← 希腊诗选

希腊诗选 卷一

§2.1#2

希腊贤哲诗人与特洛伊人物雕像描摹

诗人继续状写公共浴场内的雕像,生动描绘了赫尔玛佛洛狄忒、女诗人厄林娜、乐官泰尔潘德罗斯、政治家伯里克利、哲学家毕达哥拉斯与德谟克利特、抒情诗人斯忒西科罗斯、英雄赫拉克勒斯与奥革,以及特洛伊战争中的埃涅阿斯、克瑞乌萨、赫勒诺斯、安德洛玛刻、墨涅拉俄斯、海伦、奥德修斯、赫卡柏、卡珊德拉、皮罗斯和波吕克塞娜等诸人物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἵστατο δʼ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθʼ ὅλος ἀνήρ, οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρον Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις· μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη· σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς, ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων. παρθενικὴ δʼ Ἤριννα λιγύθροος ἕζετο κούρη, οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλʼ ἐνὶ σιγῇ Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. μήτε λίπῃς1 Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίης ἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω, κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν, ὥς ποτε δινήεντος ἐπʼ Εὐρώταο ῥοάων μυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων. Ἠγασάμην δʼ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις, ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις, ἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ ἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλʼ ἐν Ὀλύμπῳ ἐνδιάειν ἐδόκευε, φύσιν δʼ ἐβιάζετο χαλκοῦ, πλημμύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω, οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς. Στησίχορον δʼ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα Σικελικὴ μὲν ἔφερβε, λύρης δʼ ἐδίδαξεν Ἀπόλλων ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα· τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος2 ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν. χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης, ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς, λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης· αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους, εὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών. Ἡρακλέης δʼ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης, μῆλα λεοντοφόνῳ παλάμῃ χρύσεια κομίζων, γαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δʼ αὐτοῦ Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη, φᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας κρηδέμνῳ συνέεργεν· ἑὰς δʼ ἀνετείνετο χεῖρας, οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην, Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίης Τρωϊάδος βλάστημα σακέσπαλον, ἵλαθι, λάμπων Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς ἀγλαΐης πνείουσα σοφὴ περιλείβεται αἰδώς, θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης. Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ, σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς, πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ, οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην, Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις, οὔθʼ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς φαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ, ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης ἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν. Ἀνδρομάχη δʼ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη, οὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω, οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ, οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν Δαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην, ἦν δʼ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλʼ ἐπὶ νίκῃ γηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην. ἠγασάμην δʼ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ χαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ ἔπνεε θερμὸν ἔρωτα καὶ ἀψύχῳ ἐνὶ τέχνῃ. πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς· οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς, ἀλλʼ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δʼ ἐνὶ θυμῷ καγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας ᾗσι δολοφροσύνῃσι. σὺ δʼ Ἕκτορος ἔννεπε μῆτερ, τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ; οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης· ἀλλʼ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω, οὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς δάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη, ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης. Κασσάνδρην δʼ ἐνόησα θεοπρόπον, ἀλλʼ ἐνὶ σιγῇ μεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης., οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης. Πύρρος δʼ ἄλλος ἔην πτολιπόρθιος· οὐκ ἐπὶ χαίτης ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, ἀλλʼ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην δεξιτερὴν δʼ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης, λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων. εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη χαλκῷ ἐν ἀφθόγγῳ;κεκρυμμένα δάκρυα λείβειν; πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλʼ ἐνὶ θυμῷ πένθος ἔχεις; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας ληΐδα Πύρρος ἔχοι3 Φθιώτιος; οὐδέ σε μορφὴ ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν, ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου.

