← 希腊诗选

希腊诗选 卷一

§3.1-3.10

基齐库斯阿波罗妮斯神殿的浮雕题诗

基齐库斯阿波罗妮斯神殿柱上浮雕的系列题咏(第1—10首)。诗篇描绘了狄奥尼索斯、忒勒福斯、福伊尼克斯、安菲翁与仄托斯等人孝顺或营救母亲,以及阿波罗保护勒托等与母子情谊相关的神话场景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

​Anonymi Epigrammatici εἰς Διόνυσον, Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα προηγουμένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόντων αὐτούς. τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ, καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης, ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος, τὰν ἄθεον Πενθέως ὕβριν ἀμειβόμενος.

无名氏题记:题狄奥尼索斯将母亲塞墨勒引向天界,赫耳墨斯在前引路,萨堤洛斯与西勒诺斯手执火炬护送。 这位因宙斯的霹雳在产痛中罹难的母亲,卡德摩斯与哈耳摩尼亚的秀发女儿,被喜好酒神杖的儿子从阿刻戎引上来,以报应彭透斯不敬神的狂妄。

§3.2

​Anonymi Epigrammatici ὁ β κίων ἔχει Τήλεφον ἀνεγνωρισμένον τῇ ἑαυτοῦ μητρί. τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς Αὔγης, τᾶσδʼ ἐπέβην γᾶς Τεϋθραντιάδος, Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων, ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης.

无名氏题记:第二根柱子上是忒勒福斯与自己的母亲相认。 为了母亲奥革而离开阿耳卡狄亚深僻的小径,我——赫拉克勒斯挚爱的骨肉忒勒福斯——踏上了这片忒特剌尼亚之地,为的是将她再次领回阿耳卡狄亚的平原。

§3.3

​Anonymi Epigrammatici ὁ γʼ ἔχει τυφλούμενον Φοίνικα ὑπὸ πατρὸς Ἀμύντορος, καὶ κωλύουσαν Ἀλκιμέδην τὸν οἰκεῖον ἄνδρα. Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει, φοίνικος δʼ ἐθέλει παῦσαι χόλον γενέτου,1 ὅττι περ ἤχθετο πατρὶ ʽσαόφρονος εἵνεκα μητρός, παλλακίδος δούλης λέκτρα προσιεμένῳ· κεῖνος δʼ αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ, ἦγε δʼ ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν,

无名氏题记:第三根柱子是福伊尼克斯被父亲阿明托耳弄瞎,阿尔基墨得阻拦自己的丈夫。 阿尔基墨得将同榻的丈夫阿明托耳从儿子身边拉开,愿平息福伊尼克斯父亲的怒火;因这儿子为了谨慎的母亲,怨恨接纳女奴妾侍之床的父亲;而父亲反因奸诡的谗言而怨恨儿子,竟将毁戮骨肉的火炬刺向他的双眼。

§3.4

​Anonymi Epigrammatici ὁ δʼ ἔχει Πολυμήδην καὶ Κλυτίον τοὺς υἱοὺς Φινέως τοῦ Θρᾳκός, οἵτινες τὴν Φρυγίαν γυναῖκα τοῦ πατρὸς ἐφόνευσαν, ὅτι τῇ μητρὶ αὐτῶν Κλεοπάτρᾳ, αὐτὴν ἐπεισῆγεν. μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης κτείνουσι Φρυγίην, ματρὸς ὑπὲρ σφετέρας. Κλειοπάτρη δʼ ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως,2

无名氏题记:第四根柱子是色雷斯的菲纽斯之子波吕墨得斯与克吕提俄斯,他们杀死了父亲的弗里吉亚妻子,因父亲将她迎娶来压制他们的母亲克勒俄帕特拉。 克吕提俄斯与赫赫有名的波吕墨得斯为了自己的母亲,诛杀了继母弗里吉亚女人。昔日目睹菲纽斯之妻受到合乎义理之制裁的克勒俄帕特拉,为此欢欣鼓舞。

§3.5

​Anonymi Epigrammatici ὁ ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην τοῦ πατρὸς τὸν φονέα· ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν. Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα, κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι· ὀψὲ δέ σοι πάϊς ἧκε φόνῳ γενέτῃ προσαμύνων, καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας. τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δʼ ἐπαρήγει, βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.

