← 希腊诗选

希腊诗选 卷一

§2.1#3

英雄、神祇与竞技选手的雕像描摹

诗人感叹波吕克塞娜之美后,相继描摹了小埃阿斯、俄诺涅与帕里斯、拳击手达瑞斯与恩忒罗斯、一位强悍的摔跤手、雅典与特洛伊的长老谋士们、修辞学家伊索克拉底、诸位先知、阿波罗、大埃阿斯、萨尔佩冬、阿佛洛狄忒、阿喀琉斯、系鞋的赫尔墨斯、阿普列乌斯以及阿尔忒弥斯等雕像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων ἤγετο,1 πατρῴης προλιπὼν μνημήια μοίρης, Ἠγασάμην δʼ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης. φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας· γυμνὸν δʼ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς. Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ ζήλῳ θυμὸν ἔδουσα, Πάριν δʼ ἐδόκευε λαθοῦσα ὄμματι μαινομένῳ κρυφίην δʼ ἤγγειλεν ἀπειλήν, δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην, αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δʼ ὀπωπὴν πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην. Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι, πυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲ ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς. Ἔντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων, γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων πυγμαχίης δʼ ὤδινε φόνον διψῶσαν ἀπειλήν. ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων, εἴτε Μίλων2 Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπης ἔπνεεν ἠνορέης· λάσιος δὲ οἱ εἵλκετο πώγων, καὶ φόβον ἠκόντιζον ἀεθλητῆρα παρειαί, καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες τρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων, εὐρέες ἐσφήκωντο βραχίονες, ἠΰτε πέτραι, καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ, αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων. Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς. ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν ἱερὸν εἶδος ἔφαινεν, ἔοικε δὲ θέσπιδος ὀμφῆς σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνων. Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλʼ ἔτι δεινὴν οὔπω μῆτιν ἔπαυσε κατʼ Ἀργείων στρατιάων. Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκει σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν. Λάμπων δʼ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι· οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν. εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης. χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν, εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη. ἔστενε δʼ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτην στέμματι δαφναίῳ· κρυφίην δʼ ἐλέλιζεν ἀνίην, θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβη ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει. ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν μαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου·3 εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ. εἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆς κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις βόστρυχον αὐτοέλικτον· ἕλισσε δὲ μάντιν ὀπωπήν, οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων. γυμνὸς δʼ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας, μήπω πρῶτον ἴουλον ἔχων ἐκέκαστο δὲ μορφῆς ἄνθεσι πατρῴης· πλοκάμους δʼ ἐσφίγγετο μίτρῃ· οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος. ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲν φρικτὸς ἔην ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις εἶχε κόρυν γυμνὸς μὲν ἔην δέμας, ἀλλʼ ἐνὶ μορφῇ σπέρμα Διὸς σήμαινεν ἀπʼ ἀμφοτέρης γὰρ ὀπωπῆς μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος, καὶ τρίτος;εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων, καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή, χαλκῷ κόσμον ἄγουσα· θεὸς δʼ ἐτίταινεν ὀπωπήν, οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων. καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην, φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖς κεστὸς ἕλιξ κεχάλαστο, χάρις δʼ ἐνενήχετο κεστῷ. αἰχμητὴς δʼ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς, γυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσειν δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν, σχήματι τεχνήεντι· μόθου δʼ ἀπέπεμπεν ἀπειλὴν θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων. ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου, εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν χεῖρα ταθεὶς4 ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς, οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων. καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν. Φοίβου δʼ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη Ἄρτεμις, ἀλλʼ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρην ἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δʼ ἐπὶ γούνων παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα, καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.

