- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:2.1#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人详尽描摹了荷马青铜雕像虽目盲却神采飞扬、内蕴哲思的风姿,随后依次描绘了费勒库底斯、赫拉克利特、克拉提诺斯、米南德、安菲特律翁、修昔底德、希罗多德、品达、色诺芬、阿尔克曼、击溃伊萨乌里亚人的统领庞培、拜占庭的悲剧诗人荷马以及维吉尔的雕像。
ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς ἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλʼ ἄρα μούνης φωνῆς ἀμβροσίης,1 ἀνέφαινε δὲ θυιάδα τέχνην. ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς· οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρ ἐργοπόνος χάλκευσε παρʼ ἐσχαρεῶνι θαάσσων, ἀλλʼ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη εἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳ αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν. σύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς ἵστατο θεῖος Ὅμηρος· ἔικτο μὲν ἀνδρὶ νοῆσαι γηραλέῳ·2 τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ αἰδοίῳ τε φίλῳ τε· σέβας δʼ ἀπελάμπετο μορφῆς. αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς χαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δʼ ἀκουὰς πλαζόμενος κεχάλαστο· κάτω δʼ εὐρύνετο πώγων ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν ὀξυτενής, ἀλλʼ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ. γυμνὸν δʼ εἶχε μέτωπον, ἐπʼ ἀπλοκάμῳ δὲ μετώπῳ ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δʼ ἄρʼ ὀφρῦς ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη, οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί. ἀλλʼ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι· ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω, τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων. δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί, γήραϊ ῥικνήεντι κατάσχετοι ἀλλʼ ἐνὶ κείναις αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς· Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο, κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ χεῖρας ἐπʼ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ, οἷά περ ἐν ζωοῖσιν ἑὴν δʼ ἔκλινεν ἀκουὴν δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν, ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δʼ ἄρα θυμῷ σκεπτομένῳ μὲν ἔικτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθα ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς, Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων. καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων, οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων. καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ, ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης. καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου, ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους, κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς. εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ· πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων, καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους, ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης, μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς. Ἀμφιτρύων δʼ ἤστραπτεν, ἀπειρογάμῳ τρίχα δάφνῃ στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις· ἀλλʼ οὐ μάντις ἔην Ταφίης δʼ ἐπὶ σήματι νίκης στέμμα πολυστρέπτοισιν ἐπάρμενον εἶχεν ἐθείραις, Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης, Θουκυδίδης δʼ ἐλέλιξεν ἑὸν νόον ἦν δὲ νοῆσαι οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων, Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης. οὐδʼ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών, Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν, ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις, μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς. Θήβης δʼ Ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος, Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος, καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς. Ξεινοφόων δʼ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης, ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων, εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης, ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης. ἵστατο δʼ Ἀλκμάων κεκλημένος οὔνομα μάντις· ἀλλʼ οὐ μάντις ἔην ὁ βοώμενος,3 οὐδʼ ἐπὶ χαίτης δάφνης εἶχε κόρυμβον· ἐγὼ δʼ Ἀλκμᾶνα δοκεύω, ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην, Δώριον εὐκελάδοισι μέλος χορῇσιν ὑφαίνων. καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων, φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων, στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας, σημαίνων ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου εἴρυσεν, ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης. κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.4 τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων, δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης. ἵστατο δʼ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω, ἀλλʼ ὃν Θρηικίῃσι παρʼ ᾐόσι γείνατο μήτηρ Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι· κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην, κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην. καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης Θυμβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος Ἠχώ.
荷马展现出内蕴心智的青铜,既不乏思虑,亦不缺智识,唯独缺少仙神般的声音;他彰显出如痴如醉的神圣技艺。实乃神祇依其相貌之形倾铸了青铜;因我心中绝不认为有哪位劳作的匠人端坐炉旁将其锻造,而是智谋博大的雅典娜亲手将其塑造成型,深知自己曾寓居其中的形相;因雅典娜亲自栖身于荷马体内,吐露智慧的歌咏。 阿波罗的同道、我的父亲、宛如神祇的英雄、神圣的荷马伫立着。在观者眼中他看似垂暮老者,但那老态却十分怡人;因这老境为他倾注了更为丰沛的优美;他融汇着庄严而亲切的华美,形貌中闪耀着令人肃然起敬的光华。在微倾的脖颈上,老者那绺缕长发垂于脑后,散漫地垂覆在双耳之侧;下方胡须四面延展,宽阔展开,柔软而圆润;因它并非收拢为锐角,而是宽广散开,在他坦露的胸膛与动人的面容之上交织出俊美。他额头坦露,那未被发丝遮覆的额上端坐着培育青年的明达之性;见识卓绝的雕工绝非徒劳地在双目上方雕琢出高耸的眉骨;因他的双眼确已失去光明。然而在观者眼中,他绝不像寻常盲人;因优美的神韵寄寓在他空洞的双目中;据我推想,雕艺成就此举,旨在让所有人看出他心中正怀抱着永不熄灭的智慧之光。 他的双颊微有凹陷,布满褶皱的衰老;但其中寄寓着与美惠三女神同居一席的天生谦抑之德。皮埃里亚的蜜蜂在他神圣的口吻周围盘旋,孕育着滴蜜的蜂巢。他双手交叠,倚靠于手杖之上,宛如在活人中间;他侧倾着右耳,似乎正倾听阿波罗或身旁的某位皮埃里亚缪斯之声。在胸怀之中,他状若深思之人,其心智从千回百转的心思密室向四方漫游,编织着皮埃里亚塞壬的尚武之作。 叙罗斯的费勒库底斯亦在自律中熠熠生辉,挺身伫立;他驾驭着敬畏神明的智慧之刺,极目仰望苍穹。 亦有睿智的赫拉克利特,宛如神祇之人,古老以弗所的神圣荣耀,他曾独自一人为软弱的凡类所为痛哭哀叹。 极具才识的克拉提诺斯显现出华美的形貌,他曾针对贪噬民众的伊奥尼亚城邦统领,磨砺出如投枪般刺痛人心的抑扬格诗句,升华了作为嬉戏歌咏之业的狂欢宴乐。 米南德亦伫立其间,他在高塔耸立的雅典城中,作为新喜剧光芒四射的明星而熠熠生辉;因他塑造了诸多少女的恋情,生育出侍奉美惠女神的抑扬格诗篇作为子嗣,作为未受聘礼的少女时代狂热的掠夺者,将甘美歌咏的庄重花朵与爱意相融。 安菲特律翁光芒闪耀,以未历婚配的月桂加冕其发;在所有人眼中他貌似明察的先知;但他并非先知,而是为昭示征服塔福斯人的胜利,将相称的花冠佩戴在卷曲的长发上,他是诞育了至尊骨肉的阿尔克墨涅那百战不殆的丈夫。 修昔底德激荡着自己的心智,观之宛如正编织着历史的雄辩之风;因他高举右手,如同昔日歌咏斯巴达与刻克罗普斯后裔自身的惨烈战神阿瑞斯,那是吞噬饱受哺育的希腊乳娘的收割者。 哈利卡尔那索斯的神圣夜莺、博闻广识的希罗多德亦未曾被我忽略,他将太古英雄的荣耀——凡两座大洲所诞育的一切,凡漫漫岁月所见证的一切——奉献给九位缪斯,在辞藻中融入伊奥尼亚方言的菁华。 来自古老忒拜的赫利孔天鹅、声音甜美的品达伫立着,银弓阿波罗在玻俄提亚的赫利孔山峰旁将他抚育,教授他和谐的旋律;因他诞生之时,蜜蜂停歇在他清脆的唇吻之上,筑起蜂蜡,作为其明达歌咏的见证。 手执盾牌的雅典城公民色诺芬光彩夺目,他昔日高声歌咏阿契美尼德家族居鲁士的威烈,追随柏拉图缪斯生动的气韵,将热爱竞技的至佳历史劳作之果,与不眠蜜蜂的甘霖融为一体。 阿尔克墨翁伫立着,被冠以先知之名;然而声名所指的他并非先知,发间亦无月桂枝条;我倒以为他是阿尔克曼,昔日操持悦耳竖琴之艺,为声律优美的歌队编织多里斯调式的曲调。 更有勤勉的奥索尼亚人统领庞培,诛戮伊萨乌里亚人勇武的辉煌纪念碑,他将踏于足下的伊萨乌里亚弯刀踩在脚底,昭示着他已将托罗斯山脉的咽喉拖入奴役的轭下,被胜利女神不可磨灭的绳结所束缚。此人曾是万民之光,奠定了阿纳斯塔修斯国王神圣的世系。而我完美无瑕的持节之主(阿纳斯塔修斯)以盾牌蹂躏了伊萨乌里亚之地的各部族,向所有人昭示了此景。 彼处亦立着另一位荷马,我并不认为他是辞藻的统领、奔流不息的墨勒斯河之神圣子嗣,而是其母高贵的拜占庭人莫伊罗在色雷斯海岸边所诞下之人;当她尚在幼年,缪斯便将她抚育为通晓英雄诗篇之人;因他操练悲剧的明达技艺,以诗句装点了故土拜占庭。 深受奥索尼亚人钟爱的清越天鹅、散发着词章之美的维吉尔风姿绰约,昔日罗马本土图姆布里斯的回响曾将他抚育为另一位荷马。
- 2.1οὔτε νόου κεχρημένον, ἀλλʼ ἄρα μούνης φωνῆς ἀμβροσίης
分词 κεχρημένον(χράομαι 的完成时中动分词,在此表“缺乏、缺少”之意)带属格补足语。在 οὔτε νόου κεχρημένον(亦不缺少智识)之后,ἀλλʼ ἄρα μούνης 承前省略 κεχρημένον 并支配 φωνῆς ἀμβροσίης(唯独缺少神圣的声音),构成造型艺术赞歌中“雕像宛若活人,唯独不能发声”的经典修辞表达。
- 2.1ἔικτο μὲν ἀνδρὶ νοῆσαι γηραλέῳ
动词 ἔικτο(“看似、相像”)支配与格词组 ἀνδρὶ γηραλέῳ(“老者”),不定式 νοῆσαι(“在察看/目睹上”)作为说明性不定式(epexegetic infinitive)补充限定谓语,意为“在观者眼中看似老者”。下文第 335 行的 ἀλλʼ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι 亦采用了完全相同的句法构造。
- 2.1ἀλλʼ οὐ μάντις ἔην ὁ βοώμενος
针对前文铭刻或俗称“先知阿尔克墨翁”的塑像(Ἀλκμάων κεκλημένος οὔνομα μάντις),诗人在此做出考辨:这位被称为先知的人(ὁ βοώμενος,动词 βοάω 的被动分词,指“被这般传呼/名指之人”)并非真正的先知(阿尔克迈翁),从无月桂枝等特征来看,实际上当是抒情诗人阿尔克曼(Ἀλκμᾶνα)。
- 2.1κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην
主格短语 κεῖνος ἀνήρ(“那个人”)承指前述的庞培(罗马共和国末期名将大庞培,当时的统治者阿纳斯塔修斯一世自称系其后裔)。连续两个由 ὃς 引导的关系分句陈述其光辉功勋(开创阿纳斯塔修斯帝的崇高血脉),并引出紧接着的句子 τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων(“我那完美无瑕的执节之主阿纳斯塔修斯向世人展示了这一点”)。