无名氏题记:第五根柱子是克瑞斯丰忒斯诛杀弑父仇人波吕丰忒斯;墨罗佩亦手持木杖,协助儿子置丈夫于死地。 波吕丰忒斯啊,昔日你意欲玷污结发妻子的床榻,杀害了克瑞斯丰忒斯的生父;但其子迟迟归来为被弑之父报仇,为了母亲墨罗佩将你诛戮。因此他将矛刺入你的背脊,母亲亦用沉重的木杖猛击你的太阳穴以助一臂之力。

§3.6

​Anonymi Epigrammatici ὁ ς ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἀναιρούμενον, καθότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς ἐπὶ τὸ κατασχεῖν [τὸ] μαντεῖον ἐπιφανεὶς διεκώλυσεν. Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς, ἐκνεύει Λατώ, πάγχυ μυσαττομένη· σκυλᾶν γὰρ ἐθέλει πινυτὰν θεὸν ἀλλά γε τόξῳ θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς· Δελφὸν δʼ αὖ θήσει τρίπον ἔνθεον ἐκ δʼ ὅδʼ ὀδόντων πικρὸν ἀποπνεύσει ῥοῖζον ὀδυρόμενος

无名氏题记:第六根柱子是皮同被阿波罗与阿耳忒弥斯诛杀,因勒托前往德尔斐接管神谕所时,它现身阻拦。 对于地生之物、盘曲纠结的长蛇皮同,勒托极度厌恶地闪身避让;因它妄图劫掠这位睿智的女神;但福玻斯自山顶发箭,让野兽血肉横飞;他将在德尔斐立起受神灵启示的三足鼎,而这长蛇将呻吟着从齿缝中吐出凄厉的呼啸。

§3.7

​Anonymi Epigrammatici ὁ ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη, Ἀμφίονος καὶ Ζήθου ἱστορίαν προσάπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, διὰ τὴν φθορὰν Λύκῳ ἀνδρὶ αὐτῆς ὑπὸ Νυκτέως τοῦ πατρὸς αὐτῆς παραδοθεῖσαν, ὀργῇ ζηλοτύπῳ ἐνσχεθεῖσα, ἀμέτρως ἐτιμωρήσατο. Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην κτείνατε τάνδʼ ὀλέτιν ματέρος Ἀντιόπας, δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν· νῦν δʼ ἱκέτις αὐτὴ λίσσετʼ ὀδυρομένη. ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν, ὄφρα δέμας σύρῃ τῆσδε κατὰ ξυλόχου.

无名氏题记:第七根柱子在北面,记述安菲翁与仄托斯将狄耳刻缚于公牛的故事,因他们的母亲安提俄珀因失贞被父亲纽克透斯交予其夫吕科斯,狄耳刻陷于嫉恨,对她施加无度惩罚。 安菲翁与仄托斯,宙斯的猎犬啊,去杀死这毁灭你们母亲安提俄珀的狄耳刻吧!她昔日因嫉妒之怒将母亲囚禁,如今自己却哀号着屈膝乞怜。快用双股绳索将她拴在公牛身上,让公牛将她的身躯拖拽过这片林间!

§3.8

​Anonymi Epigrammatici ἐν τῷ η ἡ τοῦ Ὀδυσσέως νεκυομαντεία· καθέστηκε τὴν] ἰδίαν μητέρα Ἀντίκλειαν περὶ τῶν κατὰ τὸν οἶκον ἀνακρίνων. μᾶτερ Ὀδυσσῆος πινυτόφρονος Ἀντίκλεια, ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν· ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν θαμβεῖ, ἀνὰ γλυκερὰν ματέρα δερκόμενος.