凭那青铜中内蕴心智的形相起誓,倘若皮罗斯王得见她这般模样,或许便会抛却为父复仇的执念,将她领去同修共枕之好。 我又赞叹起埃阿斯,那是勇毅的俄琉斯为洛克里斯大地播撒的巍峨壁垒。他显露出青春的卓异,因他尚未以茸茸须发的花朵刻画颔角;他健壮的身躯全然赤裸,满载英气,激荡起好战女神厄倪俄的狂暴。 俄诺涅胸中沸腾着怒火,在苦涩的妒意中吞噬着心神;她暗中以发狂的目光窥视着帕里斯,右手拒绝着命运凄惨的床第伴侣,昭示着隐秘的威吓。 那牧人状若含羞,心怀痛苦的欲念而将目光游移别处;因他想必羞于见到泪流满面的凯伯壬之女俄诺涅。 达瑞斯正以干瘪的皮条缠裹双手,带着拳击先兆的狂怒;从他游移的目光中,喷吐出勇武的炽热气息。而恩忒罗斯直视着达瑞斯的面孔,双手旋转着刺穿四肢的拳套狂乱以待,孕育着渴求杀戮的拳击恫吓。 又有一位精通摔跤的彪悍男子;至于这位巨人究竟被称为斐隆、菲拉蒙,抑或是西西里大地的屏障米隆,唯有阿波罗知晓;因我未能辨明并歌咏这位勇悍名士的声名,但他通身仍旧散发着勃勃英气。浓密的胡须垂于其下,双颊射出令竞技者胆寒的畏怖,头顶的发丝倒竖;在紧实的身躯周围,粗硕的肌肉紧绷隆起,当双掌交扣之时,两条宽阔的臂膀宛如磐石般咬合,粗壮的筋腱在他孔武有力的背脊上隆起,盘绕并爬上灵巧脖颈的粗阔气管。 且看卡里德谟,他统领阿提卡大地,使刻克罗普斯的军队顺服于他的谋略。 若目睹墨兰普斯,你定会赞叹:他展现出先知的神圣身姿,似在缄默的唇吻间绷紧神谕圣音的预言气息。 潘托俄斯曾是特洛伊人的谋士,但仍未止息针对阿尔戈斯军队的可怖机谋。 城邦元老忒摩忒斯心怀繁复的思绪,受困于沉寂的大海;因他看似正在沉思,欲为特洛伊人再次编织某种智谋。 兰蓬望之宛若忧伤之人;因在翻滚的动荡中,他心中已不再能为饱受摧残的特洛伊人孕育解困的良策。 克吕提俄斯茫然无措地伫立着,双手紧紧交叠,昭示着内心的隐痛。 致敬,修辞学的光芒伊索克拉底,因你为青铜带来了荣耀;你看似显露着明达的心智,纵使技艺以无声的劳作将你铸造成型。 安菲阿剌俄斯长发在月桂花冠下如烈火般耀眼,正在呻吟;他掀起隐秘的哀伤,预言由神牛奠基的忒拜将断送所有阿尔戈斯勇士的归途。 一位显赫的先知伫立于彼,相传是通晓神意的预言家波吕伊多斯的生父;他以繁茂的月桂枝加冕于发丝,风姿卓绝。 我见到了未剪秀发的远射之神,见到了歌咏的统领,其发丝以未受修剪的花朵为饰;因那自然卷曲的发绺分垂于双肩;他转动着先知的眼眸,宛若正以预言排解凡人的灾患。 勇猛的忒拉蒙之子埃阿斯赤身裸体,尚未长出最初的茸须,却以继承自父辈的容姿卓然挺拔;他用带子束拢发丝;因他未戴头盔,未挥战矛,肩上亦未负七层牛皮盾,却全然展现出其父忒拉蒙豪迈英武的气魄。 萨尔佩冬伫立着,他是吕基亚人的统帅;其勇武令人敬畏,新生的柔嫩茸须刻画着红润的下颌边缘;他发间戴着头盔;周身虽赤裸,形貌中却昭示着宙斯的血胤;因他从双目中射出那位带来自由的生父的辉光。 第三尊则是秀发披肩、自三足鼎发谕的阿波罗,容貌俊美;因卷曲的发绺垂覆于双肩;神祇动人的形貌透显而出,为青铜平添华彩;神祇投去凝注的目光,宛若正视察着传达预言的三足神鼎。 我又第三度惊叹于黄金阿佛洛狄忒,她的胸怀隐于薄纱之下;乳房周围松弛地系着回旋的宝带,优雅的神韵在宝带中流连。 执矛的神圣阿喀琉斯未生须髭,光彩照人;虽褪去甲胄赤身裸体,在精妙的雕琢下却看似右手挥矛、左手擎起青铜盾牌;因无畏的果敢而锋芒毕露,散发着战阵的威逼;因其双眸彰显着埃阿科斯后裔货真价实的好战本色。 亦有手执金杖的赫尔墨斯;他站立着,正以右手拉紧飞翼凉鞋的系带,渴望疾驰于途;因他早已弯曲了迅捷的右足,左手伸展至其上,将双眼的圆轮投向苍穹,宛如正倾听发号施令的父王之训诫。 阿普列乌斯心怀敬畏,凝视着蕴含哲思的拉丁缪斯不可言传的秘仪,奥索尼亚不可言说的智慧塞壬将他哺育为秘仪的参悟者。 福波斯的同胞妹妹、漫游山林的少女阿尔忒弥斯伫立着,却并未手持远射的长弓,亦未在肩头背负盛箭的箭囊;她将带饰边的处女短袍束至膝间,任由未束发带的发辫在微风中飘拂。

语法注4 条
  1. 2.1εἴ νύ τε τοίην ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων ἤγετο

    过去反事实条件句。条件从句采用 εἰ 搭配不定过去时直陈式(ἔδρακε),主句采用 κεν(史诗形式,相当于 ἄν)搭配未完成过去时直陈式(ἤγετο),生动地描绘了假设发生的情态(“或许便会领去结为连理”)。

  2. 2.1εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων, εἴτε Μίλων

    动词 ἀκούω 在此与主格补足语搭配,作“被称为……、有……之名”解(类似拉丁语 bene/male audire)。由 εἰ... εἴτε... εἴτε... 引导的选择性间接疑问从句充当主句 οἶδεν Ἀπόλλων 的宾语。

  3. 2.1ὅντινά φασιν μαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου

    关系代词 ὅντινα 充当由 φασιν 支配的“宾格加不定式”结构的主语(系动词 εἶναι 省略),γενετῆρα 为述语宾格,受属格短语 μαντιπόλου... Πολυείδου 修饰。神话中波吕伊多斯之父为科伊拉诺斯(Coeranus),本句借此委婉点明雕像身份。

  4. 2.1τῷ ἔπι λαιὴν χεῖρα ταθεὶς

    τῷ ἔπι 为介词后置(anastrophe),即 ἐπὶ τῷ(指代前文的右足 δεξιὸν... πόδα)。ταθείς 为被动不定过去时分词,但具关身语态意义(“伸展”),支配表示身体部位的宾格 λαιὴν χεῖρα。此处精准刻画了著名的“系鞋的赫尔墨斯”雕像姿态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:2.1#3