- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:4.1-4.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅勒阿格尔在诗集的序诗中将历代诗人比拟为各色花木,将这部编纂的花冠献给狄俄克勒斯;菲利普斯则续编此集,将后起诗人比作新花献予卡米卢斯。
Meleager Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν; ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;1 ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν, πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα· νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω· σὺν δʼ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως· τῇ δʼ ἅμα καὶ σάμψυχον ἀφʼ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον, Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος· βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης, σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος, Τύμνεὼ τʼ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον Νικίου, Εὐφήμου τʼ ἀμμότροφον πάραλον ἐν δʼ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος, λυχνίδα τʼ Εὐφορίωνος, ἰδʼ ἐν Μούσαις κυκλάμινον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.2 τῇσι δʼ ἅμʼ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τʼ εὐώδη σχοῖνον ἀμησάμενος, σὺν δʼ ἅμα καὶ γλυκὺ μῆλον ἀπʼ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος, σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου τέρμινθον, βλωθρὴν τʼ ἀχράδα Σιμμίεω· ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου βαιὰ διακνίζων ἄνθεα Παρθενίδος, λείψανὰ τʼ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας· ἐν δʼ ἄρʼ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα, νέκταρος, εἰς δʼ ἐλέγους ἄσπορον ἀνθέμιον ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπʼ ὠκεανοῦ· τοῖς δʼ ἅμʼ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης, ἠδὲ Πολυκλείτου πορφυρέην κύανον. ἐν δʼ ἄρʼ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπʼ Ἀντιπάτρου· καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον, ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγριʼ ἀρούρης, Σικελίδεὼ τʼ ἀνέμοις ἄνθεα φυόμενα. ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον ἄστρων τʼ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως φοίνικος κείρας πρωτογόνους ἕλικας, λωτὸν τʼ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας Φαιδίμου, Ἀνταγόρου τʼ εὔστροφον ὄμμα βοός, τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ ἕρπυλλον, κυάμων τʼ ἄνθεα Φανίεω, ἄλλων τʼ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δʼ ἅμα Μούσης καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.