无名氏题记:第八根柱子上是奥德修斯的招魂术;他正就家中所发生之事盘问自己的母亲安提克勒亚。 睿智的奥德修斯之母安提克勒亚啊,你未能在有生之年于伊萨卡迎来自己的儿子;但他如今见你伫立在阿刻戎的岸边,仰望着甜蜜的母亲,心中满是惊异。

§3.9

​Anonymi Epigrammatici ἐν τῷ θ Πελίας καὶ Νηλεὺς ἐνλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλμωνεὺς διὰ τὴν φθορὰν ἔδησεν· ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βασάνους αὐτῇ ἐπέτεινεν. μὴ Τυρὼ τρύχοι σε περισπείρημα Σιδηροῦς Σαλμωνεῖ γενέτᾳ τῷδʼ ὑποπτησσομένην· οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων3 Νηλέα καὶ Πελίαν τούσδε καθεξομένους.

无名氏题记:第九根柱子上雕刻着波塞冬之子珀利阿斯与涅琉斯,他们将母亲从桎梏中解救出来;昔日其父萨尔摩纽斯因其失贞将她捆绑,继母西得罗更加重了对她的折磨。 堤罗啊,愿西得罗缠绕的罗网不再折磨在生父萨尔摩纽斯面前畏缩的你;因看见近旁端坐的涅琉斯与珀利阿斯,他绝不会再将你囚为圈囿中的奴隶。

§3.10

​Anonymi Epigrammatici ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ ι πίνακος Εὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι τῇ μητρί, καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον ὅπερ ἦν αὐτοῖς τοῦ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου θάνατον παρʼ Εὐρυδίκῃ τιμωρίας. φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν· ἃ· τὸν ἀπʼ Εὐρυδίκας ἔτλη χόλον, ἦμος † ἀφοῦθαρ ὕδρος ὁ γαγενέτας ὤλεσεν Ἀρχέμορον. στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος Εὔνοε † κούραν γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην,

无名氏题记:在西侧,第十块刻板的开端雕刻着许普西皮勒所生的欧诺俄斯与托阿斯,他们与母亲相认,出示作为血脉信物的金葡萄树,将母亲从因阿耳刻摩洛斯之死而受到的欧律狄刻之惩罚中解救出来。 托阿斯啊,亮出这枝巴克科斯的植株吧;因你将从死境中解救你的女仆母亲许普西皮勒;当地生的毒蛇残害阿耳刻摩洛斯之时,她曾忍受来自欧律狄刻的怒火。欧诺俄斯啊,你也离开阿索波斯之女前行吧,将生身之母引回神圣的利姆诺斯岛。

语法注3 条
  1. 3.3Φοίνικος δʼ ἐθέλει παῦσαι χόλον γενέτου

    Φοίνικος 与 γενέτου 皆为属格,在此结合表示“福伊尼克斯的父亲”,修饰 χόλον(“福伊尼克斯之父的怒火”)。虽然在理论上亦可理解为“福伊尼克斯针对父亲的怒火”,但鉴于下文正是父亲欲刺瞎儿子的双眼、母亲从旁劝阻,被平息的显然是父亲的狂怒。

  2. 3.4δαμναμένην ὁσίως

    副词 ὁσίως(合乎神法地、正当地)修饰被动态分词 δαμναμένην。在此表示继母(菲纽斯之后妻)被克勒俄帕特拉的儿子们诛杀是罪有应得、符合天理的正当惩罚,故克勒俄帕特拉对此感到欣慰。

  3. 3.9οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων

    限定动词 δουλώσει 的主语是父亲萨尔摩纽斯(承接前一行的与格 Σαλμωνεῖ γενέτᾳ)。阳性单数主格分词 λεύσσων 与主语一致,整句意为“(父亲萨尔摩纽斯)一旦看见(近旁端坐的涅琉斯与珀利阿斯),便不会再将你囚禁奴役”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:3.1-3.10