可爱的赫尔玛佛洛狄忒立于彼处,既非全然的男子,亦非女子;因这尊雕像是雌雄相兼的。你确会称其为丰乳的塞浦路斯女神与赫尔墨斯的孩子:他展现出如少女般丰挺的乳房,却又向众人昭示出男性羞处的生育之状,显露出兼具两性荣光的交融印记。 清音的未婚少女厄林娜端坐着,她并未抚弄繁复的纺线,却在静默中滴落皮埃里亚蜜蜂的露珠。 你切莫略过音律甜美的泰尔潘德罗斯,一睹他那栩栩如生的雕像,你定会断言它绝非哑默无声。依我揣度,他正以起伏的心胸编织着秘仪的歌咏,宛如昔日他伫立于回旋的欧罗塔斯河水之畔,伴随侍奉秘仪的里拉琴边唱边抚,平息了近身相斗的阿米克莱居民的恶念。 伯里克利啊,目睹着你,我不禁赞叹,即便在无言的青铜之中,你也赋予了它平民领袖的气概,宛如仍旧在为刻克罗普斯的公民们制定法律,抑或正在筹备伯罗奔尼撒的战事。站立着的萨摩斯智者毕达哥拉斯神采卓异;但他看似游憩于奥林匹斯之中,满溢着理智的思虑,抗逆着青铜的天性;因据我揣度,他正以纯洁无瑕的眼眸只丈量苍穹。 我又见到了音调清越的斯忒西科罗斯,昔日西西里的大地养育了他,而当他尚在母腹中时,阿波罗便已将里拉琴的和声传授与他;因当他刚刚降生、初见天光之时,不知从何处飞来一只巡游大气的夜莺,悄然落在他唇上,吐露清脆的歌韵。 阿布德拉大地的荣光,德谟克利特啊,请接受我的问候,因你洞察了繁衍万物的自然之法则,精细明辨着多识缪斯的深幽秘仪;你深知苍老的“时间”终将超越万物,因而时常嘲笑着人生动荡不居的歧路。 赫拉克勒斯展现出尚未蓄须的光洁下颏,在搏狮的手掌中携带着金苹果,那是利比亚大地的丰饶馈赠。在他身旁立着帕拉斯的女祭司、处女奥革,披风自双肩垂下,因她并未以头巾束拢发丝;她伸展双手,宛若在阿卡迪亚的忒革亚山脊下呼唤宙斯的碧眼女儿。挥舞盾牌的特洛伊大地之苗裔啊,愿你垂怜!光彩照人的特洛伊筹谋者埃涅阿斯啊,愿你垂怜!因在你眼中流溢着散发光彩的睿智谦卑,昭示着黄金阿佛洛狄忒的神奇血统。 我惊叹地注视着身着丧服的克瑞乌萨,她是埃涅阿斯隐于阴影中的结发之妻;因她将头巾拉拢至双颊,宛如悲泣之人,周身全为垂至脚踝的佩普洛斯长袍所遮蔽;这位新妇青铜的泪滴,预示着哺育她的故土将成为阿瑞斯的矛下战俘,伊利昂亦被执盾的阿尔戈斯军士团团围困。 赫勒诺斯亦未平息胸中的愤恨;他对祖国显得无情无义,似乎仍在何处盘桓着怒火。他右手高举献祭的奠酒浅碟;依我揣度,他正向阿尔戈斯人预言吉兆,却又祈求不死诸神将最沉重的灾厄降临于生养他的土地。 玫瑰色脚踝的安德洛玛刻、厄厄提翁之女伫立于彼,绝未滴落多有悲叹的泪水;因据我推想,甲盔闪耀的赫克托耳尚未在战阵中陨落,执盾而傲慢的阿开奥斯诸子亦未将整个达耳达尼亚的养育之地洗劫一空。 骁勇的墨涅拉俄斯亦赫然在目,但他却沉浸于胜利的欢欣之中;因他在近处凝望着心意相通、玫瑰玉臂的廷达瑞俄斯之女,满怀莫大的喜悦而温情脉脉。 我惊叹于海伦动人的容姿,因她赋予了青铜本身无尽的诱惑与秀美;她的华彩即便在死寂的技艺中亦散发出炽热的情爱。 神圣的奥德修斯为其深邃的智谋而得意;因他未尝远离回旋机巧的心智,反倒仍旧彰显着睿智心灵的端肃;他在心底开怀大笑,因他以自设的奸谋荡平了整座特洛伊而欣喜若狂。 但请你开口,赫克托耳之母、饱受磨难的赫卡柏,不死诸神中有谁教会了你在哑默的形躯中垂泪?青铜未能止歇你的悲痛,死寂的技艺未曾因怜悯而平抑你难愈的狂乱;你至今仍泪如泉涌般立于彼处。依我所料,你不再哀悼不幸的赫克托耳之命运,亦不再痛惜悲苦的安德洛玛刻之沉郁哀伤,而是哭泣着你那倾覆的祖国;因遮蔽于面容周围的披风昭示着灾患,松垂至凉鞋处的长袍诉说着沉埋心底的哀恸;你的心智已被极端的苦痛桎梏,虽自颊上滑落泪滴,技艺却擦干了这泪珠,昭示着难以抚平的苦痛那无尽的干涸。 我注意到了女先知卡珊德拉,她在沉寂中责备着生父,满怀睿智的癫狂,宛如正在预言祖国最末的罹难。 又有另一尊拔城破寨的皮罗斯;他头上未戴马鬃盔缨的头盔,手中亦未挥舞战矛,而是赤身闪耀,生着光洁无须的下颏;他伸出右手作为胜利的见证,眼眸斜睨着泪如雨下的波吕克塞娜。 说吧,苦命的少女波吕克塞娜,究竟是何等无可奈何,令你在无声的青铜中垂下隐秘的泪水?为何你将头巾扯过面庞,宛如心怀羞怯之人般立着,心中却郁结着哀伤?难道毁灭了你城邦的佛提亚之皮罗斯,已将你据为俘虏?昔日俘获了杀死你之凶手的生父、并将其引入自蹈死地的意外罗网之中的绝代美色,难道未能洞穿并降服涅俄普托勒摩斯的心念,从而将你救拔出厄运吗?

语法注3 条
  1. 2.1μήτε λίπῃς

    由μή接第二人称不定过去时虚拟式(λίπῃς)构成的否定命令(禁止)表达,意为“切莫遗漏/略过”,语气上从第三人称的客观状写转为直接对读者或观者的呼告。

  2. 2.1τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος

    属格绝对结构。指示代词τοῦ指代斯忒西科罗斯,修饰两个由καί连接的分词:现在时分词τικτομένοιο(带有史诗属格词尾-οιο)与不定过去时分词μολόντος,作为时间状语从句(“当他刚刚出生、初见天光之时”)修饰主动词ἀνεβάλλετο。

  3. 2.1μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας ληΐδα Πύρρος ἔχοι

    语气词连用μὴ δή后接愿望语气动词ἔχοι,引导带有担忧或揣测语气的疑问(“莫非……占有了你作为俘虏?”)。句中出现明显的超步法倒装(hyperbaton),直接宾语σε与宾语补足语ληΐδα被分词短语τεὸν πτολίεθρον ὀλέσσας以及主语Πύρρος隔开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:2.1#2