梅勒阿格尔 亲爱的缪斯啊,你将这结满硕果的诗歌带给谁?又是谁编织了这顶歌咏者的花冠? 是梅勒阿格尔成就了它,为显赫的狄俄克勒斯精细制成这件恩礼以作留念: 他编织进许多阿纽忒的白百合,许多摩伊罗的水仙百合,以及萨福的——虽少,却是玫瑰; 还有梅拉尼庇得斯孕育清亮诗篇的水仙,西摩尼得斯新生的葡萄花枝; 又将诺希斯那香气馥郁、花朵繁盛的鸢尾交织编入,爱神曾在她的写字板上融化封蜡; 伴随这鸢尾的,有香气袭人的里阿诺斯之牛至,厄林娜如少女肤色般柔和甘美的番红花, 在歌者中高谈阔论的阿尔开俄斯之风信子,以及萨米奥斯的墨绿月桂枝, 莱奥尼达斯茂盛的常春藤球形花序,姆纳萨尔喀斯尖锐挺拔的松针; 他剪下潘菲洛斯歌咏中那摇曳的悬铃木,它与潘克拉忒斯的胡桃幼枝交错相缠, 以及图姆涅斯茂密多叶的白杨,尼基阿斯郁郁青青的水芹,欧斐摩斯生长在沙滩的海滨植物; 接着编入达玛格托斯,一朵幽暗的紫罗兰,卡利马科斯那常饱含涩味蜂蜜的甘美香桃木, 欧福里翁的剪秋罗,以及缪斯丛中以宙斯之子命名的仙客来; 与这些相伴,他编入了黑格西波斯,一串狂乱的葡萄,又收割了佩耳塞斯芬芳的芦苇, 同时还有狄俄提摩斯枝头甘美的苹果,墨涅克拉忒斯最初绽放的石榴花, 尼凯涅托斯带有没药芬芳的枝桠,法埃诺斯的黄连木,西米阿斯挺立的野梨树; 又从芹菜那无可挑剔的草地上,摘取帕耳忒尼斯少许的花朵, 以及滴蜜的缪斯所结出的丰硕遗存——巴克基利得斯禾杆上的金色麦穗; 接着是阿那克里翁,那甘美如仙浆的短曲,在哀歌中则是未经播撒而生的鲜花; 又从卷曲草丛的粗粝牧场中采下阿尔喀罗科斯的荆棘蓟花,有如来自大洋的几滴微沫; 与这些一同编入的,有亚历山大青翠的橄榄新枝,波吕克莱托斯紫色的矢车菊; 他又投下墨角兰——歌咏者之花波吕斯特拉托斯,以及来自安提帕特罗的新生红褐指甲花; 更置下了长穗多毛的叙利亚甘松,这位制歌者,赫耳墨斯被咏唱的恩赐; 其间还有波塞狄波斯与赫狄洛斯,田野中的野花,以及在微风中摇曳的西刻利得斯的花朵; 自然还有神圣柏拉图永恒的金枝,因其德性而四方生辉; 他又一同掷入深通星象的阿拉托斯,采剪了那高耸入天的棕榈最初的卷须, 还有海勒蒙长发般茂盛的莲花,将其融入费狄摩斯的烈焰中,安塔哥拉斯回转自如的牛眼菊, 忒俄多里得斯喜嗜纯酒、新抽嫩芽的百里香,法尼阿斯的蚕豆花, 以及其他人诸多新近写就的幼枝;伴随这些的,不知何处还有他自己缪斯早开的白紫罗兰。 我将这份心意奉献给友人们;但这顶缪斯辞采甘美的桂冠,乃属于所有通晓奥义之人。
Philippus ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας, καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.3 ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην. Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δʼ ὡς βότρυς Ἀντίφιλος, Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος· μύρτα δʼ ὁ Παρμενίων· ὡς ῥόδον Ἀντιφάνης· κισσὸς δʼ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ· Ἀντίγονος δʼ ἐλάη, καὶ Διόδωρος ἴον Εὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.
菲利普斯 我为你采摘了赫利孔山的花朵,剪下了名木繁盛的皮埃里亚初生的花萼, 又从崭新的书卷上收割了麦穗,编织出一顶足以匹敌梅勒阿格尔的花冠。 尊贵的卡米卢斯啊,你既深知先辈诗人的荣耀,亦当知晓后辈诗人的短小诗篇。 安提帕特罗将在花冠中如麦穗般夺目;克里纳哥拉斯如常春藤的果串,安提菲洛斯如葡萄串般闪耀, 图利乌斯如草木樨,菲洛得摩斯如墨角兰; 帕耳墨尼翁如香桃木;安提法涅斯如玫瑰; 奥托墨冬是常春藤,佐纳斯是百合,比阿诺尔是橡树; 安提哥诺斯是橄榄,狄俄多洛斯是紫罗兰; 你可以将欧埃诺斯比作月桂,而余下交织在一起的诗人们,你尽可随心比作新近绽放的百花。
- 4.1ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;
冠词加分词 ὁ τεύξας 与疑问代词 τίς 构成谓语表达,καί 起强调作用(“究竟是谁编织了……”)。它与前一行的问句相呼应,构成了编纂者藉以亮明身份的自问自答式修辞疑问句。
- 4.1ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην
“从宙斯的儿子们(狄俄斯库里兄弟)那里获得名字之人”为迂回修辞,通过关系从句诗意地指代诗人狄俄斯科里得斯(Διοσκορίδης),并与前文的花名仙客来(κυκλάμινον)配合指代该诗人。
- 4.2ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις
复合动词 ἀντανέπλεξα 的前缀 ἀντι- 带有“相对/竞逐”之意。与格 τοῖς Μελεαγρείοις ... στεφάνοις 既可看作复合动词的间接宾语,亦可作形容词 ἴκελον 的补足语。ὡς ἴκελον 表示情态与结果,意为“编织成匹敌梅勒阿格尔之花冠的对等之作”。
