了这场劳作的竞逐,为你操练这辞采的技艺,在一部合卷的册籍之下,汇聚了访纳百客的蜜蜂的珍产;我从哀歌中采撷下如此繁多分散的花朵,为你编织成辞采优美之卡利奥佩的冠冕——犹如将橡木献与克罗诺斯之子,商船献与震地之神,腰带献与阿瑞斯,箭袋献与阿波罗,龟壳琴献与赫耳墨斯,驯化之葡萄献与狄奥尼索斯。因我深知,狄奥多鲁斯之名必会为我殚精竭虑的汗水洒下无尽的荣光。与古人相较相竞,我首先要向你陈述新一代歌者所写下的、宛如奉献给往昔神明的所有篇章;因为守持对古代篇卷的巧妙摹拟本是相宜之举。但在其后,凡我们或在画作上、或在某处地方、或在巧夺天工的造像上、或在其他精工细作之技艺的万般劳绩中所刻录的,又唤起更为古老的声誉。这部新编诗册的第三道起跑点,则分得了合乎法度的一切墓碑挽歌——愿神明恩准我们仅在诗歌中将它们写就,却在真实中将它们驱退远避。而我们在人生纷繁的途程中、在变幻莫测之命运的摇曳天平前所写就的一切,请在我这诗册的第四基石旁细细省览。是的,或许第五项竞赛的雅趣亦会令你着迷,我们在那里戏谑地写下了讥诮嘲弄的歌声。而库忒瑞亚暗中盗取第六曲,将哀歌的路途引向亲密的夜话与甜蜜的恋情。至于在第七只蜜蜂中,你将领会巴克科斯的欢欣、嗜饮纯酒的舞队、佳酿、调酒缸以及福泽满满的欢宴。
- 4.3δίζυγος ἠπείροιο συναντήσασα κεραίη
意为“相抵的双重大陆(欧洲与非洲)之岬角”,指直布罗陀海峡(赫拉克勒斯之柱)两岸对峙的海角。单数名词 κεραίη 作象征性或集合性主语,统领谓语动词 εὔνησε(使……沉睡/断绝)。此处运用诗意夸张,指海峡切断了陆地,从而断绝了人们徒步穿越(βατῆς πορείης)的指望。
- 4.3ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν
由表示祈愿的希求法动词 νεύσειεν(愿其恩准)统领的两个不定词短语构成的对照句,主语为 Θεός。在引出第三卷墓志铭的语境下,本句构成了“愿神明准许在诗歌(文学)中完成它,却在现实(ἀτρεκίῃ)中将其驱逐远避(διώκειν)”的避邪祈愿式对照,表达了在吟咏死亡题材的同时祈求现实免于死厄的心态。
- 4.3ἐν ἑβδομάτῃ δὲ μελίσσῃ
字面义为“在第七只蜜蜂中”。此句承接前文将编撰成果比作蜂采百花所得(ἐμπορίην... μελίσσης)的比喻;作者在指代各卷时不断变换修辞(第五卷称“第五项竞赛”,第六卷称“第六曲”),此处将第七卷(饮宴题铭诗)借喻为“第七只蜜蜂”。
